- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:158.5-159.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·菲洛庞努斯注解了《范畴篇》第8章10b17–10b30,确认了相反者之一若为性质则另一方亦为性质的准则,继而考察了性质及有性质者是否接纳“较多”与“较少”的疑难,并提出解决方案:由定义规定的性质自身并不接纳增强或减弱,但分有性质的有性质物体则因相反者混杂的多寡而接纳程度的差异。
" Ἔτι ἐὰν τῶν ἐναντίων θάτερον ᾖ ποιόν, καὶ τὸ λοιπὸν ἔσται ποιόν. τοῦτο δὲ δῆλον ἐκ τῶν καθ’ ἕκαστα προχειριζομένῳ1 τὰς ἄλλας κατηγορίας." Δῆλον γὰρ ὅτι ὑφ’ ἣν κατηγορίαν ἀνάγεται ἕτερον τῶν ἐναντίων, ὑπὸ ταύτην καὶ τὸ ἕτερον ἀναχθήσεται ἐκ τοῦ μὴ δύνασθαι ἡμᾶς ὑπὸ ἄλλην κατηγορίαν αὐτὸ ἀναφέρειν· τῶν γὰρ ἐναντίων τὸ αὐτὸ γένος ἐστίν.
“此外,如果相反者中的一方是有性质的,其余的一方也将是有性质的。这一点对于在具体事例中考察其他范畴的人而言是显而易见的。” 因为显而易见,相反者中的一方归于哪个范畴之下,另一方也将归于该范畴之下,这是由于我们无法将其归入另一个范畴;因为相反者的属是相同的。
"Ἐπιδέχεται δὲ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον τὰ ποιά· λευκὸν γὰρ μᾶλλον καὶ ἧττον ἕτερον ἑτέρου λέγεται." Ἕτερον παρακολούθημα τοῦ ποιοῦ τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· λευκὸν γὰρ λευκοῦ μᾶλλον λευκὸν λέγεται καὶ αὐτὸ δὲ ἑαυτοῦ λευκότερον. οὐδὲ τοῦτο δὲ πᾶσι παρακολουθεῖ. εἰκότως· εἴρηται γὰρ ὅτι ὅπου ἐναντιότης θεωρεῖται καὶ ἡ τῶν ἐναντίων μῖξις, ἐκεῖ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, ὅπου δὲ ἐναντιότης οὐκ ἔστιν οὐδὲ ἡ τῶν ἐναντίων μῖξις, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον.
“有性质者也接纳‘较多’与‘较少’;因为一物被说成比另一物‘较多’或‘较少’是白的。” 有性质者的另一伴随属性是接纳“较多”与“较少”;因为白的东西被说成比白的东西更白,而它自身也被说成比自身更白。但这也并不伴随所有情况。这很合理;因为已经说过,在考察到相反性以及相反者的混合之处,那里也有“较多”与“较少”,而在没有相反性、也没有相反者的混合之处,就没有“较多”与“较少”。
"Δικαιοσύνη γὰρ δικαιοσύνης εἰ λέγεται μᾶλλον καὶ ἧττον, ἀπορήσειεν ἄν τις." Ὅτι οὐκ ἐπὶ πάσης τῆς κατηγορίας ἁρμόσει τὸ λέγειν τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι, δῆλον ἐξ ὧν τινες περὶ ταῦτα ἀποροῦσι, μὴ βουλόμενοι δικαιοσύνην δικαιοσύνης εἶναι μᾶλλον καὶ ἧττον καὶ ὑγείαν ὑγείας καὶ τὰ τοιαῦτα. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης οὐ διήρθρωσεν ἡμῖν τὸν περὶ τούτων λόγον. ἡμεῖς δὲ περὶ αὐτῶν ταῦτά φαμεν· λέγομεν γὰρ ὅτι τὰ μὲν ποιὰ ὁμολογουμένως τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεται κατὰ τὸν εἰρημένον τρόπον, αὐτὴ μέντοι γε ἡ ποιότης ἡ λόγῳ ὁριστὴ τὸ μᾶλλον καὶ τὸ ἧττον οὐκ ἐπιδέχεται, οἷον ἡ δικαιοσύνη καὶ ἡ ὑγεία καὶ τὰ τοιαῦτα· δικαιοσύνη γὰρ δικαιοσύνης αὐτὴ καθ’ αὑτὴν οὐκ ἂν εἴη μᾶλλον καὶ ἧττον· εἰ γάρ τι μὴ ἐπιδέχοιτο τὸν τῆς δικαιοσύνης ὁρισμόν, οὐδὲ δικαιοσύνη ὅλως ἐστίν· ὥσπερ γὰρ οἷς