← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§142.4-144.14

状态向习性的转化与自然潜能

斐洛波诺斯讨论了易变的状态如何因长久的时间而转变为习性,以及习性与状态的包含关系,随后借助潜能与现实的对比以及对立者归属于同一属的原则,阐明了性质的第二种种,即自然本性的潜能与无能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.6

" Ἐάν περ μὴ μεγάλη μεταβολὴ γένηται ὑπὸ νόσου ἢ ἄλλου τινὸς τοιούτου." Εἰκὸς γὰρ ἐν μακρᾷ τινι νόσῳ γενόμενον ἢ ἐν ἄλλοις ἀσχοληθέντα πράγμασι δι’ ἀμελετησίαν ἀπολέσαι τὴν ἐπιστήμην.1

“除非因疾病或某种其他类似情况而发生重大变化。” 因为一个陷入长期疾病或忙于其他事务的人,很有可能由于缺乏练习而丧失科学知识。

§5.7

"Διαθέσεις δὲ λέγονται ἅ ἐστιν εὐκίνητα καὶ ταχὺ μεταβάλλοντα, οἷον θερμότης καὶ κατάψυξις καὶ νόσος καὶ ὑγεία καὶ ὅσα ἄλλα τοιαῦτα." Λέγεται γὰρ διακεῖσθαί πως κατὰ ταῦτα ὁ ἄνθρωπος, οὐ μέντοι ἕξεις ἔχειν.

“而容易活动且迅速变化的被称为状态,例如热与冷、疾病与健康以及所有其他此类事物。” 因为人依这些被说成以某种方式处于状态中,然而绝不被说成具有习性。

§5.8

"Εἰ μή τις καὶ αὐτῶν τούτων τυγχάνοι διὰ χρόνου πλῆθος ἤδη πεφυσιωμένη καὶ ἀνίατος ἢ πάνυ δυσκίνητος οὖσα, ἣν ἄν τις ἴσως ἕξιν προσαγορεύσοι." Ἡ γὰρ τοιαύτη οὐκέτι διάθεσις ἀλλ’ ἕξις προσαγορεύεται. πεφυσιωμένη δέ φησι, τοῦτ’ ἔστιν εἰς φύσιν μεταβληθεῖσα καὶ αὐτὴ φύσις γενομένη διὰ τὸν συνεθισμὸν τοῦ πολλοῦ χρόνου.

“除非这些事物本身的某一种,由于时间长久而已经变得本性化且不可治愈,或者极难活动,人们或许会称其为习性。” 因为此类事物不再被称为状态,而被称作习性。他说“本性化”,意思是通过漫长时间的习惯化而转变成本性,并且自身成为本性。

§5.9

"Τοὺς γὰρ τῶν ἐπιστημῶν μὴ πάνυ κατέχοντας οὔ φασιν ἕξιν ἔχειν." Τὸν μὲν γὰρ ἕτοιμον ὄντα ἐν ῥητορικῇ ἢ γραμματικῇ ἀποκρίνεσθαι, περὶ ὧν ἂν ἐρωτᾶται θεωρημάτων ῥητορικῆς ἢ γραμματικῆς, καὶ λόγον ὑπέχοντα τούτων καὶ τὰ ὑποπίπτοντα ἄπορα ἐξ ἑτοίμου ἐπιλυόμενον τοῦτόν φασιν ἕξιν ἔχειν ῥητορικῆς ἢ γραμματικῆς· ἐὰν δὲ ἄλλος τις πεποίωται κατὰ ταύτας μετρίως, οὗτος ἕξιν μὲν τούτων οὐ λέγεται ἔχειν, διακεῖσθαι δέ πως κατ’ αὐτάς.

