← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§145.21-147.2

神的潜能与意志及潜能分类详析

阐明在神身上潜能与意志完全契合且不存在考量,指出严格而言仅欲求潜能是二向的,并系统梳理和解释了《范畴篇》9a16中潜能的三重分类(作为、不受影响与受影响)及其肯定与否定的对应关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.12#2

διὰ τοῦτο ἐπὶ θεοῦ τὸ δύνασθαι μόνον λέγομεν, οὐκέτι δὲ καὶ τὸ μὴ δύνασθαι, διότι ἃ δύναται ποιεῖν, ταῦτα καὶ βούλεται, βουλόμενος δὲ πάντως καὶ ποιεῖ, καὶ οὐ τάχα μὲν ποιεῖ τάχα δὲ οὐ ποιεῖ, ἀλλὰ πάντως ποιεῖ· πᾶν γὰρ ὃ βούλεται δύναται καὶ ὃ δύναται βούλεται. βούλησιν δὲ λέγομεν ἐνταῦθα τὸ θέλημα, οὐ τὸ βουλεύεσθαι ἢ τὴν βουλήν·1 οὐδὲ γὰρ κυρίως ἐπὶ θεοῦ φέρεται ἡ βουλή, εἴ γε, ὥς φησιν ὁ Ἀριστοτέλης, οὐδὲν ἕτερόν ἐστιν ἡ βουλὴ ἢ ἔνδεια φρονήσεως· βουλευόμεθα γὰρ ἀγνοοῦντες ὅ τι δέοι ποιεῖν καὶ πότερον τόδε ἢ τόδε ποιητέον ἐστίν· ἐφ’ ὧν γὰρ ἡ προαίρεσίς ἐστιν, ἐπὶ τούτων καὶ ἡ βουλή, εἴ γε ἡ προαίρεσις οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ τόδε πρὸ τοῦδε αἱρεῖσθαι, ἡ δὲ βουλὴ αἱρέσεως τῶν πραγμάτων ἕνεκεν γίνεται. βουλευόμεθα δὲ ἀγνοοῦντες, ἀγνοοῦμεν δὲ ἐνδεεῖς ὄντες φρονήσεως· ᾧ γὰρ φρόνησις πάρεστι, πάντα γνώριμα τὰ πρακτέα· τελειοτάτη γάρ ἐστιν ἀρετή. εἰ τοίνυν τὸ θεῖον αὐτοφρόνησίς ἐστιν, οὐ δεήσεται βουλῆς, εἴ γε αὕτη κατ’ ἔνδειαν γίνεται φρονήσεως. διὰ ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης τὴν λογοειδῆ δύναμιν μόνην ἔφασκεν ἐπαμφοτερίζειν. εἰ δὲ δεῖ ἀκριβέστερον εἰπεῖν, ἡ μὲν ὀρεκτικὴ πᾶσα δύναμις τὴν ἐπ’ ἀμφότερα ῥοπὴν ἔχει, ἡ δὲ παρὰ τὴν ὀρεκτικὴν πᾶσα, ἥ τε κρείττων οὖσα ταύτης καὶ ἡ καταδεεστέρα,2 τὸ ἕτερον μόνον τῆς ἀντιφάσεως μέρος κέκτηται, ὡς ἤδη ἐδείξαμεν ἐπί τε τοῦ πυρὸς καὶ τῆς χιόνος. εἰ τοίνυν ἐδείχθη ἐπί τινων πραγμάτων ἡ τοῦ ποιεῖν δύναμις χώραν ἔχουσα μόνον, οὐκέτι δὲ καὶ τὸ ἕτερον τῆς ἀντιφάσεως μέρος, εἰκότως οὐχ ὥσπερ ἐπὶ τοῦ πάσχειν ἀντετάξαμεν τὸ μὴ πάσχειν, οὕτως καὶ ἐπὶ τοῦ ποιεῖν τὸ μὴ ποιεῖν, ἐπειδὴ περὶ πάσης δυνάμεως εἰπεῖν βουλόμεθα, οὐ πάσῃ δὲ δυνάμει πάντως ἕπεται ἀδυναμία. δεῖ δὲ καὶ τὴν καταγραφὴν αὐτῶν οὕτως ποιεῖσθαι καὶ τῶν ἀποφάσεων· δύναται ποιεῖν οὐ δύναται ποιεῖν δύναται πάσχειν οὐ δύναται πάσχειν δύναται μὴ πάσχειν οὐ δύναται μὴ πάσχειν κατάφασις ἀπόφασις διὰ ταῦτα τοίνυν καὶ αὐτὸς τὸ τριττὸν τοῦτο τῆς δυνάμεως εἶδος παραδίδωσι, καὶ τὴν μὲν τοῦ ποιεῖν λέγων οἷον πυκτικοὶ ἢ δρομικοὶ λέγονται οὐ τῷ διακεῖσθαί πως ἀλλὰ τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ ποιῆσαί τι ῥᾳδίως (ἐνταῦθα ἡ τοῦ ποιεῖν δύναμις), ὑγιεινοὶ δὲ λέγονται τῷ δύναμιν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν ὑπὸ τῶν τυχόντων ῥᾳδίως (ἰδοὺ καὶ τὸ δεύτερον), νοσώδεις δὲ τῷ ἀδυναμίαν ἔχειν φυσικὴν τοῦ μηδὲν πάσχειν ῥᾳδίως ὑπὸ τῶν τυχόντων (ἐνταῦθα τὸ τρίτον)· οἱ μὲν γὰρ νοσώδεις δύναμιν ἔχουσι τοῦ πάσχειν τι ῥᾳδίως, ἀδυναμίαν δὲ τοῦ μὴ πάσχειν, οἱ δὲ ὑγιεινοὶ τὸ ἀνάπαλιν. ἀκριβῶς δὲ εἶπεν ὑπὸ τῶν τυχόντων τὰ ὑγιεινὰ μὴ πάσχειν, οἷον ὑπὸ καύματος ἢ ἀνέμου· πάθοι γὰρ ἂν ὑπὸ ξίφους ἢ πυρὸς ἢ ἄλλου τινὸς τοιούτου.3 τὰ δὲ νοσώδη δύναμιν ἔχει ὑπὸ τῶν τυχόντων πάσχειν, ἀδυναμίαν δὲ μὴ πάσχειν.

