← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§150.1-152.19

被动性质与质的第四种图形及形态

斐洛波诺斯针对亚里士多德《范畴篇》第8章,阐述了身体与灵魂中被动性质与短暂情状的区别,继而讨论质的第四种(图形与形态),并根据点、线、面、立体的几何维度解释了它们在承受性质上的层级差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.15

" Ὅτι μὲν οὖν γίνονται διὰ πάθος πολλαὶ μεταβολαὶ χρωμάτων, δῆλον." Εἰπὼν τὰ χρώματα παθητικὰς ποιότητας εἶναι τῷ ἀπὸ πάθους ἐγγίνεσθαι αὐτάς,1 κατασκευάζει καὶ δείκνυσιν οὕτως ἔχον.

“因此,由于情状而产生许多颜色的变化,这是显而易见的。” 在说明颜色由于从情状中产生而属于被动性质之后,[亚里士多德]确立并证明了情况确是如此。

§5.16

"Ὅσα μὲν οὖν τῶν τοιούτων συμπτωμάτων." Τὰ χρώματα συμπτώματα εἶπεν εἶναι διὰ τὸ ἄλλοις πάθεσιν ἐπισυμβαίνειν, ὡς τῇ μακρᾷ νόσῳ ἕπεται ἡ ὠχρίασις. ἔστι δὲ καί τι χρῶμα οὐσιῶδες, ὡς τὸ λευκὸν τῷ ψιμμυθίῳ ἢ τῇ χιόνι καὶ τὸ ἐρυθρὸν τῷ αἵματι καὶ τὸ μέλαν ἐν τῷ τῆς σηπίας χυμῷ.

“那么,在诸如此类的伴随征象中,凡是,”他之所以说颜色是伴随征象,是因为它们随附于其他情状而发生,如同面色苍白伴随着久病一样。但也存在某种本质的颜色,例如铅白或雪中的白色,血液中的红色,以及乌贼墨汁中的黑色。

§5.17

"Ὁμοίως γὰρ ποιοὶ κατὰ ταύτας λεγόμεθα." Ποιότης καθ’ ἣν ποιοί τινες εἶναι λέγονται·2 εἰ οὖν οὐ λέγονται ποιοὶ ἀπὸ τῶν εὐαποβλήτων παθῶν, δῆλον ὅτι οὐδὲ ποιότητες ταῦτα λέγονται.

“因为我们同样根据这些而被称作具有某种性质的。” 质就是[人们]依其而被称作具有某种性质的东西;因此,如果他们不根据容易消退的情状而被称作具有某种性质的,显然这些也就不能被称为质。

§5.18

"Ὁμοίως δὲ τούτοις καὶ κατὰ τὴν ψυχὴν παθητικαὶ ποιότητες καὶ πάθη λέγονται." Οὐ μόνον γὰρ περὶ τὸ σῶμα θεωροῦνται αἱ παθητικαὶ ποιότητες καὶ τὰ πάθη, ἀλλὰ καὶ περὶ τὴν ψυχήν.

“与这些相似,关于灵魂也同样谈到被动性质和情状。” 因为被动性质与情状不仅在身体方面被考察,而且在灵魂方面也被考察。

§5.19

"Ὅσα τε γὰρ ἐν τῇ γενέσει εὐθὺς ἀπό τινων παθῶν δυσκινήτων γεγένηται, ποιότητες λέγονται." Ὥσπερ γὰρ ἡ ἐν τῷ Αἰθίοπι μελανία ἐκ γενετῆς οὖσα παθητικὴ ποιότης λέγεται, οὕτως καὶ ἡ ἐκ γενετῆς ἔκστασις καὶ ἡ ὀργὴ παθητικὴ ποιότης λέγεται.

“因为凡是刚一出生就由某些难以变动的情状所造成的,都被称为性质。” 正如埃塞俄比亚人身上的黑色因属先天而被称作被动性质一样,先天的疯狂和易怒也同样被称作被动性质。

§5.20

"Ὁμοίως δὲ καὶ ὅσαι ἄλλαι ἐκστάσεις μὴ φυσικαί, ἀλλ’ ἀπό τινων ἄλλων συμπτωμάτων γεγένηνται." Πάλιν ὥσπερ ἡ ἀπὸ μακρᾶς νόσου γενομένη ἄχροια λέγεται παθητικὴ ποιότης, οὕτως καὶ ἡ ἀπό τινος συμπτώματος ἔκστασις ἢ ἄλλο τι τοιούτων παθητικὴ ποιότης λέγεται.

