← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§12.3-13.32

《范畴篇》导论的六个预备问题

约翰·斐洛庞诺讨论了《范畴篇》导论中的六个标准预备问题(目的、效用、书名由来、阅读次序、真伪考证及章节划分),具体解释了书名何以源自最高属的述说,以及全书为何划分为范畴前、范畴本身和范畴后三个部分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1#7

περὶ τούτων οὖν διαλέγεται ἐν ταῖς Κατηγορίαις. ἀλλ’ ἐπειδὴ οὐ περὶ ἀσήμων φωνῶν διαλέγεται (οὐδεὶς γὰρ τούτων λόγος τοῖς φιλοσόφοις),1 δῆλον ὅτι περὶ φωνῶν σημαινουσῶν νοήματα· ἀνάγκη γὰρ ὄντος τοῦ πράγματος εἶναι καὶ τούτου τὸ ὄνομα, καὶ πρὸ τούτου τὴν ἔννοιαν, ἣν ἔχομεν τοῦ πράγματος· οἷον τοῦ Σωκράτους ἔστιν ὄνομα ἡ Σωκράτης φωνή, τὸ δὲ πρᾶγμα αὐτὸς ὁ Σωκράτης, ἡ δὲ ἔννοια, ἣν ἔχομεν ἐν τῇ ψυχῇ, ἡ περὶ τοῦ Σωκράτους γνῶσις. σκοπὸς οὖν τῷ Ἀριστοτέλει εἰπεῖν περὶ ἁπλῶν φωνῶν σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσων ἁπλῶν νοημάτων. καὶ ταῦτα μὲν περὶ τοῦ σκοποῦ. Ὅτι δὲ χρήσιμόν ἐστι τὸ βιβλίον εἴς τε τὸ θεωρητικὸν τῆς φιλοσοφίας μέρος καὶ τὸ πρακτικόν, ἐκ τῶν προειρημένων δῆλον, εἴπερ καὶ τὴν ἀπόδειξιν, ὡς ἐδείξαμεν, ἄνευ τῶν ἁπλῶν φωνῶν οὐκ ἔστι γνῶναι, καὶ ὅτι περὶ τῶν κοινοτήτων διαλαμβάνει, εἰς ἃς τὰ ὄντα πάντα διαιρεῖται. Ἡ δὲ αἰτία τῆς ἐπιγραφῆς ἐστι τοιαύτη· Κατηγορίαι ἐπιγέγραπται τὸ βιβλίον, οὐχ ὅτι περὶ τῶν κατηγοριῶν τῶν ἐν δικαστηρίοις διαλαμβάνει (οὐ γὰρ πρόκειται αὐτῷ ῥητορεύειν), ἀλλ’ ὥσπερ καὶ ἐν ταῖς Εἰσαγωγαῖς ἐμάθομεν, διττὴ τῶν γενῶν ἐστι διαφορά· τὰ μὲν γάρ ἐστι γενικώτατα καὶ μόνως γένη, τὰ δὲ ὑπάλληλα, ἃ καὶ γένη καὶ εἴδη λέγεται, εἴδη μὲν τῶν πρὸ αὐτῶν γένη δὲ τῶν μετ’ αὐτά· καὶ τὰ μὲν γενικώτατα μόνως κατηγοροῦνται, τὰ δὲ ὑπάλληλα ὑπόκεινται μὲν τοῖς πρὸ αὐτῶν κατηγοροῦνται δὲ τῶν μετ’ αὐτά. διαλέγεται δὲ ἐνταῦθα περὶ τῶν δέκα γενικωτάτων γενῶν, ἃ μόνως κατηγοροῦνται, οὐδέποτε δὲ ὑπόκεινται. διὰ τοῦτο οὖν ἐπέγραψε τὸ βιβλίον Κατηγορίαι, ὡς ἂν εἰ ἔλεγε2 Περὶ τῶν γενῶν τῶν μόνως κατηγορουμένων. Ἡ δὲ τάξις τῆς ἀναγνώσεως δήλη ἐκ τοῦ σκοποῦ· ἐπειδὴ γάρ, ὡς ἔφαμεν, εἰς τοῦτο κατέληξεν ἡ θεωρία, ἐντεῦθεν ἀρκτέον τῆς πράξεως, καὶ ὅτι δεῖ τὰ ἁπλούστερα προηγεῖσθαι τῶν συνθέτων· ἁπλουστέρα δὲ ἡ περὶ τῶν δέκα κατηγοριῶν διδασκαλία, εἴπερ, ὡς εἴρηται, διαλαμβάνει περὶ ἁπλῶν