“因为人们并不说那些未完全牢固掌握诸科学的人具有习性。” 因为对于一个在修辞学或文法学中随时准备回答关于所被询问的任何修辞学或文法学定理、并能说明其理据、且能随时化解所出现的疑难的人,人们说他具有修辞学或文法学的习性;但如果另一个人依这些只是被适度地赋质,这人便不被说成具有它们的习性,而是被说成依它们以某种方式处于状态中。

§5.10

"Εἰσὶ δὲ αἱ μὲν ἕξεις καὶ διαθέσεις, αἱ δὲ διαθέσεις οὐκ ἐξ ἀνάγκης ἕξεις." Ὥσπερ γὰρ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος κατηγορεῖται τὸ ὄνομα καὶ τὸ μὲν ὄνομά ἐστι γένος ὀνόματος καὶ ῥήματος τὸ δὲ πρὸς τὸ ῥῆμα ἀντιδιαστελλόμενον,2 οὕτω καὶ τῆς ἕξεως καὶ τῆς διαθέσεως κατηγορεῖται ἡ διάθεσις καὶ ἡ μέν τίς ἐστι διάθεσις ὡς γένος κατηγορουμένη ἕξεως καὶ διαθέσεως ἡ δὲ ὡς εἶδος ἀντιδιαστελλομένη πρὸς τὴν ἕξιν. ὥστε ἡ μὲν ἕξις πάντως καὶ διάθεσις, ἐπειδὴ γένος αὐτῆς ἡ διάθεσις, ἡ δὲ διάθεσις οὐκέτι καὶ ἕξις· κατὰ ἀντιδιαστολὴν γὰρ αὐτῆς λέγεται ἡ ἕξις.

“习性也是状态,但状态却不必然是习性。” 因为正如“名词”既被述说于名词也被述说于动词,其中一方面名词是名词和动词的属,另一方面它又是与动词相对区别的种;同样,状态也被述说于习性和状态,并且一种状态是作为属被述说于习性和状态,而另一种状态则是作为种与习性相对区别。因此,习性全然也是状态(因为状态是它的属),但状态却不再必然也是习性;因为习性乃是与它相对立地区别而言的。

