- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:152.20-154.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德何以将稀疏、浓密、粗糙与光滑归入位置范畴而非质范畴,指出这是针对初学者并仅就人工的稀疏与浓密而言的;同时阐明在《物理学》中自然的稀疏化与浓密化是真正的质,并驳斥了将水转化为空气视为粒子细分的观点。
" Τὸ δὲ μανὸν καὶ τὸ πυκνὸν καὶ τὸ τραχὺ καὶ τὸ λεῖον δόξειε μὲν ἂν ποιόν τι σημαίνειν, ἔοικε δὲ ἀλλότρια τὰ τοιαῦτα εἶναι τῆς περὶ τὸ ποιὸν διαιρέσεως· θέσιν γάρ τινα μᾶλλον φαίνεται τῶν μορίων ἑκάτερον δηλοῦν.1" Διότι γὰρ διάκειταί πως κατὰ τὴν μάνωσιν ἢ τὴν πύκνωσιν καὶ τὴν τραχύτητα καὶ τὴν λειότητα καὶ ἀπ’ αὐτῶν ὀνομάζεται τὰ μετέχοντα, δόξαν τινὰ ἔχουσι ποιοτήτων, οὐκ ἀληθὲς δὲ τοῦτο, ὑπὸ τὸ κεῖσθαι δὲ μᾶλλον ἀναχθήσεται· θέσιν γάρ τινα σημαίνουσι· πυκνὸν γάρ ἐστιν οὗ τὰ μόρια σύνεγγυς κεῖται ὡς μὴ δύνασθαι δέξασθαι ἑτερογενὲς σῶμα, μανὸν δὲ τὸ διεστηκότα ἔχον τὰ μόρια ὡς δύνασθαι δέξασθαι ἑτερογενὲς σῶμα. πάλιν λεῖον λέγομεν τὸ ἴσα ἀλλήλοις ἔχον τὰ μόρια καὶ ἴσως ἐξέχοντα, τραχὺ δὲ τὸ ἄνισα ἀλλήλοις κατὰ τὰς ἐξοχὰς ἔχον τὰ μόρια, οἷον λεῖον μὲν τὸ μῆλον (ὁμαλὴ γὰρ τούτου ἐστὶν ἡ ἐπιφάνεια), τραχὺ δὲ τὸ πρόσωπον, διότι ἐξ ἀνωμάλων καὶ ἀνίσων σύγκειται μορίων, στόματος καὶ ῥινὸς καὶ ὀφθαλμῶν καὶ τῶν λοιπῶν τῶν μὲν προπετῆ ἐχόντων τὴν θέσιν τῶν δὲ κοίλην· οὐκοῦν θέσιν τινὰ μᾶλλον φαίνεται τὰ μόρια αὐτῶν δηλοῦντα. καὶ τὸ μὲν τραχὺ καὶ τὸ λεῖον ὁμολογουμένως ὑπὸ τὸ κεῖσθαι ἀνάγονται διὰ τὰς εἰρημένας αἰτίας, μανὸν δὲ καὶ πυκνὸν ἐνταῦθα μόνον ἔλαβε τὸ ἐξ ἐπιτεχνήσεως· τοῦτο γάρ ἐστι τὸ ὑπὸ τὸ κεῖσθαι ἀναγόμενον, οἷον εἴ τις τὸν ἱμάντα ἐκτείνας μανὸν ποιήσει· οὐ γὰρ ὅλος δι’ ὅλου μανοῦται, ἀλλὰ τινων μορίων αὐτοῦ ἡ θέσις ἀμείβεται τῷ μᾶλλον ἀφεστηκέναι ἀλλήλων. πάλιν εἴ τις τὴν χεῖρα πληρώσειε καρύων, τὸ ἐκ πάντων σῶμα μανὸν λέγεται παρὰ τὸ μὴ ἓν εἶναι· μανὸν γὰρ λέγεται τὸ μὴ ἓν ὄν. ὁμοίως δὲ καὶ τὸ πυκνόν· ἐὰν γὰρ νοήσωμεν τὰ κάρυα συντεθρυμμένα, τὸ ἐκ πάντων σῶμα πυκνὸν ἔσται. καὶ πάλιν εἴ τις τὸν πόκον τῶν