- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:15.11-16.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德何以首先论述同名异义者,并列举了构成同名异义的六个条件(名称、声调、性、格、气息、词尾的同一性)。随后他探讨了引文的语法形式(复数主格配单数动词)的原因,并阐明了事物、关系与述谓之间的区分以及全书的意旨。
Προέταξε δὲ ὁ Ἀριστοτέλης ἐν τῇ διδασκαλίᾳ τὰ ὁμώνυμα, ἐπειδήπερ ἁπλούστερά εἰσι καθ’ ἓν μόνον κοινωνοῦντα, τὸ ὄνομα, καὶ ὅτι φύσει πρότερά ἐστι τὰ ὁμώνυμα τῶν συνωνύμων· τὸ γὰρ ὂν τῶν κατηγοριῶν ὁμωνύμως κατηγορεῖται καὶ οὐ συνωνύμως. οὐκ ἂν δὲ γένοιτο ὁμώνυμον, εἰ μὴ πάντα ταῦτα συνέλθωσι· ταὐτότης ὀνόματος,1 ταὐτότης τόνου, ταυτότης γένους, ταὐτότης πτώσεως, ταὐτότης πνεύματος, ταὐτότης καταλήξεως· ἐὰν γὰρ ἄλλο καὶ ἄλλο ὄνομα ᾖ, δῆλον ὅτι οὐκ ἔστιν ὁμώνυμον. εἰ δὲ τὸ αὐτὸ μὲν ὄνομα ᾖ, τόνος δὲ διάφορος, οὐδὲ τοῦτο ὁμώνυμον, οἷον ἄργος καὶ ἀργός· τὸ μὲν γὰρ παροξύτονόν ἐστι καὶ σημαίνει κύνα, τὸ δὲ ὀξύτονον καὶ σημαίνει τὸν ἀμελῆ. καὶ εἰ μὲν ἀρσενικὸν εἴη, σημαίνει, ὡς εἶπον, τὸν κύνα τοῦ Ὀδυσσέως ἢ ὄνομα ἥρωος, εἰ δὲ οὐδέτερον, σημαίνει ὄνομα πόλεως. ὁμοίως βίος καὶ βιός· βίος μὲν γὰρ βαρυτόνως ἡ ζωή, βιός δὲ ὀξυτόνως τὸ τόξον. καὶ πάλιν ἐὰν ταῦτα μὲν ᾖ, πτῶσις δὲ μὴ ᾖ ἡ αὐτή, οὐ ποιεῖ ὁμώνυμον, οἷον ὁ ἐλάτης καὶ τῆς ἐλάτης· τὸ μὲν γὰρ εὐθείας ἐστὶ καὶ σημαίνει ἡνίοχον ἢ ἄλλον τινὰ ἐλαύνοντα ἀρσενικοῦ γένους ὄν, τὸ δὲ καὶ θηλυκοῦ γένους καὶ γενικῆς πτώσεως (ἡ ἐλάτη γὰρ τῆς ἐλάτης) καὶ δένδρου ὄνομα. δέον δὲ καὶ πνεῦμα τὸ αὐτὸ ἔχειν· εἰ γὰρ διάφορον εἴη τὸ πνεῦμα, οὐκ ἔσται ὁμώνυμον, οἷον ἐπὶ τοῦ ‘οιος’· σημαίνει γὰρ καὶ τὸ μόνος, σημαίνει καὶ τὸ ὁποῖος, καὶ τὸ μὲν δασύνεται τὸ ὁποῖος, τὸ δὲ ψιλοῦται τὸ μόνος. χρεία δὲ καὶ τῆς αὐτῆς καταλήξεως. σαφὲς δὲ οἶμαι τοῦτο· τὸ γὰρ ἐλάτης καὶ ἡ ἐλάτη καταλήξει διαφέροντα οὐκ εἰσὶν ὁμώνυμα. Ζητοῦσι δέ τινες διὰ τί μὴ εἶπεν ὁμώνυμον, ἀλλὰ ὁμώνυμα. φαμὲν ὅτι τὸ ὁμώνυμον οὐκ ἔστιν ἕν (οὐ γὰρ λέγεται αὐτὸ ἑαυτῷ τι εἶναι ὁμώνυμον), ἀλλὰ πλείονα (ἄλλο γὰρ ἄλλῳ ἐστὶν ὁμώνυμον), διὸ πληθυντικῶς εἴρηκεν. ἀποροῦσι δὲ πάλιν τί δή ποτε εἶπε λέγεται, καὶ μὴ λέγονται. φαμὲν ὅτι ἐπειδὴ τὰ ὁμώνυμα εἰ καὶ πολλά εἰσιν, ἀλλ’ ὅμως καθὸ ὁμώνυμα ἓν ὑπάρχουσιν (ἓν γὰρ τὸ κατὰ πολλῶν κατηγορούμενον ὄνομα), διὰ τοῦτο ἑνικῶς εἶπε λέγεται· πληθυντικὸν γὰρ τὸ λέγονται. ἄλλως τε ἔθος Ἕλλησιν ἐπὶ τῶν οὐδετέρων ὀνομάτων τῷ ἑνικῷ ἀριθμῷ ἀντὶ πληθυντικοῦ κεχρῆσθαι ἐπὶ τῶν τρίτων προσώπων, οἷον τρέχει τὰ παιδία, ἔσφαλται τὰ βιβλία, οὐκ ἐβλάστησε τὰ δένδρα. τὴν δὲ αἰτίαν γραμματικοὶ λεγόντων.2 οὕτως οὖν κἀνταῦθα τῇ πληθυντικῇ εὐθείᾳ, λέγω δὴ τῇ ὁμώνυμα, ἑνικὸν ῥῆμα ἐπηνέχθη τὸ λέγεται. Ἰστέον δὲ ὅτι τὰ τρία ταῦτά ἐστιν ἀλλήλων διαφέροντα, ὁμώνυμα ὁμωνυμία ὁμωνύμως. ὁμώνυμα μὲν οὖν ἐστιν αὐτὰ τὰ πράγματα, ὁμωνυμία δὲ ἡ σχέσις αὐτή, καθ’ ἣν τῷ ὀνόματι κεκοινωνήκασιν, ὁμωνύμως δὲ αὐτὴ ἡ κατηγορία, ἡ κατὰ τῶν πραγμάτων ἐστίν. Ἰστέον δὲ ὅτι εὐθὺς ἐκ προοιμίων τὸν σκοπὸν τοῦ βιβλίου ἀνακηρύττει· φησὶ γὰρ ὁμώνυμα λέγεται· τῷ μὲν γὰρ εἰπεῖν ὁμώνυμα σημαίνει τὰ πράγματα, τῷ δὲ λέγεται τὰς φωνάς·3 θεωροῦνται δὲ ἐξ ἡμῶν τὰ πράγματα διὰ μέσων τῶν νοημάτων.