§5.11

"Ἕτερον δὲ γένος ποιότητος καθ’ ὃ πυκτικοὺς ἢ δρομικοὺς ἢ ὑγιεινοὺς ἢ νοσώδεις λέγομεν." Τοῦτο δεύτερον εἶδος τῆς ποιότητος, τὸ κατὰ δύναμιν λέγω καὶ ἀδυναμίαν. διὰ τί δὲ γένος τῆς ποιότητος αὐτὸ προσηγόρευσεν; αὕτη γάρ ἐστι γένος γενικώτατον. φασὶν ὅτι ἀντὶ τοῦ εἰπεῖν εἶδος γένος εἶπεν,3 ἵνα μή τις ὑπολάβῃ τοῦτο εἶδος εἶναι εἰδικώτατον· ἀμέλει γοῦν οὐκ εἶπε γενικώτατον γένος, ἀλλὰ γένος, ἵνα σημάνῃ ὅτι ὑπάλληλόν ἐστι γένος, ὡς ἂν εἴποιμεν γένος εἶναι τῆς οὐσίας τὸ ζῷον ἀντὶ τοῦ ὑπὸ τὴν οὐσίαν. τὸ οὖν δεύτερον εἶδος, ὡς εἶπον, τῆς ποιότητος παραδίδωσι τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν, καθ’ ὃ πυκτικοὺς ἢ δρομικοὺς ἢ ὑγιεινοὺς ἢ νοσώδεις λέγομεν. λέγει δὲ πυκτικοὺς ἢ δρομικοὺς τοὺς φύσιν ἔχοντας ἐπιτηδείαν πρός τι τῶν τοιούτων, τοῦτ’ ἔστι τοὺς δυνάμει τοιούτους ὄντας. καὶ τὸ μὲν πρῶτον εἶδος τῆς ποιότητος ἐνεργείᾳ θεωρεῖται, ἡ ἕξις καὶ ἡ διάθεσις, τὸ δὲ δεύτερον δυνάμει· ἕτερον γάρ ἐστι πύκτης εἰπεῖν καὶ ἕτερον πυκτικός, καὶ δρομεὺς καὶ δρομικός· τὸ μὲν γάρ ἐστιν ἐνεργείᾳ, ὁ πύκτης καὶ ὁ δρομεύς, τὸ δὲ δυνάμει, ὁ πυκτικὸς καὶ ὁ δρομικός, ὁ μήπω μὲν ἐνεργείᾳ ὢν τοιοῦτος δύναμιν δὲ φυσικὴν ἔχων, τοῦτ’ ἔστιν ἐπιτηδειότητα εἰς τὸ γενέσθαι τοιοῦτος. ὁ δὲ ἐνεργείᾳ ὢν πύκτης ἢ δρομεὺς οὐκέτι κατὰ δύναμιν φυσικὴν λέγεται, ἀλλ’ ἕξιν ἔχει ἢ διάθεσιν. πῶς δὲ καὶ τὴν ἀδυναμίαν ποιότητά φησιν; ὅτι διακείμεθά πως καὶ κατὰ ταύτην· τῷ γὰρ τοιῶσδε τὸν ἵππον διακεῖσθαι ἀδυναμίαν αὐτόν φαμεν ἔχειν τοῦ δέξασθαι ἐπιστήμην. καὶ ὅλως ἐφ’ ὧν θεωρεῖται ἡ δύναμις, ἐπὶ τούτων καὶ ἡ ἀδυναμία· ὁ γὰρ δύναμιν ἔχων τοῦ πάσχειν οὗτος ἀδυναμίαν ἔχει τοῦ μὴ πάσχειν, καὶ ὁ δύναμιν ἔχων τοῦ μὴ παθεῖν ἀδυναμίαν ἔχει τοῦ παθεῖν. καὶ ἄλλως ἐπειδὴ τῶν ἀντικειμένων τὸ αὐτό ἐστι γένος, εἴτε οὖν ὡς ἐναντία ταῦτά τις βούλεται ἀντικεῖσθαι, ὑφ’ ὃ γένος τὸ ἕτερον τῶν ἐναντίων ἀνάγεται, ὑπ’ ἐκεῖνο καὶ τὸ ἕτερον ἀναχθήσεται, ἐπειδὴ καὶ τὸ λευκὸν καὶ τὸ μέλαν ἐναντία ὄντα ὑπὸ τὸ αὐτὸ γένος, τὴν ποιότητα, ἀνάγονται (εἰ τοίνυν ἡ δύναμις ὑπὸ τὸ ποιὸν ἀνάγεται, καὶ ἡ ἀδυναμία ὑπὸ τὸ αὐτὸ ἀναχθήσεται), εἴτε ὡς τὰ κατὰ στέρησιν καὶ ἕξιν ταῦτα ἀντικεῖσθαί τις βούλοιτο,4 καὶ οὕτως ὑπὸ τὸ αὐτὸ γένος αὐτὰ ἀνάξει· οὗ γὰρ λέγεται εἶναι ἡ ἕξις, τούτου καὶ ἡ στέρησις λεχθήσεται, οἷον ὀφθαλμοῦ· αὐτοῦ γάρ ἐστι καὶ ἡ ὄψις καὶ ἡ τύφλωσις. ὑφ’ ὃ οὖν γένος ἀνάγεται ἡ ἕξις, ὑπὸ τὸ αὐτὸ καὶ ἡ στέρησις ἀναχθήσεται.

