- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:156.5-158.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞回应了在亚里士多德列出的四种性质之外是否存在其他形式的疑问,梳理了性质与有性质者之间的命名关系(派生名、同名及无名现象),并探讨了接纳相反性作为性质特有属性的适用及其界限。
" Ἴσως μὲν οὖν καὶ ἄλλος ἄν τις φανείη τρόπος ποιότητος, ἀλλ’ οἵ γε μάλιστα λεγόμενοι σχεδὸν οὗτοί εἰσι." Παραδοὺς ἡμῖν τὰ τέσσαρα τῆς ποιότητος εἴδη ἐπάγει τὸ συμπέρασμα καί φησιν ὅτι οὗτοι οἱ τρόποι τῆς ποιότητος. βουλόμενος δὲ ἡμᾶς μὴ ἐπαναπαύεσθαι τοῖς παρ’ αὐτοῦ λεγομένοις μηδὲ ἀργοὺς μένειν καὶ ἑτεροκινήτους, ἀλλ’ ἔχειν τι αὐτοκίνητον καὶ ἡμᾶς αὐτοὺς καὶ ζητεῖν,1 φησὶν ὅτι ἴσως ἂν φανείη καὶ ἄλλος τρόπος ποιότητος. οὐκ ἔστι δὲ κατὰ ἀλήθειαν ἕτερος παρὰ τοὺς παραδεδομένους τρόπους, ὡς ἥ τε διαίρεσις ἔδειξε καὶ ἡ τῶν παλαιοτέρων καὶ ἐμφρόνων ἀνδρῶν ζήτησις.
“因此,也许性质的另一种方式也可能显现出来,但最常被说到的差不多就是这些。” 在向我们传授了性质的四种形式之后,他引出结论并说,性质的诸方式就是这些。但他希望我们不要仅仅满足于他所说的话,也不要保持懒散和受外物驱动,而是希望我们自己也具有某种自发驱动性并进行探求,因而他说也许性质的另一种方式也可能显现出来。然而事实上,除了所传授的那些方式之外,并没有别的方式,正如划分法以及古代有识之士的探求所表明的那样。
"Ποιότητες μὲν οὖν εἰσιν αἱ εἰρημέναι, ποιὰ δὲ τὰ κατὰ ταύτας παρωνύμως λεγόμενα." Διαλεχθεὶς περὶ τῆς ποιότητος νῦν περὶ τοῦ ποιοῦ διαλέγεται· καὶ γὰρ περὶ ἀμφοτέρων τὴν ἐπιγραφὴν ἐποιήσατο. ποιότητες μὲν οὖν εἰσιν οἷον ἡ λευκότης ἡ μελανία καὶ τὰ τοιαῦτα, ποιὸν δὲ τὸ μετέχον τῶν ποιοτήτων, οἷον τὸ λευκὸν σῶμα καὶ τὰ τοιαῦτα. καὶ αἱ μὲν ποιότητες μετέχονται, τὰ δὲ ποιὰ μετέχει. παρωνύμως δὲ τὰ ποιὰ ἀπὸ τῶν ποιοτήτων λέγονται, ὡς πολλάκις εἴρηται. οὐ πάντα δὲ παρωνύμως ἀπ’ αὐτῶν λέγεται, ἀλλά τινα καὶ ὁμωνύμως, ἢ οὐδὲ ὅλως ἀπ’ αὐτῶν ὀνομάζεται· διὰ τοῦτο γὰρ καὶ εἶπεν ἢ ὁπωσοῦν.
