← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§139.30-142.3

性质的定义与习性及德性的等级

注疏亚里士多德《范畴篇》8b25–29,探讨性质的定义、以多种方式言说的性质之划分性质、习性与状态的区别,并系统分类说明了科学的三种含义以及德性的各个等级(自然本性的、伦理的、政治的、净化性的与观照性的)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2

" Ποιότητα δὲ λέγω καθ’ ἣν ποιοί τινες εἶναι λέγονται." Διὰ τί τὴν τῆς ποιότητος διδασκαλίαν διὰ τοῦ ποιοῦ ποιεῖται; φαμὲν ὅτι σαφέστερόν ἐστι τὸ ποιόν, ὡς ἤδη εἴρηται, ἅτε τῇ αἰσθήσει ληπτόν, καὶ ὅλως ἀπὸ τοῦ ποιοῦ εἰς ἔννοιαν τῆς ποιότητος ἐρχόμεθα· θεασάμενοι γὰρ τὸ ἐν γάλακτι λευκὸν καὶ τὸ ἐν χιόνι καὶ τὸ ἐν ψιμμυθίῳ εἰς ἔννοιαν ἐρχόμεθα τῆς λευκότητος, ὁμοίως γευσάμενοι μέλιτος καὶ φοίνικος καὶ ἰσχάδος εἰς ἔννοιαν ἐρχόμεθα τῆς γλυκύτητος. ἐκ τοῦ οὖν ποιοῦ σαφεστέρου ὄντος τὴν διδασκαλίαν ποιεῖται. ἔστι δὲ αὐτὸ τὸ μετέχον ποιόν, ποιότης δὲ τὸ μετεχόμενον.

“我把依其被称为具有某种性质者的东西称为性质。” 为什么他通过具有某种性质者来讲解性质?我们回答说,正如已经说过的,具有某种性质者更明晰,因为它为感觉所把握,并且总的来说我们是从具有某种性质者走向性质的概念的。因为看到牛奶中的白、雪中的白以及铅粉中的白,我们就走向了白这一概念;同样,尝过蜂蜜、海枣和干无花果,我们就走向了甜这一概念。因此,由于具有某种性质者更明晰,他便由此进行讲解。而分有者自身是具有某种性质者,被分有者则是性质。

§5.3

"Ἔστι δὲ ἡ ποιότης τῶν πλεοναχῶς λεγομένων." Τοῦτο λέγων σημαίνει οὐχὶ τὸ ὁμωνύμως λέγεσθαι, ἀλλὰ τὸ διαφόρως·1 τὸ γὰρ πλεοναχῶς λέγεσθαι ἢ τὸ ὁμωνύμως δηλοῖ ἢ τὸ διαφόρως, ὡς ἐνταῦθα· εἰ γὰρ ὁμωνύμως εἴληπτο, εἰς διάφορα ἂν σημαινόμενα ἐγίνετο ἡ διαίρεσις· ἐπεὶ δὲ τὸ διαφόρως εἴληπται, διὰ τοῦτο γίνεται καὶ ἡ διαίρεσις ὡς γένους εἰς εἴδη. ἆρα οὖν οὐκ ἔστι γένος ἡ ποιότης; διὰ τί οὖν τῶν εἰδῶν αὐτῆς τὸ μὲν πρῶτον λέγεται τὸ δὲ δεύτερον; λέγομεν ὅτι καθὸ ποιότης οὐκ ἔστι τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον, ἀλλὰ μόνῳ ἀξιώματι διαφέρουσιν, ὡς καὶ ἄνθρωπος ἵππου.