“性质的另一个属是依其我们称〔人们〕为适于拳击者、适于奔跑者、健康的或多病者的那种。” 这是性质的第二种种,我指依潜能与无能而言的种。但他为何将其称为性质的属呢?既然性质自身是最高属。人们说,他是用“属”代替说“种”,以免有人设想这是不可再分的最低种;无论如何,他当然没有说是最高属,而是说属,以便表明它是一个从属属,正如我们会说动物是实体的属,代替说它在实体之下。因此,正如我所说,他传授了性质的第二种种,即依潜能与无能而言的种,依其我们称〔人们〕为适于拳击者、适于奔跑者、健康的或多病者。而他说适于拳击者或适于奔跑者,是指那些具有适于某种此类事物的本性的人,即在潜能上是如此的人。并且性质的第一种种,即习性和状态,是在现实中被考察的,而第二种则是在潜能中被考察的;因为说拳击家与说适于拳击者是不同的,奔跑者与适于奔跑者亦然。因为前者是在现实中的,即拳击家和奔跑者,而后者是在潜能中的,即适于拳击者和适于奔跑者,他虽在现实中尚未成为如此,但具有自然本性的能力,即成为如此者的适宜性。但在现实中作为拳击家或奔跑者的人,便不再是依自然潜能而被言说的,而是具有习性或状态。但他又如何把无能也说成性质呢?因为我们依此也以某种方式处于状态中;因为由于马处于这种状态中,我们便说马具有接受科学知识的无能。并且总的来说,凡潜能被考察之处,无能也在其中被考察;因为具有受影响之潜能的人,就具有不受影响之无能,而具有不受影响之潜能的人,就具有受影响之无能。再者,由于对立之物具有相同的属,无论有人希望将它们作为相反者相对立,相反者中的一个被归入哪一个属,另一个也将被归入那同一个属,因为白与黑作为相反者也被归入同一个属即性质(因此如果潜能被归入性质,无能也将被归入同一个属);或者无论有人希望将它们作为依缺乏与习性相对立之物,即便如此他也将把它们归入同一个属;因为习性被说成属于何物,缺乏也将被说成属于该物,例如属于眼睛;因为视觉与盲目都属于它。因此,习性被归入哪一个属,缺乏也将被归入同一个属。

语法注4 条
  1. 5.6Εἰκὸς γὰρ ἐν μακρᾷ τινι νόσῳ γενόμενον ἢ ἐν ἄλλοις ἀσχοληθέντα πράγμασι δι’ ἀμελετησίαν ἀπολέσαι τὴν ἐπιστήμην.

    不定式 ἀπολέσαι 由非人称谓语 εἰκός(补充省略的 ἐστί)引出,而宾格分词 γενόμενον 和 ἀσχοληθέντα 则充当该不定式的逻辑主语,以宾格表示泛指的人。

  2. 5.10τὸ μὲν ὄνομά ἐστι γένος ὀνόματος καὶ ῥήματος τὸ δὲ πρὸς τὸ ῥῆμα ἀντιδιαστελλόμενον

    通过援引 ὄνομα 的双重用法(既是涵盖名词与动词的属,又是与动词相对立的具体名词之种),作者解释了 διάθεσις 如何既可作为包含习性与状态的属,又可作为与习性相对立的种。

  3. 5.11ἀντὶ τοῦ εἰπεῖν εἶδος γένος εἶπεν

    介词 ἀντί 支配带有中性单数属格冠词 τοῦ 的不定式 εἰπεῖν(“代替说……”),εἶδος 作其宾语,而 γένος 则是主要动词 εἶπεν 的直接宾语。

  4. 5.11εἴτε οὖν ὡς ἐναντία ταῦτά τις βούλεται ἀντικεῖσθαι... εἴτε ὡς τὰ κατὰ στέρησιν καὶ ἕξιν ταῦτα ἀντικεῖσθαί τις βούλοιτο

    由 εἴτε... εἴτε... 引出的并列假定结构。前一分句使用现在直陈式 βούλεται,后一分句使用现在祈愿式 βούλοιτο,两者对称地假设了理解潜能与无能对立关系的两种方式(作为相反者,或作为缺乏与习性)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:142.4-144.14