- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:159.25-161.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《范畴篇》11a5–11a9,阐明几何形状为何不接纳程度差异(较多与较少),并通过实例说明程度差异的成立要求同一项定义必须以不同方式而非毫无偏差地适用于诸事物。
" Τρίγωνον δὲ καὶ τετράγωνον οὐ δοκεῖ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι, οὐδὲ τῶν ἄλλων σχημάτων οὐδέν." Ἔτι διὰ τούτων κατασκευάζει ὅτι οὐ πάσῃ ποιότητι ὑπάρχει τὸ μᾶλλον καὶ ἧττον· οὐδὲ γὰρ τῶν σχημάτων οὐδενί· οὐδὲν γὰρ τρίγωνον τριγώνου μᾶλλον καὶ ἧττον1 (ἑκάτερον γὰρ τούτων ὁμοίως τὸν τοῦ τριγώνου λόγον ἐπιδέχεται) οὐδὲ κύκλος κύκλου, κἂν μυριοπλάσιος ᾖ· καὶ τούτων γὰρ ἑκάτερος ὁμοίως τὸν τοῦ κύκλου λόγον ἐπιδέχεται. καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως, ἐφ’ ὧν ὁ αὐτὸς λόγος ἀπαραλλάκτως ἐφαρμόζει.
“而三角形和四角形似乎并不接纳‘较多’与‘较少’,其余的形状中也没有任何一个接纳。” 此外,通过这些话他确立了并非每一种性质都具有“较多”与“较少”;因为在形状中没有任何一个具有;因为没有任何三角形比三角形“较多”或“较少”[是三角形](因为这二者各自同样地接纳三角形的定义),圆也不比圆[更是圆],即使它大上一万倍;因为这二者各自也同样地接纳圆的定义。在同一概念毫无偏差地适用于它们的其他事物上,情况也是如此。
"Τῶν δὲ μὴ ἐπιδεχομένων οὐδὲν μᾶλλον ἕτερον ἑτέρου ῥηθήσεται." Ὃ βούλεται λέγειν διὰ τούτων, τοῦτό ἐστι· δεῖ, φησίν, ἐν οἷς τὸ μᾶλλον καὶ τὸ ἧττον θεωρεῖται, ἐν τούτοις τὸν αὐτὸν ἐφαρμόζειν ὁρισμόν, οὐκ ἀπαραλλάκτως μέντοι·2 εἰ γὰρ ἀπαραλλάκτως ἐφαρμόζει, οὐκ ἐπιδέξονται τὸ μᾶλλον καὶ τὸ ἧττον. οἷον ὑγιεινόν ἐστι τὸ συμμέτρως ἔχον πρὸς ὑγείαν· οὗτος ὁ λόγος ἐφαρμόσει καὶ γυμνασίῳ καὶ σιτίοις καὶ οὔροις καὶ πλείοσιν ἄλλοις. ἐπειδὴ τοίνυν πάντα τὸν αὐτὸν ὁρισμὸν ἐπιδέχονται, οὐκ ἀπαραλλάκτως δέ, ἀλλὰ τὸ μὲν γυμνάσιον ὡς φυλακτικὸν ὑγείας, τὸ δὲ σιτίον ὡς ποιητικόν, τὰ δὲ οὖρα ὡς σημαντικά, εἰκότως καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχονται· μᾶλλον γὰρ ἐρεῖς τὸ γυμνάσιον τοῦ σιτίου ὑγιεινόν (τὸ μὲν γὰρ τὴν οὖσαν ὑγείαν φυλάττει, τὸ δὲ τὴν ἀπελθοῦσαν ἀνακαλεῖται), μᾶλλον δὲ τῶν οὔρων τὸ σιτίον· τοσοῦτον γὰρ μόνον τοῦ ὑγιεινοῦ μετέχουσι τὰ οὖρα τῷ σημαίνειν τὴν ὑγιεινὴν διάθεσιν.3 εἰ δὲ ἐπί τινων ὑπάρχει ἀπαραλλάκτως ὁ αὐτὸς ὁρισμὸς ἢ παντελῶς ἕτερος, ταῦτα τὸ μᾶλλον καὶ τὸ ἧττον οὐκ ἐπιδέχεται· τὰ μὲν γὰρ πάντῃ ἕτερά εἰσι, τὰ δὲ πάντῃ ταὐτά, οἷον ἄνθρωπος καὶ ἵππος· οὐδεὶς γὰρ ἂν εἴποι τὸν ἄνθρωπον τοῦ ἵππου μᾶλλον ἄνθρωπον οὐδὲ τὸν ἵππον τοῦ κυνὸς μᾶλλον ἵππον, ἐπειδὴ ἕτερα παντελῶς εἰσιν, ἀλλ’ οὐδὲ ἄνθρωπον ἀνθρώπου μᾶλλον ἄνθρωπον κατ’ αὐτὴν τὴν οὐσίαν οὐδὲ ἵππον ἵππου μᾶλλον ἵππον, ἐπειδὴ πάντῃ ἀλλήλοις εἰσὶ ταὐτὰ καὶ τὸν αὐτὸν ὁρισμὸν ἐπιδέχονται ἀπαραλλάκτως. ἐπειδὴ δὲ τὸ ἐν χιόνι λευκὸν καὶ τὸ ἐν ἱματίῳ τὸν αὐτὸν λόγον ἐπιδέχονται, οὐκ ἀπαραλλάκτως δέ, εἰκότως μᾶλλον ἕτερον ἑτέρου λέγεται· ἐπιδέχονται γὰρ τὸν αὐτὸν ὁρισμὸν οὐχ ὁμοίως ἑκάτερον, ἀλλ’ ἡ μὲν χιὼν ὡς συμπεφυκὸς ἔχουσα τὸ λευκὸν καὶ συμπληρωτικὸν τῆς οἰκείας οὐσίας καὶ ἀνεπίδεκτον τοῦ ἐναντίου, τὸ δὲ ἱμάτιον ἐξ ἐπιτεχνήσεως, εἰ τύχοι, καὶ οὐ συμπληρωτικὸν τῆς οὐσίας οὐδὲ ἀνεπίδεκτον τοῦ ἐναντίου. καὶ ἐπὶ τοῦ μέλανος δὲ καὶ τῶν ἄλλων ὡσαύτως. διὰ τοῦτο τοίνυν τὸ πολύγωνον τοῦ τριγώνου οὐ λέγεται μᾶλλον κύκλος, ἐπειδὴ οὐδέτερον τῶν εἰρημένων ἐπιδέχεται τὸν τοῦ κύκλου ὁρισμόν. οὐδὲ μέντοι τῶν ἄλλων κύκλων ἧττον κύκλος λέγεται τὸ πολύγωνον διὰ τὸν αὐτὸν πάλιν λόγον.
