← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§147.3-148.13

硬软的界定与被动性质的四种区分

菲洛波诺斯从潜能与无能的角度解释了“硬与软”,随后根据是否属于整个种、是否构成主体、持续时间长短及复原难易,将被动性质与情状四分为不同属种,并阐明这不仅适用于身体,也适用于灵魂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.13

" Ὁμοίως δὲ τούτοις καὶ τὸ σκληρὸν καὶ τὸ μαλακόν." Τὸ μὲν γὰρ ἔχει δύναμιν τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι, ἀδυναμίαν δὲ αὐτοῦ τούτου,1 τὸ δὲ μαλακὸν τοῦ μὲν διαιρεῖσθαι ῥᾳδίως δύναμιν ἔχει, ἀδυναμίαν δὲ τοῦ μὴ διαιρεῖσθαι.

“与这些类似的还有硬与软。” 因为前者具有不易被分割的潜能,却具有恰恰在此事上的无能;而软则具有易被分割的潜能,却具有不被分割的无能。

§5.14#1

"Τρίτον δὲ γένος ποιότητος παθητικαὶ ποιότητες καὶ πάθη." Γένος πάλιν εἶπεν ἀντὶ τοῦ εἶδος. τοῦτο δὲ τετραχῶς θεωρεῖται· ἡ γὰρ παθητικὴ ποιότης ἢ παντὶ τῷ εἴδει πάρεστιν, ὡς πάσῃ χιόνι τὸ λευκόν, ἢ οὐ παντί, φυσικῶς μέντοι καὶ ἐκ γενετῆς, ὡς τοῖς Αἰθίοψι τὸ μέλαν. καὶ εἰ παντί, ἢ συμπληρωτική ἐστι τοῦ ὑποκειμένου ἢ οὐχί· συμπληρωτικὴ μὲν ὡς τῆς χιόνος ἡ λευκότης καὶ ἡ ψυχρότης καὶ τοῦ πυρὸς ἡ θερμότης καὶ ἡ ξηρότης, οὐ συμπληρωτικὴ δὲ ὡς ἡ τῶν κοράκων μελανία καὶ ἡ τῶν κύκνων λευκότης· οὐ γὰρ συμπληροῖ τὸν κόρακα ἡ μελανία, ὡς πολλάκις εἴρηται, διότι τῶν πτερῶν ἀφαιρεθεὶς2 μέλας μὲν οὐκέτι ἐστί, κόραξ δὲ οὐδὲν ἧττόν ἐστι. καὶ ἄλλως ἐπειδὴ μηδὲ ἐν τῷ ὁρισμῷ αὐτῶν παραλαμβάνομεν τὰς τοιαύτας τῶν ποιοτήτων διαφοράς, εἰ μή που δι’ ἀπορίαν πολλάκις τῶν οὐσιωδῶν διαφορῶν·3 οὐδὲν γὰρ θαυμαστὸν ἀνθρώπους ὄντας μὴ ἐπὶ πάντων εὑρίσκειν τὰς οὐσιώδεις διαφορὰς καὶ διὰ τοῦτο ἀναγκάζεσθαι ἀπὸ τῶν τοιούτων τὰ πράγματα χαρακτηρίζειν. εἰ τοίνυν παντὶ τῷ εἴδει ὑπάρχει καὶ συμπληρωτικὴ εἴη, λέγεται παθητικὴ ποιότης ὡς πάθος ἐμποιοῦσα περὶ τὴν αἴσθησιν τὴν ἡμετέραν, εἰ δὲ παντὶ μὲν τῷ εἴδει ὑπάρχει μὴ συμπληρωτικὴ δὲ εἴη, λέγεται παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη. εἰ δὲ μὴ παντὶ τῷ εἴδει ὑπάρχει, ἤτοι πολυχρόνιός ἐστιν ἢ ὀλιγοχρόνιος· εἰ μὲν οὖν μὴ παντὶ ὑπάρχει εἴη δὲ πολυχρόνιος, πάλιν λέγεται παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη, ὡς ἡ ἐν ζωμῷ γλυκύτης καὶ ἡ ἐκ γενετῆς ὠχρίασις καὶ τὸ ἐρύθημα, εἰ δὲ μὴ παντὶ τῷ εἴδει ὑπάρχουσα ὀλιγοχρόνιος εἴη, εἰ μὲν μὴ ῥᾳδίως ἀποκαθισταῖτο μηδὲ εὐαπόβλητος εἴη, λέγεται πάθος τὸ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον, ὡς ἡ ἐκ μακρᾶς νόσου ὠχρίασις ἢ ἡ ἐκ πολλοῦ χειμῶνος ἐγγινομένη ψῦξις, εἰ δὲ εὐαπόβλητος εἴη καὶ ῥᾳδίως καὶ παραχρῆμα ἀποκαθισταῖτο, λέγεται πάθος τὸ ὑπὸ τὸ πάσχειν ἀναφερόμενον, ὡς ἡ ὠχρότης ἡ διὰ φόβον ἄκαιρον ἢ ἡ δι’ αἰδῶ ἐρυθρότης· ποιότητας γὰρ ὁ Ἀριστοτέλης οὐκ ἀξιοῖ καλεῖν τὰ τοιαῦτα, ὅτι μὴ παρωνύμως ἀπ’ αὐτῶν λέγονται οἱ μετέχοντες. πάλιν δὲ ἡ καταγραφὴ εὐσύνοπτον ποιήσει τὴν διαίρεσιν· Ταῦτα δὲ τὰ τέσσαρα τῶν παθητικῶν ποιοτήτων εἴδη οὐ μόνον περὶ σῶμα θεωρεῖται, ἀλλὰ καὶ περὶ ψυχήν· εἰ γάρ τις ἕξιν ἀρίστην ἔχει εἰς ἐπιστημονικὴν ἢ ἁπλῶς εἰς λογικὴν θεωρίαν, λεχθείη ἂν τὸ τοιοῦτον παθητικὴ ποιότης ὡς πάθος ἐμποιοῦσα περὶ τὴν αἴσθησιν τὴν ἡμετέραν καὶ οὐχ ὡς ἀπὸ πάθους ἐγγινομένη, διότι συμπληρωτική ἐστι καὶ τελειωτικὴ ἡ τοιαύτη ἕξις τῆς οὐσίας τῆς ψυχῆς.