“而性质属于以多种方式被言说者。” 他说这话所指的不是同名异义地被言说,而是多样地[被言说];因为以多种方式被言说要么表明同名异义,要么表明多样,正如在这里一样。因为若是被同名异义地理解,划分就会成为向不同含义的划分;但既然它是被多样地理解的,正因如此划分也就是作为属向种的划分而进行的。那么性质难道不是属吗?那为何它的种中一个被称为第一,另一个被称为第二?我们回答说,就其作为性质而言,并不存在一个为第一而另一个为第二,而仅仅是在价值上有所不同,正如人不同于马一样。

§5.4

"Ἓν μὲν οὖν εἶδος ποιότητος ἕξις καὶ διάθεσις λεγέσθωσαν." Πρῶτον εἶδος τῆς ποιότητος ἕξις καὶ διάθεσις. διαφέρει δέ, φησίν, ἡ ἕξις τῆς διαθέσεως τῷ τὴν μὲν διάθεσιν εὐαπόβλητον εἶναι τὴν δὲ ἕξιν δυσαπόβλητον, καὶ ὅτι ἡ μὲν ἕξις πάντως καὶ διάθεσις, ἡ δὲ διάθεσις οὐκ ἐξ ἀνάγκης καὶ ἕξις.

“因此,性质的一个种当被称为习性和状态。” 性质的第一种是习性和状态。他说,习性与状态的区别在于,状态容易丢弃而习性难以丢弃,并且习性必然也是状态,但状态却不必必然也是习性。