“而在不接纳[该定义]的事物中,决不会有任何一物被说成比另一物更是[它]。” 他想通过这些话表达的是这层意思:他说,在能够观察到“较多”与“较少”的事物中,同一项定义必须适用于它们,然而并不是毫无偏差地适用;因为如果毫无偏差地适用,它们就不会接纳“较多”与“较少”。例如,健康的,就是与健康具有适度关系的事物;这一定义将适用于体育运动、食物、尿液以及许多其他事物。既然所有这些事物都接纳同一项定义,但并不是毫无偏差地接纳,而是运动作为保存健康的,食物作为产生健康的,尿液作为指示健康的,所以它们理所当然也接纳“较多”与“较少”;因为你会说运动比食物更健康(因为前者保存现存的健康,而后者召回已经离去的健康),而食物比尿液[更健康];因为尿液仅仅凭借其显示健康状态而在这一程度上分有健康。但是,如果在某些事物上同一项定义是毫无偏差地具有的,或者是完全不同的,这些事物就不接纳“较多”与“较少”;因为一方是完全不同的,而另一方是完全同一的,例如人与马;因为没有人会说人比马更是人,也不会说马比狗更是马,因为它们是完全不同的;但人们也不会就实体本身而言说人比人更是人,或者马比马更是马,因为它们彼此完全同一,并且毫无偏差地接纳同一项定义。但是,既然雪中的白与披风中的白接纳同一项定义,却不是毫无偏差地接纳,因而理所当然一物被说成比另一物更是[白的];因为二者并非以同样方式接纳同一项定义,雪具有白乃是作为生来固有的、充实自身实体的且不接纳相反者的属性,而披风若具有白则是出于人工技巧(如果碰巧如此),既不充实其实体,也不是不接纳相反者。在黑和其他性质上也是如此。因此,由于这个缘故,多角形并不被说成比三角形更是圆,因为上述二者都不接纳圆的定义。然而,再次出于完全相同的原因,多角形也并不被说成比其他圆更不是圆。
- 5.31οὐδὲν γὰρ τρίγωνον τριγώνου μᾶλλον καὶ ἧττον
此处省略了由上下文易于补出的谓词名词/形容词 τρίγωνον(“是三角形”)以及系词 ἐστί。承接前文“较多与较少并非属于每一种性质”,构成“没有任何三角形比三角形较多或较少[是三角形]”的比较句式。后文的 οὐδὲ κύκλος κύκλου 亦属同样的省略结构。
- 5.32δεῖ, φησίν, ἐν οἷς τὸ μᾶλλον καὶ τὸ ἧττον θεωρεῖται, ἐν τούτοις τὸν αὐτὸν ἐφαρμόζειν ὁρισμόν, οὐκ ἀπαραλλάκτως μέντοι
这是由无人称动词 δεῖ 统辖的“宾格加不定词”结构,其中 τὸν αὐτὸν... ὁρισμόν 为不定词的主语宾格,ἐφαρμόζειν 为不定词。关系从句 ἐν οἷς τὸ μᾶλλον καὶ τὸ ἧττον θεωρεῖται 在主句中由介词短语 ἐν τούτοις 复指承接,具有条件性限定意味。句末的 οὐκ ἀπαραλλάκτως μέντοι 作为方式状语修饰并限制不定词 ἐφαρμόζειν。
- 5.32τῷ σημαίνειν τὴν ὑγιεινὴν διάθεσιν
带定冠词的与格不定词 τῷ σημαίνειν 充当前述 τοσοῦτον... μόνον... μετέχουσι(“仅在如此程度上分有”)的原因、手段或考察维度(“通过指示健康状态/在指示健康状态这一点上”)。其逻辑主语为主句主语 τὰ οὖρα,τὴν ὑγιεινὴν διάθεσιν 为不定词 σημαίνειν 的直接宾语。