“因此,性质就是所说过的那些,而有性质者则是依照这些以同源派生名被说到的事物。” 在论述了性质之后,他现在论述有性质者;因为他确实把标题定为关于这两者。因此,性质例如是白、黑以及诸如此类的东西,而有性质者则是分有诸性质的事物,例如白的物体以及诸如此类的东西。性质是被分有的,而有性质者则是分有者。正如屡次所说的那样,有性质者是从性质以同源派生名被说到的。但并非所有事物都从它们以同源派生名被说到,而是有些甚至是以同名被说到的,或者根本不从它们得名;正是因此,他也说了“或者以无论何种方式”。
"Ἐπὶ μὲν οὖν τῶν πλείστων καὶ σχεδὸν ἐπὶ πάντων παρωνύμως λέγεται." Ἐπειδὴ ἐν τῇ ἀρχῇ τοῦ λόγου τοῦ περὶ ποιότητος εἶπεν ἐκείνην εἶναι ποιότητα ἀφ’ ἧς παρωνύμως τὰ μετέχοντα2 ὀνομάζεται, ὁλοσχερέστερον ἀποφηνάμενος περὶ αὐτῆς καὶ οὐκ ἀκριβῶς (οὐ γὰρ πάσῃ παρακολουθεῖ τοῦτο ποιότητι), νῦν ἀναλαμβάνει τὸν λόγον καὶ ἀκριβέστερον ἀποφαίνεται ὅτι ἐπὶ μὲν τῶν πλείστων ἀληθὴς ὁ λόγος τὸ παρωνύμως ἀπὸ τῆς ποιότητος ὀνομάζεσθαι τὰ μετέχοντα (ἀπὸ γὰρ τῆς λευκότητος ὁ λευκὸς λέγεται καὶ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικός), ἐπ’ ἐνίων δὲ ποιοτήτων διὰ τὸ μὴ κεῖσθαι ὀνόματα ταῖς ποιότησιν οὐ λέγεται παρωνύμως ἀπ’ αὐτῶν τὰ μετέχοντα. τοῦτο δὲ συμβέβηκεν ἐπὶ τοῦ δευτέρου εἴδους τῆς ποιότητος, τοῦ κατὰ δύναμιν καὶ ἀδυναμίαν· οὔτε γὰρ ὁ δρομικὸς οὔτε ὁ πυκτικός, οἱ φυσικήν τινα ἐπιτηδειότητα ἐν τούτοις ἔχοντες, παρωνύμως ἀπὸ τούτων τῶν δυνάμεων λέγονται· οὐδὲ γὰρ κεῖται ὀνόματα ταῖς δυνάμεσι ταύταις διὰ τὸ τὴν συνήθειαν τοῖς τελείοις τῶν πραγμάτων καὶ κατ’ ἐνέργειαν οὖσιν ἐσπουδακέναι θεῖναι τὰ ὀνόματα· τὸ γὰρ πυκτικὸς ἢ δρομικὸς ἀπὸ τῶν κατ’ ἐνέργειαν ἐπιστημῶν, τῆς τε πυκτικῆς λέγω καὶ δρομικῆς, ὀνομάζονται. καὶ τί λέγω ἐπὶ τῶν δυνάμεων αἷς οὐ κεῖται ὀνόματα, ὅπου γε καὶ ἐπί τινων ποιοτήτων ἐχουσῶν ὀνόματα οὐ λέγεται ἀπ’ αὐτῶν παρωνύμως τὰ μετέχοντα; ἀπὸ γὰρ τῆς ἀρετῆς οὐ λέγεται ὁ μετέχων ἐνάρετος ἀλλὰ σπουδαῖος. ἐνίοτε δὲ καὶ ὁμωνύμως ἀπὸ τῶν ποιοτήτων λέγονται τὰ μετέχοντα, ὡς ἀπὸ τῆς γραμματικῆς ἡ γραμματικὴ γυνὴ καὶ ἀπὸ τῆς μουσικῆς ἡ μουσική. διό, ὡς εἶπον, ἀκριβέστερον ἡμῖν τὸν λόγον παραδιδοὺς ἐνταῦθα τῆς ποιότητος προσέθηκε τὸ ἢ ὁπωσοῦν ἄλλως ἀπ’ αὐτῶν.
“因此,在绝大多数情况下,且几乎在所有情况下,它们都是以同源派生名被说到的。” 既然在关于性质的论述之初,他说分有者从其以同源派生名得名的东西就是性质,从而对性质做出了较为粗略而非精确的陈述(因为这并非伴随每一种性质),所以他现在重拾这一论述,并更精确地指出:分有者从性质以同源派生名得名,这一说法在绝大多数情况下是真实的(因为从白性说出白人,从文法学说出文法家),但在某些性质的情况下,由于没有为这些性质设立名称,分有者便不从它们以同源派生名被说到。这种情况发生在性质的第二种形式,即依照潜能与无潜能的形式中;因为无论善跑者还是善拳击者,尽管在这方面具有某种自然禀赋,却并不从这些潜能以同源派生名被说到;因为确实没有为这些潜能设立名称,这是由于习俗一向热衷于为完全的、处于现实态的事物确立名称;因为“拳击者”或“奔跑者”是从现实态的专门知识——我是指拳击术和跑步术——得名的。而且何必谈论那些未被确立名称的潜能呢,既然即使在某些具有名称的性质上,分有者也不从它们以同源派生名被说到?因为分有者并不从德性被称为有德者,而是被称为贤能者。有时,分有者甚至从性质以同名被说到,例如从文法学说出懂文法的妇女,从音乐说出懂音乐的妇女。因此,正如我所说,为了在这里向我们传授关于性质的更精确的陈述,他添加了“或者以无论何种其他方式从它们”这句话。