ἐρίων συνεσφιγμένον καὶ πεπυκνωμένον διαξαίνων ἀραιὸν ποιήσει, μανὸν λέγομεν. καὶ ταύτην μὲν τὴν τεχνικὴν μάνωσιν ἢ πύκνωσιν ὑπὸ τὸ κεῖσθαι εἰκότως ἐνταῦθα ἀνάγει ὡς πρὸς εἰσαγομένους διαλεγόμενος, διότι κατὰ τὴν τῶν μορίων θέσιν ἢ πυκνὰ ἢ ἀραιὰ ταῦτα λέγονται. οὐκ εἰσὶ δὲ ποιότητες, μήτε φυσικὴν ἔχοντα τὴν μάνωσιν ἢ πύκνωσιν μηδὲ ὅλα δι’ ὅλων ἢ πυκνὰ ὄντα ἢ μανά, ἀλλὰ κατὰ μόνην τὴν τῶν μορίων θέσιν, οὐχὶ δὲ καὶ αὐτῶν τῶν μορίων ἀναδεξαμένων τὴν ὁμοίαν τῷ ὅλῳ μάνωσιν. Ἐν δὲ τῇ Φυσικῇ ἀκροάσει ποιότητα εἶναι βούλεται τὴν φυσικὴν μάνωσιν ἢ πύκνωσιν τὴν περὶ ἓν καὶ τὸ αὐτὸ καταγινομένην ὑποκείμενον· οἷον τὸ ὕδωρ φυσικὴν ἔχον πυκνότητα καὶ ὅλον δι’ ὅλου ἑαυτοῦ πυκνὸν ὂν ἐὰν ταύτην ἀποβαλὸν ἀραιωθῇ, ἀὴρ γίνεται, διὸ τὸ ξεστιαῖον ὕδωρ ποιήσειε τυχὸν δεκαξεστιαῖον ἀέρα. καὶ τοῦτο γίνεται οὐκ εἰς μικρὰ μόρια τοῦ ὕδατος κατακερματιζομένου, ὥσπερ εἴ τις κονιορτοῦ τὴν χεῖρα πληρώσας ῥίψειεν ἐν ἀέρι καὶ πλεῖστον καταλάβοι τόπον ὁ κονιορτὸς τῷ ἐξηπλῶσθαι τὰ μόρια αὐτοῦ, ἐπεὶ εἰ τοῦτο ἦν, ἔδει καὶ ἡμᾶς εἰς μικρὰ διασκεδαννύντας τὸ ὕδωρ ἀέρα ποιεῖν. εἰ δέ τις εἴποι ‘ἀλλ’ οὐ δυνάμεθα ἡμεῖς εἰς λεπτότατα οὕτω κατακερματίζειν τὸ ὕδωρ’, ἀλλ’ εἰ καὶ μὴ ἔργῳ δυνάμεθα, οὐδ’ ἂν τῷ λόγῳ ὑποθώμεθα, οὐδὲ οὕτως τοῦτο δυνατόν ἐστι;2 τὰ γὰρ μόρια πάντως τοῦ ὕδατος ὑδάτιά ἐστι· τὰ γὰρ μέρη τῷ ὅλῳ εἰσὶν ὅμοια κατ’ οὐσίαν, καὶ ἐξ ὧν ἕκαστον σύγκειται, εἰς ταῦτα καὶ διαλύεται. εἰ οὖν τὸ ὕδωρ ἐκ τῶν ὁμοίων μερῶν σύγκειται ὑδάτων ὄντων (τὰ γὰρ μέρη, ὡς εἴπομεν, τῷ ὅλῳ ὅμοια), καὶ εἰς ταῦτα πάντως ἀναλυόμενον μερίζεται. ἔμελλε δὲ μηδὲ συνεχὴς εἶναι ὁ ἀήρ, ἀλλὰ κεναῖς χώραις μεταξὺ διαλαμβάνεσθαι· ἀνάγκη γὰρ ἢ συνεχῆ εἶναι τὰ μόρια τοῦ ὕδατος ἢ διῃρῆσθαι· ἅπτεσθαι γὰρ ἀδύνατον· ἁπτόμενα γὰρ εὐθὺς συνεχῆ γίνεται διὰ τὴν ὑγρότητα. εἰ μὲν οὖν διῄρηται, οὐ συνεχὴς ὁ ἀήρ, ὅπερ ἐστὶ ψεῦδος καὶ παρὰ τὴν ἐνάργειαν. εἰ δὲ συνῆπται, ὕδωρ ἔσται πάλιν τὸ ὅλον καὶ οὐκ ἀήρ.
