- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:144.15-145.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解《范畴篇》9a16中“并非由于处于状态中”,指出此处的性质是指潜能而非现实,将潜能划分为作为、受影响与不受影响三种,并论述了理性潜能的二向性与非理性潜能的单向性,以及神圣意愿与潜能的高度一致。
" Οὐ γὰρ τῷ διακεῖσθαί πως ἕκαστον τῶν τοιούτων ποιὸν λέγεται." Ἀντὶ τοῦ τοῦ1 ‘οὐ τῷ εἶναι αὐτοὺς ἐνεργείᾳ τοιούτους λέγομεν, ἀλλὰ τῷ δύναμιν ἔχειν τοιαύτην’. λέγεται δὲ ἡ δύναμις τριχῶς· ἢ γὰρ πρὸς τὸ ποιῆσαί τις δύναμιν ἔχειν λέγεται ἢ πρὸς τὸ παθεῖν ἢ πρὸς τὸ μὴ παθεῖν, οἷον ὡς λέγομεν τὸν νοσώδη δύναμιν ἔχειν τοῦ πάσχειν ὑπὸ πολλοῦ περιπάτου ἢ ἡλιοκαΐας, τὸν δὲ ὑγιεινὸν δύναμιν ἔχειν τοῦ μὴ πάσχειν ὑπὸ τῶν τοιούτων, καὶ τὸν τέκτονα δύναμιν ἔχειν τοῦ ποιῆσαι θύραν. ὁσαχῶς δὲ ἡ δύναμις λέγεται, τοσαυταχῶς καὶ ἡ ἀδυναμία ῥηθήσεται· ὁ γὰρ δυνάμενος παθεῖν ἀδυναμίαν ἔχει τοῦ μὴ πάσχειν, καὶ ὁ δυνάμενος μὴ παθεῖν ἀδυναμίαν ἔχει τοῦ παθεῖν, οὐκέτι δὲ ὁ δυνάμενος ποιῆσαι πάντως καὶ ἀδυναμίαν ἔχει τοῦ μὴ ποιῆσαι. διὰ τί οὖν ὥσπερ ἐπὶ τῆς τοῦ παθεῖν δυνάμεως παρελάβομεν καὶ τὴν τοῦ μὴ παθεῖν, οὕτως καὶ ἐπὶ τῆς τοῦ ποιεῖν τὴν τοῦ μὴ ποιεῖν οὐ παρελάβομεν; φαμὲν οὖν ὅτι ἐπειδὴ ἔστι τινὰ τῶν πραγμάτων τὴν πρὸς τὸ ποιεῖν μόνως δύναμιν ἔχοντα, οὐδαμῶς δὲ καὶ τὴν πρὸς τὸ μὴ ποιεῖν, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας φησὶν ὁ Ἀριστοτέλης ὅτι ἡ δύναμις ἡ μέν τίς ἐστιν ἐπαμφοτερίζουσα ἡ δὲ μόνως τὸ ἕτερον τῶν ἐναντίων ἔχουσα· καὶ ἐπαμφοτερίζει μὲν πᾶσα ἡ λογοειδής, ἡ δὲ μὴ λογοειδὴς μόνον τὸ ἕτερον τῶν ἐναντίων ἔχει· οἷον ὁ ἰατρὸς δύναται ὑγιάζειν, ἀλλὰ καὶ μὴ ὑγιάζειν οὐδὲν ἧττον, καὶ ὁ τέκτων δύναμιν ἔχων τοῦ ποιῆσαι θύραν, οὐδὲν ἧττον καὶ τὴν τοῦ μὴ ποιῆσαι δύναμιν ἔχει. τὸ μέντοι γε πῦρ δύναμιν ἔχον τοῦ θερμαίνειν οὐκέτι καὶ τοῦ μὴ θερμαίνειν ἔχει δύναμιν, καὶ ἡ χιὼν ὁμοίως τοῦ ψύχειν δύναμιν ἔχουσα καὶ τοῦ μὴ ψύχειν οὐκέτι ἔχει δύναμιν, καὶ ὁ θεὸς δύναμιν