- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:148.13-149.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯解释了沉思品质影响“感觉”时理性感觉的含义,指出诸情状划分的隐喻性用法,并根据本质属性与偶性属性的区别,论述了被动性质为何根据“由情状产生”与“在感觉中产生情状”这两重意义来称呼。
πάθος δὲ ποιεῖ περὶ τὴν αἴσθησιν, οὐ τὴν σωματοειδῆ δῆλον, ἀλλὰ τὴν θείαν λεγομένην καὶ λογικήν· λεγόμεθα γοῦν αἰσθάνεσθαι λόγων καὶ ὕβρεων, κατὰ ψυχὴν δηλονότι καὶ οὐ κατὰ τὰς σωματικὰς αἰσθήσεις. τοὺς δὲ κατά τινα κρᾶσιν σωματικὴν μανικοὺς ἢ ὀργίλους ἤ τινας τοιούτους εἴποι ἄν τις παθητικὴν ἔχειν ποιότητα ὡς ἀπὸ πάθους ἐγγινομένην, τοὺς δὲ διὰ νόσον τοιούτους γενομένους πάθος ἔχειν τὸ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον. τοὺς δὲ διά τινα περίστασιν ἐκ συναρπαγῆς ὀργισθέντας ἤ τι τοιοῦτον παθόντας εἴποιμεν πάθος ἔχειν τὸ ὑπὸ τὸ πάσχειν ἀναφερόμενον. δῆλον δὲ ὅτι καταχρώμενοι τοῖς ὀνόμασι ταῦτά φαμεν, ἐπεί τοί γε κυρίως ὑπὸ τὴν ἕξιν καὶ τὴν διάθεσιν ταῦτα πάντα ἀνάγεται. Διχῶς δὲ ἐκληπτέον τὰς παθητικὰς ποιότητας· ἢ γὰρ ἀπὸ τοῦ τὸ ὑποκείμενον πεπονθέναι καὶ ἀπὸ πάθους αὐτῷ ποιότητά τινα ἐγγενέσθαι παθητικὴν ποιότητα λέγεται ἔχειν ἢ ἀπὸ τοῦ τὴν αἴσθησιν ἡμῶν πάσχειν1 κατὰ τὴν τούτων τῶν ποιοτήτων ἀντίληψιν, αὐτὰς δὲ μὴ κατὰ πάθος ἐγγενέσθαι, οἷς ἂν ὑπάρχωσιν, ἀλλὰ φυσικῶς,2 ὥσπερ ἐπὶ τοῦ πυρός· οὐ γὰρ κατὰ πάθος ἐγγέγονε τῷ πυρὶ ἡ θερμότης· οὐσιωδῶς γὰρ ὑπάρχει αὐτῷ καὶ εἰδοποιὸς αὐτοῦ ἐστιν. ὁμοίως καὶ ἐπὶ τῆς τοῦ μέλιτος γλυκύτητος ἔχει ἢ τῆς ἐν χιόνι λευκότητος καὶ τῶν τοιούτων. ἡ μέντοι λευκὴ σὰρξ ἀπὸ πάθους τὴν λευκότητα ἔχει· συμβέβηκε γὰρ τὸ λευκὸν αὐτῇ καὶ οὐκ οὐσιωδῶς αὐτῇ ὑπάρχει οὐδὲ εἰδοποιὸν αὐτῇ ἐστιν. ὡσαύτως καὶ ἐπὶ τοῦ μέλανος ἐροῦμεν καὶ ἐπὶ τοῦ γλυκέος ζωμοῦ καὶ τῶν τοιούτων. πάσχει μὲν οὖν καὶ ἐπὶ τούτων ἡ αἴσθησις, ἀλλ’ ἐπειδὴ κυριώτερόν ἐστιν ἐπὶ τούτων τὸ ἀπὸ πάθους ἐγγενέσθαι αὐτοῖς λέγειν ἢ τὸ πάθος ἐμποιεῖν, διὰ τὸ προηγουμένως τοῦτο αὐτοῖς ὑπάρχειν δευτέρως δὲ καὶ τὸ πάθος ἐμποιεῖν, ἀπὸ τοῦ κυριωτέρου αὐτὰ ἐκαλέσαμεν· ἐφ’ ὧν γάρ ἐστιν ἄμφω, ἐπὶ τούτων ἄμεινόν ἐστιν ἴσως ἀπὸ τοῦ κυριωτέρου τὴν ἐπίκλησιν τῆς παθητικῆς ποιότητος γίνεσθαι. καὶ ἐπὶ τοῦ μέλιτος οὖν ἐπειδὴ ἡ γλυκύτης οὐκ ἀπὸ πάθους αὐτῷ γίνεται (χαρακτηριστικὴ γάρ ἐστιν αὐτοῦ), διὰ τοῦτο ἀπὸ τοῦ τῇ αἰσθήσει πάθος αὐτὴν ἐμποιεῖν παθητικὴ ποιότης λέγεται.