“同样,凡是非自然的、而是由某些其他伴随征象所造成的其他失常狂乱也是如此。” 这里再次如同由久病造成的面色无华被称作被动性质一样,由某种伴随征象所造成的疯狂狂乱或诸如此类的其他事物也被称作被动性质。

§5.21

"Τέταρτον δὲ γένος ποιότητος σχῆμά τε καὶ ἡ περὶ ἕκαστον ὑπάρχουσα μορφή." Τέταρτον τοῦτο εἶδος ποιότητος. γένος δὲ πάλιν φησὶν ἀντὶ τοῦ εἶδος. ἔστι δὲ σχῆμα καὶ μορφή. ἐπὶ πλέον δὲ τὸ σχῆμα τῆς μορφῆς·3 πᾶσα γὰρ μορφὴ καὶ σχῆμα καὶ μορφὴν ἔχει, οὐ πᾶν δὲ τὸ ἔχον σχῆμα καὶ μορφὴν ἔχει. διὰ τοῦτο γὰρ προέταξε τὸ σχῆμα τῆς μορφῆς, ἐπειδὴ κυριώτερον καὶ καθολικώτερον. ἐλέγετο δὲ καὶ πρώην ὅτι τὸ μὲν σχῆμα ἐπὶ ἀψύχων θεωρεῖται ἢ φανταστῶν, ἡ δὲ μορφὴ ἐπὶ ἐμψύχων ἤτοι φυσικῶν, καὶ ὅτι εἰ καὶ ἐπὶ ἀψύχων ποτὲ φέροιμεν τὸ τῆς μορφῆς ὄνομα, καταχρηστικώτερον τοῦτο ποιοῦμεν διὰ τὸ μιμήματα εἶναι τῶν ἐμψύχων. καὶ ταῦτα δὲ ποιότητες εἰκότως, ἐπειδὴ διάκεινταί πως κατὰ ταῦτα τὰ μετέχοντα καὶ ἀπ’ αὐτῶν ὀνομάζεται.

“质的第四个属是图形以及存在于每个事物周围的形态。” 这是质的第四个种。他再次用“属”代替“种”。而它是图形与形态。但图形的外延比形态更广;因为凡是形态也都具有图形,但并非凡具有图形者都具有形态。正因如此,他才把图形置于形态之前,因为图形更为主要且更为普遍。前日也曾说过,图形见于无生物或想象之物,而形态见于有生命之物即自然物;即使我们有时把形态的名称加于无生物,这也是更为借用地这样做,因为它们是有生命之物的模仿。而这些理所当然也是质,因为分有它们的事物依它们而处于某种状态,并从它们得名。