亚里士多德在讲授中把同名异义者置于首位,是因为它们由于仅在一点上、即在名称上相通而更为单纯,并且因为同名异义者在本性上先于同名同义者;因为“存在”是同名异义地被述归于各范畴,而非同名同义地。但若非这一切全都聚合在一起,便不会产生同名异义者:名称的同一性、声调的同一性、性的同一性、格的同一性、气息的同一性、词尾的同一性。因为如果是不同的名称,显然就不是同名异义的。而即使是相同的名称,若声调不同,这也不是同名异义的,例如 ἄργος 与 ἀργός;前者是倒数第二音节带锐音,意指狗,后者是末音节带锐音,意指疏忽怠惰者。而且若是阳性,正如我所说的,它意指奥德修斯的狗或某位英雄的名字,若是中性,则意指某座城市的名字。同样,βίος 与 βιός 也是如此;抑音的 βίος 是生命,而末音节带锐音的 βιός 则是弓。再者,即使具备了这些条件,但若格不是同一的,也不能构成同名异义者,例如 ὁ ἐλάτης 与 τῆς ἐλάτης;前者是主格,且属阳性,意指御者或别的驾车者,而后者既属阴性又是属格(因为 ἡ ἐλάτη 的属格是 τῆς ἐλάτης),且是一种树木的名字。还必须具备相同的气息;因为若气息不同,便不会是同名异义的,例如对于 οιος 而言;因为它既意指“唯一的”,也意指“何种的”,而意指“何种的”带有粗气,意指“唯一的”带有柔气。还需要相同的词尾。我认为这是显而易见的;因为 ἐλάτης 与 ἡ ἐλάτη 在词尾上不同,便不是同名异义的。 有些人探究他为何不说单数的“同名异义者”,而说复数的“同名异义者”。我们说,因为同名异义者不是一个(因为没有任何事物被说成与自身同名异义),而是多个(因为一物与另一物是同名异义的),因此他以复数表述。他们又产生疑难:究竟为何他用了单数动词“被称为”,而不用复数动词“被称为”。我们说,因为同名异义者纵然是多数,但作为同名异义者而言它们却作为一者而存在(因为述归于多数的名称是一),因此他以单数说了“被称为”;因为 λέγονται 是复数。此外,希腊人习惯于在第三人称中对中性名词使用单数而非复数,例如“孩子们在跑[单数动词]”、“书籍被篡改了[单数动词]”、“树木没有发芽[单数动词]”。至于其原因,姑且让语法学家去说吧。因此在此处,对于复数主格、即“同名异义者”,同样附加上了单数动词“被称为”。 还应当知道,这三者彼此不同:同名异义者、同名异义性、同名异义地。同名异义者是事物本身,同名异义性是它们赖以在名称上相通的关系本身,而同名异义地则是关乎事物的述谓活动本身。 还应当知道,他从开篇起就宣告了本书的主旨;因为他说“被称为同名异义的”;因为通过说“同名异义者”,他意指事物,而通过“被称为”,他意指语词;而事物是由我们通过概念的中介被考察的。
- 1.2οὐκ ἂν δὲ γένοιτο ὁμώνυμον, εἰ μὴ πάντα ταῦτα συνέλθωσι· ταὐτότης ὀνόματος
在以带有 ἄν 的希求法(γένοιτο)为主句、εἰ μή 配合虚拟法(συνέλθωσι)为条件从句之后,紧随其后的以 ταὐτότης ὀνόματος 开头的一连串主格名词短语,作为同位语对从句主语 πάντα ταῦτα 的具体内容进行逐一列举阐释。
- 1.2τὴν δὲ αἰτίαν γραμματικοὶ λεγόντων
动词 λεγόντων 是第三人称复数现在时主动语态祈使语气(典型的阿提卡方言形式),意为“让语法学家去说原因吧”,在构词上表示将该专门的语法问题搁置并推给专家探讨。
- 1.2τῷ μὲν γὰρ εἰπεῖν ὁμώνυμα σημαίνει τὰ πράγματα, τῷ δὲ λέγεται τὰς φωνάς
带冠词不定词的与格 τῷ εἰπεῖν 及其对应的并列结构 τῷ [εἰπεῖν] λέγεται 用作方式或限定与格(“通过说‘同名异义者’他意指事物,通过说‘被称为’[他意指]语词”),表明作者亚里士多德传达著作论旨的表达手段与依据。