但[这种品质]在感觉中产生情状,显然指的不是身体性的感觉,而是被称为神圣的和理性的感觉;至少我们被说成能感知言语和侮辱,这显然是依照灵魂而非依照身体诸感觉的。另一方面,人们可以说,那些由于某种身体混合状态而狂暴、易怒或成为诸如此类之人的人,拥有作为由情状产生者的被动性质;而那些因疾病成为如此之人的人,则拥有归于质之下的情状。至于那些由于某种境遇一时冲动而发怒或遭受类似情况的人,我们则会说他们拥有归于受影响之下的情状。但显然,我们说这些话是借用了这些名称,因为严格说来,所有这些全都归于状态与倾向之下。被动性质应当从两方面来理解:因为要么是从主体承受了影响且某种性质因情状而产生于其中这一点说它具有被动性质;要么是从我们的感觉在把握这些性质时受到影响这一点来说,而这些性质本身在它们所属的事物中并不是由于情状产生的,而是自然具有的,如同在火的情形中那样;因为热并不是由于情状产生于火之中的,因为热在本质上属于火并且是赋予其形态的。在蜂蜜的甜、雪中的白以及此类事物的情形中也是如此。然而,白色的肉却是由情状而具有白色的;因为白对于它而言是附带的,既不本质地属于它,也不赋予它形态。同样地,我们在黑色的情形、在甜肉汤以及诸如此类事物的情形中也会这样说。因此在这些情形中感觉固然也受到影响,但既然在这些情形中说它们“由情状产生于其中”比说它们“产生情状”更为主要——因为前者首要地属于它们,而产生情状仅是次要地属于它们——所以我们根据更为主要的一面来称呼它们;因为凡两者皆备的事物,或许根据更为主要的一面来对被动性质进行命名是更好的。所以在蜂蜜的情形中,既然甜并不是由情状产生于其中的(因为甜是它的特征),正因如此,它才由于在感觉中产生情状而被称作被动性质。
- 5.14ἀπὸ τοῦ τὸ ὑποκείμενον πεπονθέναι καὶ ἀπὸ πάθους αὐτῷ ποιότητά τινα ἐγγενέσθαι παθητικὴν ποιότητα λέγεται ἔχειν ἢ ἀπὸ τοῦ τὴν αἴσθησιν ἡμῶν πάσχειν
由 ἀπὸ τοῦ ... 引导的介词短语通过 ἤ 构成对偶,以附冠词不定式结构(中性属格冠词 τοῦ + 带宾格主语的不定式)呈现了两种命名根据:“由于主体受到影响……”与“由于我们的感觉受到影响……”。在第一个分支中,tò hypokeímenon peponthénai 与 poiótētá tina eggenésthai 由 kaí 连接,与第二分支中的 tḕn aísthēsin hēmôn páschein 相互呼应。
- 5.14αὐτὰς δὲ μὴ κατὰ πάθος ἐγγενέσθαι, οἷς ἂν ὑπάρχωσιν, ἀλλὰ φυσικῶς
这是一个带宾格主语 αὐτάς(性质自身)和不定式 ἐγγενέσθαι 的“宾格加不定式”结构。它接续前文的 ἀπὸ τοῦ τὴν αἴσθησιν ἡμῶν πάσχειν,起到补充和限制性的转折对比作用,表明尽管感觉受到影响,但“这些性质本身在其所属的主体中并非产生于情状,而是自然产生的”。否定词 μή 与不定式相协调。
