← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§14.1-15.10

语言的必要性与基于名称和定义的四种分类

菲洛波庞对《范畴篇》开篇“被称为同名异义的”进行注释,说明肉身化的灵魂为何需要语词,基于名称与定义的同异划分为四类(同名异义、多名、同名同义、异名),并阐明亚里士多德为何在文本中仅直接讨论同名异义与同名同义两者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#1

" Ὁμώνυμα λέγεται." Αἱ ψυχαὶ αἱ ἡμέτεραι γυμναὶ μὲν οὖσαι τῶν σωμάτων ἠδύναντο διὰ τῶν νοημάτων σημαίνειν ἀλλήλαις τὰ πράγματα· ἐπειδὴ δὲ σώμασι συνδέδενται δίκην νέφους περικαλύπτουσιν αὐτῶν τὸ νοερόν,1 ἐδεήθησαν τῶν ὀνομάτων, δι’ ὧν σημαίνουσιν ἀλλήλαις τὰ πράγματα. ἰστέον τοίνυν ὅτι σημαίνομεν ἀλλήλοις τὰ πράγματα ἢ διὰ τῶν ὀνομάτων ἢ διὰ τῶν ὁρισμῶν, οἷον τὸν ἄνθρωπον σημαίνομεν καὶ διὰ τῆς ἄνθρωπος φωνῆς καὶ διὰ τοῦ ὁρισμοῦ τοῦ λέγοντος ‘ζῷον λογικὸν θνητόν’. ἀλλ’ ὅταν μὲν διὰ τῆς ἄνθρωπος φωνῆς σημαίνωμεν τὸν ἄνθρωπον, ἀθρόαν αὐτοῦ τὴν φύσιν ἐδηλώσαμεν, ὅταν δὲ διὰ τοῦ ὁρισμοῦ, τὰ κατὰ μέρος προσόντα τῷ ἀνθρώπῳ θεωροῦμεν. τῶν οὖν πραγμάτων τὰ μὲν κοινωνεῖ ἀλλήλοις κατὰ τὸ ὄνομα διαφέρει δὲ κατὰ τὸν ὁρισμὸν καὶ καλεῖται ὁμώνυμα, τὰ δὲ κοινωνεῖ μὲν κατὰ τὸν ὁρισμὸν διαφέρει δὲ κατὰ τὸ ὄνομα καὶ καλεῖται πολυώνυμα, τὰ δὲ κατά τε τὸ ὄνομα καὶ τὸν ὁρισμὸν κοινωνεῖ καὶ καλεῖται συνώνυμα, τὰ δὲ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν ὁρισμὸν διαφέρει, ἃ καλεῖται ἑτερώνυμα. Εἰδέναι δὲ χρὴ ὅτι ἄλλο ἐστὶν ἕτερον καὶ ἄλλο ἑτερώνυμον· ἑτερώνυμα μέν εἰσι τὰ περὶ ἓν καὶ τὸ αὐτὸ ὑποκείμενον θεωρούμενα πράγματα διαφόρου δὲ μετέχοντα ὀνόματος· οἷον ἐπὶ τῆς κλίμακος καὶ ἡ ἀνάβασις καὶ ἡ κατάβασις, καὶ ἄλλως μὲν ὁρίζεται ἡ ἀνάβασις ἄλλως δὲ ἡ κατάβασις, καὶ τὰ ὀνόματα δὲ διάφορα· ἀνάβασις γὰρ καὶ κατάβασις. ταῦτα οὖν ἰδίως ἑτερώνυμα καλοῦσιν. ἕτερα δὲ τὰ κατὰ πάντα ἄλλα, καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατὰ τὸ ὄνομα, οἷον ἄνθρωπος καὶ ἵππος. Περὶ τῶν ὁμωνύμων δὲ μόνων καὶ συνωνύμων ποιεῖται τὴν διδασκαλίαν, διότι αὐτῶν μόνων ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ χρῄζει, ζηλῶν κἀν τούτῳ τὴν γεωμετρικὴν διδασκαλίαν· εἰώθασι γὰρ κἀκεῖνοι περὶ μόνων προλαμβάνειν τῶν συμβαλλομένων αὐτοῖς ἐν τῷ προκειμένῳ βιβλίῳ ἢ θεωρήματι. ἢ καὶ ἄλλως συντομίας ἀεὶ ἐρῶν διὰ τούτων καὶ περὶ τῶν λοιπῶν ἡμᾶς δυνάμει διδάσκει· τούτων γὰρ γνωσθέντων γνώριμα ἔσται καὶ τὰ λοιπὰ ὡς ἀντικείμενα· τῶν γὰρ ἀντικειμένων ἡ αὐτή ἐστιν ἐπιστήμη· ὁ γὰρ εἰδὼς τί ἐστιν ὁμώνυμον εἴσεται καὶ τὸ τούτῳ ἀντικείμενον, λέγω δὴ τὸ πολυώνυμον· εἰ γὰρ ὁμώνυμόν ἐστι τὸ κοινωνοῦν μὲν τῷ ὀνόματι τῷ δὲ πράγματι διαφέρον, ὡς μῦς ὅ τε θαλάσσιος καὶ ὁ γηγενής, πολυώνυμον ἄρα ἐστὶ τὸ τούτῳ ἀντικείμενον, τὸ τῷ πράγματι μὲν ταὐτὸν διαφέρον δὲ τῷ ὀνόματι, ὡς ἄορ ξίφος σπάθη. ὁμοίως δὲ καὶ ὁ εἰδὼς τί ἐστι συνώνυμον, ὅτι τὸ καὶ τῷ ὁρισμῷ καὶ τῷ ὀνόματι κοινωνοῦν, ὡς ἄνθρωπος Σωκράτης τε καὶ Πλάτων, οὗτος καὶ τί ἐστιν ἑτερώνυμον εἴσεται, ὅτι τὸ καὶ τῷ ὀνόματι καὶ τῷ πράγματι διαφέρον, ὡς ἡ ἀνάβασις καὶ ἡ κατάβασις· καὶ γὰρ καὶ ὀνόματι καὶ πράγματι διαφέρουσιν, εἰ καὶ τὸ ὑποκείμενον ἀμφοτέροις τοῖς πράγμασι τὸ αὐτό ἐστιν· ὡς γὰρ ἄλλο τί ἐστι τὸ εἶναι σίτῳ καὶ ἄλλο τὸ εἶναι σπέρματι ἢ καρπῷ,2 οὕτως ἄλλο τί ἐστι τὸ εἶναι κλίμακι καὶ ἄλλο τὸ ἀναβάσει εἶναι ἢ καταβάσει· ποιᾶς γὰρ σχέσεως τῆς περὶ τὴν κλίμακα ἐνεργείας ταῦτά ἐστιν ὀνόματα δηλωτικά.3