§5.5

"Τοιαῦται δὲ αἵ τε ἐπιστῆμαι καὶ αἱ ἀρεταί." Ἐπιστήμας ἐνταῦθα λέγει οὐ τὰς ἀπταίστους, ἀλλὰ πᾶσαν ἁπλῶς τέχνην μόνιμον, ὥστε κατὰ τοῦτο τὸ σημαινόμενον καὶ γραμματικὴν ἐπιστήμην εἶναι καὶ τεκτονικὴν καὶ τὰς ἄλλας βαναύσους τέχνας· ἑκάστη γὰρ ἕξις τίς ἐστι μόνιμος. ἡ δὲ ἐπιστήμη τριχῶς λέγεται· λέγεται γὰρ ἐπιστήμη ἡ ὑποκείμενον ἔχουσα ἄπταιστον καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα καταγινομένη, καθ’ ὃ σημαινόμενον καὶ ἡ γεωμετρία ἐπιστήμη καὶ ἡ ἀστρονομία καὶ ἡ ἀριθμητική. ἰατρικὴ δὲ κατὰ τοῦτο οὐκ ἐπιστήμη περὶ ῥευστὸν καταγινομένη ὑποκείμενον. λέγεται δὲ ἐπιστήμη καὶ ἡ ἐξ ἀρχῶν αὐτοπίστων ὁρμωμένη, ἣ καὶ ὄντως ἐστὶν ἐπιστήμη, ἣν καλοῦσιν ἀνυπόθετον φιλοσοφίαν παρὰ τὸ ἐκ κοινῶν ἐννοιῶν ὁρμᾶσθαι. κατὰ τοῦτο δὲ οὔτε γεωμετρίαν οὔτε ἀστρονομίαν οὔτε τῶν τοιούτων οὐδεμίαν ἐπιστήμην ἐρεῖς, ἐπειδὴ μὴ ἐξ αὐτοπίστων ἀρχῶν ὁρμῶνται ἀλλ’ ἀποδείξεως δεομένων· ἀρχαὶ γὰρ γεωμετρίας τὸ σημεῖον ἡ γραμμὴ ἡ ἐπιφάνεια καὶ τὰ τοιαῦτα. καὶ ὁρίζεται μὲν ἕκαστον τούτων ὁ γεωμέτρης, τὸ μὲν σημεῖον λέγων οὗ μέρος οὐδέν, τὴν δὲ γραμμὴν μῆκος ἀπλατές, καὶ τὰ ἄλλα ὡς ἔχει· τούτων δὲ τὴν ἀπόδειξιν, λέγω δὴ διὰ τί τὸ σημεῖον ἀμερὲς ἢ ἡ γραμμὴ μῆκος ἀπλατές, οὐκέτι οἶδεν ᾗ γεωμέτρης ἐστίν, ἀλλὰ τῷ πρώτῳ φιλοσόφῳ ἀναπέμπει τούτων τὰς ἀποδείξεις ποιεῖσθαι· οὐδεμία γὰρ ἐπιστήμη αὐτὴ τὰς ἑαυτῆς ἀρχὰς ἀποδείκνυσιν. αἱ τοίνυν μὴ ἐξ ἀρχῶν αὐτοπίστων ὁρμώμεναι οὐκ ἂν εἶεν κυρίως ἐπιστῆμαι, ὡς καὶ ὁ Πλάτων φησὶν ‘ᾧ γὰρ ἀρχαὶ μὲν ἃς οὐκ οἶδε, μέσα δὲ καὶ τελευταῖα ἐξ ὧν οὐκ οἶδε,2 πῶς ἂν εἴη τοῦτο ἐπιστήμη;’. ἔστι δὲ καὶ κατὰ τρίτον τινὰ λόγον ἐπιστήμη ἡ ὁδοποιητική, ἥτις οἶδε τίνα δεῖ προλαμβάνειν καὶ τίνα ἕπεσθαι, καθ’ ὃ σημαινόμενον καὶ ἡ ἰατρικὴ ἐπιστήμη καὶ πᾶσα βάναυσος τέχνη. ᾧ καὶ ἐνταῦθα κέχρηται σημαινομένῳ τῆς ἐπιστήμης ὁ φιλόσοφος. ἀρετὰς δὲ ἐνταῦθα λέγει τὰς τελείας τὰς καὶ τὸ ὅτι ἐπισταμένας καὶ τὸ διότι· τῶν γὰρ ἀρετῶν αἱ μέν εἰσι φυσικαί, ὡς οἱ φυσικήν τινα ἔχοντες σωφροσύνην ἢ πραεῖς ὄντες φύσει ἢ καί τινα τῶν ἀλόγων ἔχειν λέγονται, ὡς ἡ τρυγὼν καὶ ἡ κορώνη τὴν σωφροσύνην καὶ οἱ πελαργοὶ τὴν δικαιοσύνην, αἱ δὲ ἠθικαὶ αἱ εἰδυῖαι ὅτι καλὸν ἡ δικαιοσύνη καὶ ἁπλῶς ἡ ἀρετή, διὰ τί μέντοι καλὸν οὐκ εἰδυῖαι, ὀρθοδοξαστικῶς ἐκ πατέρων ἢ διδασκάλων τοῦτο γινωσκόντων τῶν κεκτημένων,3 αἱ δὲ πολιτικαί, αἵτινες μετὰ τοῦ ὅτι καὶ τὸ διότι ἴσασιν, αἱ δὲ καθαρτικαί. διαφέρουσι δὲ αἱ καθαρτικαὶ τῶν πολιτικῶν, ὅτι αἱ μὲν πολιτικαὶ ἐπιστρέφονται πρὸς τὰ καταδεέστερα καὶ τῶν ἡδονῶν ἀντιποιοῦνται τῶν σεμνοτέρων καὶ χρόνον καὶ τόπον καὶ ποσὸν παραφυλάττουσαι, οἱ μέντοι καθαρτικῶς ἐνεργοῦντες ἀνεπίστρεπτοί εἰσι πρὸς τὰ χείρονα καὶ καθάπαξ τῶν ἡδονῶν ὑπερορῶσιν. αἱ δὲ τῶν ἀρετῶν εἰσι θεωρητικαί. ἐνταῦθα οὖν, ὡς εἴρηται, τὰς τελείας ἀρετὰς λέγει, τάς τε πολιτικὰς καὶ καθαρτικὰς καὶ θεωρητικάς.