“第三类质是被动性质与情状。” 他又把“种”说成了“属”。而这是从四种方式来考察的:因为被动性质要么存在于整个种(如白存在于一切雪),要么并非存在于全部,却是自然且生来就有的(如黑存在于埃塞俄比亚人)。而如果是存在于全部,它要么是主体的构成成分,要么不是:构成性的,如雪的白与冷,火的热与燥;非构成性的,如乌鸦的黑与天鹅的白。因为正如屡次言及的那样,黑并不构成乌鸦,因为被拔去羽毛之后它虽不再是黑的,却丝毫不减损其为乌鸦。再者,既然我们在它们的定义中甚至并不采纳诸如此类的质的种差,除非在许多情况下是由于缺乏本质种差;因为作为人类,我们绝非在一切事物上都能发现本质种差,并因而被迫根据此类特性来刻画事物,这毫不奇怪。因此,如果它属于整个种并且是构成性的,它就被称为被动性质,作为在我们的感觉中产生情状者;但如果它属于整个种却非构成性的,它就被称为被动性质,作为由情状产生者。另一方面,如果它并不属于整个种,它要么是长期的,要么是短期的。因此,如果它不属于全部而是长期的,它就再次被称为被动性质,作为由情状产生者,如肉汤中的甜,以及生来的苍白与红润;但如果它不属于整个种且是短期的,若不易复原也不易消除,就被称为归于质之下的情状,如久病导致的苍白或严冬产生的寒冷;但若容易消除且能容易且立刻复原,就被称为归于受影响之下的情状,如由于突发恐惧导致的苍白或由于羞耻导致的红晕;因为亚里士多德认为不配将此类事物称为质,因为分有它们的人并不从它们派生得名。图表将再次使这一划分一目了然。 被动性质的这四个种不仅就身体而言被考察,而且也针对灵魂:因为如果某人在通往科学的或单纯理性的观照方面具有极佳的品质,诸如此类者就将被说成是被动性质,作为在我们的感觉中产生情状者,而非作为由情状产生者,因为此类品质对于灵魂的本质而言是构成性且使其完满的。

语法注3 条
  1. 5.13ἀδυναμίαν δὲ αὐτοῦ τούτου

    αὐτοῦ τούτου(恰恰在此事上)对比性地指代前一不定词短语 τοῦ μὴ ῥᾳδίως διαιρεῖσθαι(不易被分割)的反面,即“被分割”。硬物具有不易被分割的潜能,却与软物相反,具有对恰恰这件事(分割)的无能。

  2. 5.14τῶν πτερῶν ἀφαιρεθείς

    分词 ἀφαιρεθείς 是支配分离属格 τῶν πτερῶν 并修饰省略主语(乌鸦)的被动不定过去时分词,作时间或条件状语(“在被拔去羽毛时/如果被拔去羽毛”)。

  3. 5.14εἰ μή που δι’ ἀπορίαν πολλάκις τῶν οὐσιωδῶν διαφορῶν

    这是承接前句否定陈述(μηδὲ ἐν τῷ ὁρισμῷ αὐτῶν παραλαμβάνομεν...)的例外从句(“除非……”)。不定小词 που 起弱化和推测作用(“或许/可能”),与 πολλάκις(往往)连用,构成限定性让步条件:“除非在许多情况下是由于缺乏本质种差”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:147.3-148.13