"Ὑπάρχει δὲ καὶ ἐναντιότης κατὰ τὸ ποιόν, οἷον δικαιοσύνη ἀδικίᾳ ἐναντίον καὶ λευκότης μελανίᾳ." Ἐπὶ τὸ ἴδιον τῆς ποιότητος μέτεισι τῷ αὐτῷ κανόνι τῆς διδασκαλίας κεχρημένος ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν. φησὶν οὖν ἴδιον ποιότητος τὸ ἐπιδέχεσθαι ἐναντιότητα. εἰκότως· κυρίως γὰρ ἡ ἐναντιότης περὶ τὴν ποιότητα θεωρεῖται· καὶ γὰρ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν ἡ ἐναντιότης κατὰ τὴν ποιότητα ἐθεωρεῖτο· καὶ γὰρ ἡ οὐσία διὰ ταύτην τῶν ἐναντίων ἐστὶ δεκτικὴ καὶ τῶν πρός τι τὰ ἐπιδεχόμενα τὴν ἐναντίωσιν ἐκ τῆς τοῦ ποιοῦ ἐλαμβάνοντο κατηγορίας.3 κυρίως μὲν οὖν, ὡς ἔφθην εἰπών, ἡ ἐναντιότης περὶ τὴν ποιότητα θεωρεῖται. οὐκ ἐν πάσῃ δὲ τῇ ποιότητί ἐστιν ἐναντιότης· ταῖς γὰρ μεταξὺ τῶν ἐναντίων ποιοτήτων ποιότησιν οὐδέν ἐστιν ἐναντίον, οἷον τῷ πυρρῷ ἢ τῷ ὠχρῷ ἢ τοῖς τοιούτοις. ἀλλ’ οὐδὲ τοῖς σχήμασιν οὐδέν ἐστιν ἐναντίον, τῷ τριγώνῳ λέγω καὶ τῷ κύκλῳ καὶ τοῖς τοιούτοις. ὁμοίως δὲ καὶ τοῖς ποιοῖς ὑπάρχει ἐναντιότης· λέγεται γὰρ τὸ λευκὸν τῷ μέλανι ἐναντίον καὶ τὸ θερμὸν τῷ ψυχρῷ.
“依有性质者也存在着相反性,例如正义与不义相反,白与黑相反。” 他运用与其他范畴相同的教学准则,转而探讨性质的特有属性。因此他说,接纳相反性是性质的特有属性。这很合理;因为严格意义上的相反性是在性质领域中被考察的;因为在其他范畴中,相反性也是依照性质而被考察的;实体也是由于性质才成为相反者的接纳者,而在关系者中接纳相反性的那些事物,也是从有性质者的范畴中取来的。因此,正如我先前所说,严格意义上的相反性是在性质领域中被考察的。然而相反性并非存在于一切性质中;因为对于相反诸性质之间的中间性质,没有任何东西与之相反,例如对于红黄、苍白或诸如此类的东西。而且对于各种图形,我是指对于三角形、圆以及诸如此类的东西,也没有任何东西与之相反。同样,相反性也属于有性质者;因为白的事物被说成与黑的事物相反,热的事物与冷的事物相反。
- 5.24ἀλλ’ ἔχειν τι αὐτοκίνητον καὶ ἡμᾶς αὐτοὺς καὶ ζητεῖν
与连词 ἀλλά 相接的不定式 ἔχειν 的逻辑主语为宾格短语 καὶ ἡμᾶς αὐτούς,在句法上受前文分词 βουλόμενος 统辖。τι αὐτοκίνητον 作为 ἔχειν 的宾语(“具有某种自发驱动性”),后接并列的不定式 καὶ ζητεῖν(“并进行探求”)。
- 5.26καὶ τί λέγω ἐπὶ τῶν δυνάμεων αἷς οὐ κεῖται ὀνόματα, ὅπου γε καὶ ἐπί τινων ποιοτήτων ἐχουσῶν ὀνόματα οὐ λέγεται ἀπ’ αὐτῶν παρωνύμως τὰ μετέχοντα;
此处采用修辞性的层递反问句式“καὶ τί λέγω ἐπί... ὅπου γε καί...”(“何必谈论……,既然即便……也……”)。关系代词 αἷς 作为与格间接宾语依附于 οὐ κεῖται ὀνόματα(“没有被确立名称”),而 ὅπου γε 从句则引入了更有力的反例:即有些性质虽有名称,其分有者却仍不以派生名得名。
- 5.27τῶν πρός τι τὰ ἐπιδεχόμενα τὴν ἐναντίωσιν ἐκ τῆς τοῦ ποιοῦ ἐλαμβάνοντο κατηγορίας
属格 τῶν πρός τι(“在关系者之中”)属于表示整体的部分属格,修饰作为主语的带冠词分词短语 τὰ ἐπιδεχόμενα τὴν ἐναντίωσιν(“接纳相反性的那些事物”)。谓语动词 ἐλαμβάνοντο 为未完成过去时被动语态,意为从性质范畴“被取来”。