“稀疏与浓密、粗糙与光滑似乎表示某种性质,但这诸如此类者似乎与关于有性质者的区分无涉;因为每一对似乎更多地表明部分的某种位置。” 因为分有它们的事物依稀疏化或浓密化、粗糙与光滑而处于某种状态,并从它们得名,所以它们具有某种性质的表象;但这不是真实的,它们更应被归入处于某种位置之下;因为它们表示某种位置。稠密是指其各部分处于如此邻近的位置以致不能容纳异质物体,而稀疏则是指其各部分处于相隔如此之远的位置以致能够容纳异质物体。再次,我们称各部分彼此相等且同等突出的东西为光滑,而称各部分在突出程度上彼此不相等的东西为粗糙;例如苹果是光滑的(因为它的表面是均匀平坦的),而面孔是粗糙的,因为它是由不均匀且不相等的部分组成的——口、鼻、眼及其他部分——有些处于突出的位置,有些处于凹陷的位置;因此它们的部分似乎更多地表明了某种位置。粗糙与光滑公认由于上述原因而被归入处于某种位置之下;至于稀疏与浓密,他在这里只采用了出于人工制作的情形;因为正是这种情况被归入处于某种位置之下,就像有人拉长皮带使其变得稀疏一样;因为皮带并非整个通体变稀疏,而只是其某些部分的位置由于彼此相距更远而改变。再次,如果有人手里装满了坚果,由所有坚果构成的物体就因不是一个单一整体而被称作稀疏;因为凡不是一体的就被称作稀疏。稠密也同样如此;因为如果我们设想坚果被压碎合在一起,由所有这些构成的物体就会是稠密的。又如,如果有人把一团紧缩稠密的羊毛梳理弄散使其变得松散,我们便称其为稀疏。在这里,由于他是面向初学者论述,所以理所当然地把这种人工的稀疏化或浓密化归入处于某种位置之下,因为这些事物是根据各部分的位置而被称作稠密或稀疏的。而它们不是性质,既不具有自然的稀疏化或浓密化,也不是整个通体变稠密或稀疏,而仅仅是依各部分的位置而言,且各部分本身并未接纳与整体相似的稀疏化。 但在《物理学》中,他主张在同一基底上所发生的自然稀疏化或浓密化是一种性质:例如水具有自然的浓密度且通体稠密,如果失去这种稠密而变稀薄,就会变成空气,因此一品脱水或许能产生十品脱空气。而这之所以发生,并非因为水被粉碎成细小的碎块,就像有人手里装满尘土抛向空中,尘土由于各部分散开而占据极大空间那样;因为如果是这样的话,我们也应当能够通过把水分散成细块来制成空气。如果有人说“可是我们无法把水粉碎得如此细微”,然而即使我们在行动上做不到,即便我们在理论上加以假定,哪怕这样这也是不可能的。因为水的各个部分无论如何都是小水滴;各部分在实体上与整体相似,并且每个事物都分解为构成它的那些东西。因此,如果水是由相似的部分(即水)所构成的(因为如我们所说,部分与整体相似),那么它在分解时无论如何也会被分割成这些。此外,空气甚至不会是连续的,而是会被其间的虚空场所截断;因为水的各部分要么必然连续,要么必然分离;而相互接触是不可能的,因为接触之物由于液态性会立刻变得连续。那么,如果它们是分离的,空气就不是连续的,这是虚妄的且违背明晰的事实;如果它们是接合的,整体将再次是水而不是空气。
- 5.23θέσιν γάρ τινα μᾶλλον φαίνεται τῶν μορίων ἑκάτερον δηλοῦν.
引文中的中性单数代词 ἑκάτερον(“每一个/每一对”)指代前文列举的四项(稀疏、浓密、粗糙、光滑)。这既可以被理解为分别指代四者中的每一个,但在结构上结合下文讨论,最自然的是指两对对立项(“稀疏与浓密”对以及“粗糙与光滑”对)中的每一对。
- 5.23ἀλλ’ εἰ καὶ μὴ ἔργῳ δυνάμεθα, οὐδ’ ἂν τῷ λόγῳ ὑποθώμεθα, οὐδὲ οὕτως τοῦτο δυνατόν ἐστι;
引导针对设想反驳之再反驳的复合句。在前半部的让步条件从句 εἰ καὶ μὴ ἔργῳ δυνάμεθα(直陈式)之后,叠加了 οὐδ’ ἂν... ὑποθώμεθα(假设从句),并以主句中的 οὐδὲ οὕτως τοῦτο δυνατόν ἐστι(“哪怕这样这也是不可能的”;引文末尾的问号系高点 · 之误植)复指前文的否定词,强调即使在理论上予以设想,这种分割在逻辑上也依然是不可能的。