“被称为同名异义的”我们的灵魂若是脱离肉体,本能够通过概念彼此表达事物;但由于它们与肉体结合在一起,肉体如云雾般笼罩了它们的理智部分,它们便需要了名称,通过这些名称来彼此表达事物。因此应当知道,我们彼此表达事物,或是通过名称,或是通过定义;例如,我们表达人,既通过“人”这一语词,也通过表述为“理性的会死的动物”的定义。但是,当我们通过“人”这一语词表达人时,我们整全地指明了他的本性;而通过定义时,我们则分部分地考察属于人的属性。因此,在事物中,有些在名称上彼此相通但在定义上不同,被称为同名异义的;有些在定义上相通但在名称上不同,被称为多名的;有些在名称和定义上都相通,被称为同名同义的;有些在名称和定义上都不同,这些被称为异名的。但必须知道,相异之物是一回事,异名之物是另一回事:异名之物是就同一个基体而被考察却分有不同名称的事物;例如对于梯子而言的上行和下行,上行以一种方式被定义,下行以另一种方式被定义,名称也是不同的,即“上行”与“下行”。因此人们特称这些为异名的。而相异之物则是各方面都不同、在基体上和名称上皆不同的事物,例如人和马。而他只对同名异义者与同名同义者进行讲授,是因为在范畴的讲授中他仅需要这两者,在这方面他也效仿了几何学的讲授;因为几何学家也习惯于仅预先提出在摆在面前的著作或定理中对他们有用的内容。或者从另一角度说,由于他一贯喜爱简明,通过这些他也潜在地教给了我们其余的内容;因为知道了这些,其余的作为对立项也将为人所知;因为关于对立项的知识是同一的。因为知道什么是同名异义者的人,也将知道与此对立者,即多名者;因为如果同名异义者是在名称上相通而在事物上不同者(如海鼠与陆鼠),那么与此对立者,即事物相同而在名称上不同者(如阿奥尔、克西福斯、斯帕特),就是多名者。同样,知道什么是同名同义者、即在定义和名称上皆相通者(如作为人的苏格拉底与柏拉图)的人,也将知道什么是异名者、即在名称和事物上皆不同者(如上行与下行);因为即使基体对于两件事物是相同的,它们在名称和事物上也确实是不同的;因为正如对于谷物而言的存在是一回事,对于种子或果实而言的存在是另一回事,梯子的存在也是一回事,上行或下行的存在则是另一回事;因为这些是表明关乎梯子的活动的某种关系的名称。

语法注3 条
  1. 1.2ἐπειδὴ δὲ σώμασι συνδέδενται δίκην νέφους περικαλύπτουσιν αὐτῶν τὸ νοερόν

    δίκην νέφους 是副词性宾格,意为“如云雾般”。与格现在分词 περικαλύπτουσιν 与 σώμασι 一致,修饰遮蔽灵魂理智能力的肉体。

  2. 1.2ὡς γὰρ ἄλλο τί ἐστι τὸ εἶναι σίτῳ καὶ ἄλλο τὸ εἶναι σπέρματι ἢ καρπῷ

    带与格(σίτῳ, σπέρματι, καρπῷ)的冠词性不定式(τὸ εἶναι σίτῳ)是亚里士多德表达“对于……而言的存在/本质”的专门句式。冠词性不定式为主语,ἄλλο τί 为表语,后文的 τὸ εἶναι κλίμακι 亦依同构顺承。

  3. 1.2ποιᾶς γὰρ σχέσεως τῆς περὶ τὴν κλίμακα ἐνεργείας ταῦτά ἐστιν ὀνόματα δηλωτικά

    此句存在倒装结构(hyperbaton)。表语形容词 δηλωτικά 支配属格短语 ποιᾶς σχέσεως τῆς περὶ τὴν κλίμακα ἐνεργείας(“表明关乎梯子的活动的某种关系的……”),主语为 ταῦτα,ὀνόματα 为同位表语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:14.1-15.10