§5.22

"Ἔτι δὲ πρὸς τούτοις εὐθύτης καὶ καμπυλότης, καὶ εἴ τι τούτοις ὅμοιόν ἐστι." Ἀπὸ γὰρ εὐθύτητος παρωνύμως εὐθεῖα γραμμὴ λέγεται, ἀπὸ δὲ τῆς καμπυλότητος ἡ καμπύλη, καὶ ἔστι πάθη τῆς γραμμῆς ἡ εὐθύτης καὶ ἡ καμπυλότης· ἰστέον γὰρ ὅτι τεσσάρων τούτων ὄντων ἐφεξῆς ἀλλήλοις,4 τοῦ τε σημείου καὶ τῆς γραμμῆς καὶ τῆς ἐπιφανείας καὶ τοῦ σώματος, τὸ μὲν σημεῖον ἅτε ἀμερὲς ὂν οὔτε πάθος ἀνεδέξατο οὔτε σχῆμα, πολλῷ δὲ πλέον οὐδὲ μορφήν, ἡ δὲ γραμμὴ μίαν ἔχουσα διάστασιν πάθος μόνον ἀνεδέξατο (ἢ γὰρ καμπύλη ἐστὶν ἢ εὐθεῖα ἢ εἴ τις ἄλλη λέγεται), ἡ δὲ ἐπιφάνεια δύο διαστάσεις ἔχουσα, τήν τε κατὰ μῆκος λέγω καὶ πλάτος, καὶ πάθος ἀνεδέξατο καὶ σχῆμα. πάθη μὲν οὖν ἐστι τῆς ἐπιφανείας τὸ στενόν τε καὶ τὸ πλατύ, σχήματα δὲ τρίγωνον ἢ τετράγωνον καὶ ὅσα τοιαῦτα· διότι γὰρ πᾶσα ἐπιφάνεια ὑπὸ γραμμῶν περιέχεται (ἐπιφανείας γάρ, φησὶν Εὐκλείδης, πέρατα γραμμαί), διὰ τοῦτο εἰκότως καὶ σχήματα ἀνεδέξατο· τὰ γὰρ σχήματα ἐκ γραμμῶν σύγκειται. τὸ μέντοι σῶμα τὰς τρεῖς ἔχον διαστάσεις, τήν τε κατὰ μῆκος καὶ βάθος καὶ πλάτος, καὶ πάθη ἀνεδέξατο καὶ σχήματα καὶ μορφάς· πάθη μὲν τὸ παχύ τε καὶ λεπτόν, σχήματα δὲ διότι ἢ κυβικόν ἐστιν ἢ κυλινδρικὸν ἤ τι τοιοῦτον. ἀλλὰ δὴ καὶ μορφὴν ἐπιδέχεται τὸ ἔμψυχον σῶμα.

“此外,还有直线性和弯曲性,以及任何与这些相似之物。” 因为由直线性而以同源派生的方式被称为直线,由弯曲性而被称为曲线,而直线性与弯曲性是线的情状。应当知道,在这四者依次存在——即点、线、面、立体——的过程中,点作为无部分之物,既不接纳情状也不接纳图形,更不用说形态了;具有一维的线仅接纳情状(因为线要么是弯曲的,要么是直的,或者被称作别的什么);而具有二维(即长与宽)的面,则既接纳情状也接纳图形。狭窄与宽阔是面的情状,而三角形或四边形以及所有此类事物则是图形;因为任何面都被线所包围(欧几里得说:面的界限是线),正因如此,面理所当然也接纳了图形,因为图形是由线构成的。然而,具有长、深、宽这三维的立体,则接纳了情状、图形和形态:厚与薄是情状,而〔接纳〕图形则是因为它是立方形的或圆柱形的或诸如此类的。不仅如此,有生命的立体还接纳形态。

语法注4 条
  1. 5.15Εἰπὼν τὰ χρώματα παθητικὰς ποιότητας εἶναι τῷ ἀπὸ πάθους ἐγγίνεσθαι αὐτάς

    带冠词不定式短语 τῷ ἀπὸ πάθους ἐγγίνεσθαι αὐτάς 作原因与格,修饰前面的 εἶναι,解释颜色被称为被动性质的原因。宾格代词 αὐτάς 是不定式 ἐγγίνεσθαι 的逻辑主语,指代前面的 τὰ χρώματα。

  2. 5.17Ποιότης καθ’ ἣν ποιοί τινες εἶναι λέγονται·

    这是对亚里士多德在《范畴篇》第8章(8b25)给出的质的定义(质是人们据以被称为具有某种性质的东西)的省略式重述。Ποιότης 之后省略了系动词 ἐστί,关系代词 καθ’ ἣν 引导修饰 Ποιότης 的关系从句,并作为后文条件推论(εἰ οὖν...)的前提。

  3. 5.21ἐπὶ πλέον δὲ τὸ σχῆμα τῆς μορφῆς

    介词短语 ἐπὶ πλέον 作表语,表示“外延更广”。属格 τῆς μορφῆς 是比较属格,后文的 πᾶσα γὰρ μορφὴ... 则证明了这一形态必然蕴涵图形而反之不然的包容关系。

  4. 5.22τεσσάρων τούτων ὄντων ἐφεξῆς ἀλλήλοις

    属格独立结构。句中的 τοῦ τε σημείου καὶ τῆς γραμμῆς καὶ τῆς ἐπιφανείας καὶ τοῦ σώματος 作为同格属格具体列举了 τεσσάρων τούτων 的四项内容。这一连续顺序(点、线、面、立体)构成了主句中依次展开各项所能接纳的属性(情状、图形、形态)的骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:150.1-152.19