ἐφαρμόζει ὁ τοῦ ἀνθρώπου ὁρισμός, ἄνθρωποί εἰσιν οὐδὲν ἧττον, ἐφ’ ὧν δὲ καὶ τὸ βραχύτατον τῶν ἐν τῷ ὁρισμῷ μὴ ἐφαρμόζει, οὐδὲ ὅλως ἄνθρωποί εἰσιν, ἢ τὸ λογικὸν ἢ τὸ ἐπιστήμης δεκτικὸν ὡς τοῖς ἀλόγοις ἢ τὸ θνητὸν ὡς τοῖς ἀγγέλοις, οὕτως εἴ τι μὴ ἔχοι ἀπαραλλάκτως τὸν τῆς δικαιοσύνης ὁρισμὸν ἢ τὸν τῆς ὑγείας ἤ τινος τῶν τοιούτων, οὐδὲ δικαιοσύνη τὸ τοιοῦτόν ἐστιν οὐδὲ ὑγεία οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν. τὰ μέντοι γε ποιὰ ταῦτα τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεται, πρὸς ὃ2 ἕκαστον μετέχει τῆς ποιότητος εἴτε πλέον εἴτε ἔλαττον· τὸν γὰρ πλέον τῆς λευκότητος μετεσχηκότα ἢ τοῦ μέλανος μᾶλλον λευκὸν λέγομεν τοῦ πλέον μετεσχηκότος μελανίας ἢ λευκότητος. ὁμοίως δὲ καὶ δίκαιον μᾶλλον λέγομεν τὸν πλείονα τὴν πρὸς τὸ δίκαιον κοινωνίαν σπασάμενον καὶ ὑγιεινὸν τὸν ἄλλου μᾶλλον μετεσχηκότα τῆς ὑγείας, καὶ ἐπὶ πάντων τῶν τοιούτων ὁμοίως· ὥσπερ γὰρ τῆς ἐν πυρὶ θερμότητος οὐχ ὁμοίως πάντες οἱ περιεστηκότες, εἰ τύχοι, μεταλαμβάνουσιν, ἀλλ’ οἱ μὲν ἐγγυτέρω μᾶλλον, ὅσῳ καὶ πλείονος ἀντιλαμβάνονται τῆς αὔρας, οἱ δὲ πορρωτέρω ἧττον, καίτοι τῆς τοῦ πυρὸς θερμασίας μιᾶς καὶ τῆς αὐτῆς οὔσης, οὕτω καὶ ἐπὶ πασῶν τῶν ποιοτήτων οἴεσθαι χρὴ ὅτι αὗται μὲν καθ’ ἑαυτὰς ἀνεπίτατοί εἰσι καὶ ἀνάνετοι,3 ἐν ὑποκειμένοις δὲ γινόμεναι τοῖς σώμασιν, ἐν οἷς καὶ πεφύκασι μίγνυσθαι, ἢ ἐπιτείνονται ἢ ἀνίενται τῇ τῶν ἐναντίων πλεῖον ἢ ἔλαττον ἐπιμίξει.
“因为正义是否被说成比正义‘较多’和‘较少’,有人可能会提出疑难。” 说接纳“较多”与“较少”并不适合整个范畴,这一点从某些人围绕这些问题提出疑难中可以看得很清楚,他们不愿承认正义比正义有较多和较少,健康比健康有较多和较少,以及诸如此类的情况。但是亚里士多德并未向我们清晰分节阐明关于这些的论述。我们则就它们陈述如下:因为我们说,有性质者固然公认依照所说的方式接纳“较多”与“较少”,然而由定义所规定的性质本身,例如正义和健康以及诸如此类的东西,却不接纳“较多”与“较少”;因为正义就其自身而言,绝不可能比正义有较多和较少;因为如果某物不接纳正义的定义,它甚至根本就不是正义;因为正如凡符合人的定义的事物不折不扣地是人,而凡在定义中哪怕极其微小的特征不符合的事物——例如像在无理性者中不符合“理性的”或“可接纳知识的”,或者像在天使中不符合“必死的”——就根本不是人,同样,如果某物未能毫无偏差地具备正义的定义、或健康的定义、或诸如此类的任何东西的定义,这样的事物就既不是正义,也不是健康,也不是此类事物中的任何其他东西。然而,这些有性质者确实接纳“较多”与“较少”,这取决于每一事物分有该性质或多或少;因为比起分有黑多于分有白的人,我们把分有白多于分有黑的人称为更白的。同样,我们把吸收了与正义有更多交通的人称为更公正的,把比别人更多分有健康的人称为〔更〕健康的,在所有此类事物上也是如此;因为正如围站在四周的所有人,譬如说,并非同样分享火中的热度,而是较近的人分享得较多,正如他们接收到较多的气息(热气)一样,较远的人分享得较少,尽管火的热度是单一且同一的,所以在一切性质上也必须认为,它们就自身而言是不可增强且不可减弱的,但当它们处于底层的物体中——即它们自然适应于在其中混合的物体中——时,它们便由于相反者或多或少的混杂而被增强或被减弱。
- 5.28προχειριζομένῳ
判断者与格(参考与格)。表示审查或考查其他范畴的人所处的立场。
- 5.30πρὸς ὃ
介词短语 πρὸς ὅ 作状语用,意为“按照……的程度”或“依其……的比例”。
- 5.30ἀνεπίτατοί εἰσι καὶ ἀνάνετοι
带否定前缀 ἀ- 的复合形容词表语,对应于 ἐπίτασις(增强)与 ἄνεσις(减弱),意为“不可被增强且不可被减弱的”。