“科学和德性就是这样的东西。” 在这里他所说的科学并非指不会犯错的科学,而是径直指每一种持久的技艺,以至于依此含义文法学也是科学,木工及其他机械技艺也是科学;因为每一种都是某种持久的习性。但科学有三种说法。第一,具有不会犯错的底层对象、关涉始终处于同一状态并以同样方式存在之物的被称为科学,依此含义几何学是科学,天文学和算术也是科学。依此,医学不是科学,因为它关涉流动的底层对象。第二,发端于自明之本原的也被称为科学,这也是真正意义上的科学,因其发端于共同概念而被人们称为无假设的哲学。依此,你将既不说几何学也不说天文学或任何此类事物是科学,因为它们并非发端于自明的本原,而是发端于需要证明的本原。因为几何学的本原是点、线、面及诸如此类之物。几何学家对它们中的每一个作出定义,说点是没有部分的东西,线是没有宽度的长度,其余各项依其实际情况亦然;但对于它们的证明,我指为什么点没有部分或线是没有宽度的长度,只要他作为几何学家便不再知晓,而是把作出这些证明交由第一哲学家;因为没有任何科学会自己证明自身的本原。因此,不发端于自明本原的就不能是严格意义上的科学,正如柏拉图也说:“若对一人而言本原是其所不知之物,而中间和末尾又是由其所不知之物构成的,这怎么可能是科学呢?”。第三,依某种第三种说法,开辟道路的、知道何者当在先以及何者当随后的也是科学,依此含义医学也是科学,每一种机械技艺亦然。哲学家[亚里士多德]在这里所采用的也就是这种含义的科学。而在这里他所说的德性是指完全的德性,即既知其然又知其所以然的德性。因为在诸德性中,有些是自然本性的,如具有某种自然节制的人或本性温和的人,或者像某些无理性动物也被说成具有的那样,如斑鸠和乌鸦具有节制,鹳具有正义;有些是伦理的德性,它们知道正义以及径直说德性是美好的这一事实,然而却不知为何美好,占有它们的人乃是以真信念的方式从父亲或教师那里知晓此点的;有些是政治的德性,它们在知其然的同时也知其所以然;有些则是净化性的德性。而净化性的德性不同于政治的德性在于,政治的德性转向较低下之物,并在恪守时间、地点和分寸的同时追求较尊贵的快乐,然而依净化方式活动的人则不转向较恶劣之物,并且根本就蔑视快乐。诸德性中另有些是观照性的。因此正如所说,在这里他所说的是完全的德性,即政治的德性、净化性的德性以及观照性的德性。

语法注3 条
  1. 5.3τὸ ὁμωνύμως λέγεσθαι, ἀλλὰ τὸ διαφόρως

    带冠词的不定式短语(τὸ ... λέγεσθαι),充当动词 σημαίνει 的宾语。注疏者在此判定,此处亚里士多德所言“以多种方式被言说”并非指纯粹的同名异义(多义性),而是指同一属向不同种的多样化(διαφόρως)划分。

  2. 5.5ᾧ γὰρ ἀρχαὶ μὲν ἃς οὐκ οἶδε, μέσα δὲ καὶ τελευταῖα ἐξ ὧν οὐκ οἶδε

    引自柏拉图《理想国》卷七。结构由占有与格 ᾧ 引导,省略了系动词:主语 ἀρχαί 带有关系从句 ἃς οὐκ οἶδε,而 μέσα δὲ καὶ τελευταῖα 则与介词从句 ἐξ ὧν οὐκ οἶδε 构成并列,整体构成假定性前提句。

  3. 5.5ὀρθοδοξαστικῶς ἐκ πατέρων ἢ διδασκάλων τοῦτο γινωσκόντων τῶν κεκτημένων

    属格独立结构。逻辑主语是后置的 τῶν κεκτημένων(获得[诸德性]的人),分词 γινωσκόντων 与之在性数格上一致。副词 ὀρθοδοξαστικῶς 以及介词短语 ἐκ πατέρων ἢ διδασκάλων 共同修饰分词 γινωσκόντων。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:139.30-142.3