ἔχων τοῦ ποιεῖν ἀγαθὰ οὐκέτι καὶ τοῦ μὴ ποιεῖν ἔχει. καὶ εἰκότως τὰ λογοειδῆ ἐπαμφοτερίζουσαν ἔχει τὴν δύναμιν, ἐπειδὴ ἐπὶ τούτων οὐ συντρέχει τῇ βουλήσει ἡ δύναμις· οὐ γὰρ ἃ βούλονται, ταῦτα πάντως καὶ δύνανται, οὐδὲ ἃ δύνανται, ταῦτα καὶ βούλονται. τὸ μέντοι θεῖον σύνδρομον ἔχει τῇ βουλήσει τὴν δύναμιν·2 ἐὰν γὰρ βούλεσθαι μὲν αὐτὸν εἴπωμεν, μὴ δύνασθαι δὲ ἃ βούλεται, ἀνόητος ἡ βούλησις, ὥσπερ καὶ ἄνθρωπος ἀνόητος ἐκεῖνος ὁ βουλόμενος ἃ μὴ δύναται, οἷον ἵπτασθαι ἢ ἀθάνατος εἶναι. πάλιν εἰ δύνασθαι μὲν αὐτὸν εἴπωμεν, μὴ βούλεσθαι δέ, ματαίαν ἕξει τὴν δύναμιν· εἰ γὰρ δυνάμενός τις ποιεῖν τοῦτο μὴ βούλεται ποιεῖν, οὐ ποιήσει πάντως οὐδὲ τὴν δύναμιν εἰς ἐνέργειαν ἄξει· ὥστε ματαία ἔσται ἡ δύναμις ἀνενέργητος διαμένουσα.
“因为并非由于以某种方式处于状态中,这类事物中的每一个才被称为有性质的。” 这是用以代替:“我们不是由于他们在现实中是如此的人而这样说,而是由于他们具有这样的潜能。”潜能被三样地言说:因为一个人被称为具有潜能,要么是指去作为,要么是指受影响,要么是指不受影响,例如当我们说多病者具有由于长途散步或日晒而受影响的潜能,而健康者具有不受此类事物影响的潜能,木匠具有做门的潜能。潜能以多少种方式被言说,无能也将以同样多的方式被言说;因为能受影响者具有不受影响的无能,能不受影响者具有受影响的无能,但能作为者却不再在任何情况下都必然具有不作为的无能。那么,为什么正如在受影响的潜能那里我们同时采纳了不受影响的潜能一样,在作为的潜能那里我们却没有同样采纳不作为的潜能呢?因此我们说,这是因为在事物中有一些事物仅具有朝向作为的潜能,而绝不具有朝向不作为的潜能,正如亚里士多德在《解释篇》中也说的那样:潜能一方面是二向的,另一方面是仅具有相反者之一的;并且一切理性潜能都是二向的,而非理性潜能仅具有相反者之一;例如医生能够治病,但也同样能够不治病,具有做门之潜能的木匠,也同样具有不做门的潜能。然而火具有发热的潜能,却不再也具有不发热的潜能,雪同样具有致冷的潜能,却不再具有不致冷的潜能,神具有作善事的潜能,却不再具有不作善事的潜能。合乎情理的是,理性之物具有二向的潜能,因为在它们身上潜能并不与意愿相合;因为它们并非必然能够做到其所意愿的一切,也并非意愿其所能做到的一切。然而神性之物则具有与意愿相合的潜能;因为如果我们说他虽有意愿,却不能做到其所意愿的事,那么这种意愿就是愚蠢的,正如那个意愿自己所不能之事(例如飞翔或永生)的人是愚蠢的一样。反之,如果我们说他虽有能力,却并不意愿,那么他将徒劳地具有潜能;因为如果某人虽能做此事却不意愿做,他就决不会做,也不会将潜能引向现实;从而潜能保持未实现状态,将是徒劳的。
- 5.12Ἀντὶ τοῦ τοῦ
介词 ἀντί 之后的属格定冠词 τοῦ 发生了重复。在句法上,它将整个直接引语(‘οὐ τῷ...’)作为实质性的名词性从句引出,相当于 ἀντὶ τοῦ εἰπεῖν ὅτι(“用以代替说……”)。
- 5.12σύνδρομον ἔχει τῇ βουλήσει τὴν δύναμιν
谓语性宾格结构。形容词 σύνδρομον 作为直接宾语 τὴν δύναμιν 的谓语性修饰成分(“使潜能与……相合/一致地具有潜能”),与格 τῇ βουλήσει 则取决于 σύνδρομον(“与……并行的、相合的”)。