因此关于神,我们只说能,而不再说不能,因为他凡能做的,他也意愿,而只要意愿,他就必然去做,并不是或许做或许不做,而是必然去做;因为凡他所意愿的,他都能做,而凡他能做的,他也意愿。在此我们所说的“意愿”,是指意志,而非权衡或考量;因为严格说来考量并不适用于神,假若正如亚里士多德所说,考量无非就是明智的匮乏;因为我们是在不知道应当做什么以及究竟应当做此还是做彼时才进行权衡的;因为在何处有抉择,在何处也就有考量,假若抉择无非是在彼之前选取此,而考量是为了事物的抉择而发生的。我们在不知时考量,而在匮乏明智时不知;因为对于拥有明智者而言,一切当行之事都是明晰的;因为它是最完满的德性。因此,若神圣之物就是明智本身,它就不需要考量,假若考量乃是由于缺乏明智而发生的。正是由于这些缘故,亚里士多德才说只有理性的潜能是二向的。但若应当说得更精确一些,乃是凡欲求性的潜能都具有朝向两方面的倾向,而欲求性潜能之外的一切潜能,无论是优于它的还是劣于它的,都仅拥有矛盾的其中一方,正如我们已经在火与雪的事例中所指出的那样。因此,既然已经表明在某些事物上仅有作为的潜能占有一席之地,而不再有矛盾的另一方,那么合乎情理的是,我们并没有像在受影响那里把不受影响与它对置那样,在作为那里把不作为与它对置,因为我们意图论述一切潜能,但无能绝非必然伴随一切潜能。并且也应当如下制作它们以及否定的图表: 能作为 不能作为能受影响 不能受影响能不受影响 不能不受影响肯定 否定正是由于这些缘故,他本人也传授了潜能的这三重属种,在谈论作为的潜能时说,例如拳击手或跑步者被称为如此,不是由于以某种方式处于状态中,而是由于具有容易做某事的自然潜能(此即作为的潜能),而健康者被称为如此,是由于具有不易受偶然事物之任何影响的自然潜能(看哪,此即第二种),多病者被称为如此,是由于具有不易受偶然事物之任何影响的自然无能(此即第三种);因为多病者具有容易受某种影响的潜能,却具有不受影响的无能,而健康者则相反。并且他准确地说健康者不受偶然事物的影响,例如受暑热或风的影响;因为[健康者]固然也会受刀剑、火或某种诸如此类之物的影响。而多病者则具有受偶然事物影响的潜能,并具有不受影响的无能。

语法注3 条
  1. 5.12βούλησιν δὲ λέγομεν ἐνταῦθα τὸ θέλημα, οὐ τὸ βουλεύεσθαι ἢ τὴν βουλήν

    双重宾格结构,其中 βούλησιν 为宾语,τὸ θέλημα 为宾语补足语(“在此我们把 βούλησις 称为意志”)。随后的 οὐ τὸ βουλεύεσθαι ἢ τὴν βουλήν 与补足语同位并列,否定其为“权衡或考量”。

  2. 5.12ἡ δὲ παρὰ τὴν ὀρεκτικὴν πᾶσα, ἥ τε κρείττων οὖσα ταύτης καὶ ἡ καταδεεστέρα

    介词 παρά 接宾格表示“在……之外”。修饰主语 ἡ... πᾶσα[δύναμις]的两项同位语 ἥ τε κρείττων οὖσα ταύτης καὶ ἡ καταδεεστέρα 说明这包括了高于它的(神性事物)与低于它的(如火与雪等自然物)。

  3. 5.12πάθοι γὰρ ἂν ὑπὸ ξίφους ἢ πυρὸς ἢ ἄλλου τινὸς τοιούτου

    ἄν 配合不定过去时希求法(πάθοι)构成的潜能表达。它表达了一种让步性的可能性:即使健康者不受风或暑热等平常偶发事物的负面影响,若面对刀剑或烈火等破坏性力量,依然“是会受到影响的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:145.21-147.2