φωνῶν σημαινουσῶν ἁπλᾶ πράγματα διὰ μέσων ἁπλῶν νοημάτων. Ὅτι δὲ γνήσιον τοῦ φιλοσόφου τὸ βιβλίον, πάντες μαρτυροῦσι. δηλοῖ δὲ καὶ ἡ φράσις καὶ τὸ τὸν φιλόσοφον ἐν ἄλλαις πραγματείαις μεμνῆσθαι τοῦ συγγράμματος τούτου. δύο δέ, ὡς εἴρηται, βιβλίων Κατηγοριῶν εὑρεθέντων, σχεδὸν παραπλησίων κατὰ πάντα καὶ κατ’ αὐτὸ τὸ προοίμιον (ἔστι γὰρ τοῦ ἑτέρου ἡ ἀρχὴ “Τῶν ὄντων τὰ μὲν ὁμώνυμά ἐστι, τὰ δὲ συνώνυμα”, ἥτις σχεδὸν ἡ αὐτή ἐστι τῷ προκειμένῳ βιβλίῳ), ἐκρίθη τοῦτο γνήσιον εἶναι τὸ βιβλίον3 ὑπὸ πάντων ἐξηγητῶν. Ἡ δὲ εἰς τὰ κεφάλαια διαίρεσις τριχῇ· διαιρεῖται γὰρ εἰς τὰ πρὸ τῶν κατηγοριῶν εἰς τὰς κατηγορίας αὐτὰς καὶ εἰς τὰ μετὰ τὰς κατηγορίας. καὶ ἐν μὲν τῷ πρώτῳ τμήματι διδάσκει τὰ χρήσιμα πρὸς τὴν διδασκαλίαν τῶν κατηγοριῶν· ὥσπερ γὰρ εἰώθασιν οἱ γεωμέτραι τὰ χρήσιμα πρὸς τὴν τῶν θεωρημάτων διδασκαλίαν προδιδάσκειν, τί ἐστι σημεῖον, τί ἐστι γραμμή, τί ἐστι κύκλος, ἵνα μὴ ἀναγκάζωνται μεταξὺ τῆς διδασκαλίας ἢ ξένοις ὀνόμασι κεχρῆσθαι ἢ διδάσκοντές τι περὶ αὐτῶν ἐκτρέπεσθαι καὶ διακόπτειν τὴν συνέχειαν τῶν προκειμένων· οὕτως καὶ ὁ φιλόσοφος4 ἐνταῦθα ἐπειδὴ ἔμελλεν ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ μνημονεύειν λέξεών τινων καὶ φωνῶν ἡμῖν ἀγνώστων, διὰ τοῦτο περὶ αὐτῶν προδιδάσκει, ἵνα μὴ δόξῃ τὸν λόγον ταράττειν. ἐν δὲ τῷ δευτέρῳ τμήματι περὶ αὐτῶν τῶν κατηγοριῶν διδάσκει. ἐν δὲ τῷ τρίτῳ πάλιν περί τινων διαλαμβάνει φωνῶν, ὧν ἐμνήσθη ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ, οἷον τοῦ ἅμα τοῦ προτέρου τοῦ ἔχειν. καὶ διὰ ποίαν αἰτίαν οὐχ ἅμα πάντα πρὸ τῶν κατηγοριῶν ἐδίδαξε; φαμὲν ὅτι τῶν φωνῶν τούτων αἱ μέν εἰσι πᾶσιν ἄγνωστοι, οἷον τὸ ὁμώνυμον, τὸ συνώνυμον (οὐδεμίαν γὰρ τούτων ἔννοιαν ἔχει ὁ πολὺς ἄνθρωπος), τὰ δὲ γνώριμα μὲν ἐκ τῆς συνηθείας, ἀλλ’ ὅμως τινὸς δεόμενα διαρθρώσεως, οἷον τὸ ἅμα καὶ τὸ πρότερον. τὰ οὖν παντάπασιν ἄγνωστα πρὸ τῆς τῶν κατηγοριῶν διδασκαλίας ἀναγκαίως προέταξεν, ἐπειδὴ ἐκείνων ἀγνοουμένων ἐφιστάνειν οὐκ ἐμέλλομεν τοῖς λεγομένοις περὶ τῶν κατηγοριῶν (χρῆται γὰρ αὐτοῖς εἰς τὴν τῶν κατηγοριῶν διδασκαλίαν), τὰ δὲ λοιπά, λέγω δὴ τὰ ἀδιαρθρώτως ἡμῖν ἐγνωσμένα, μετὰ τὰς κατηγορίας διδάσκει, ἵνα μὴ μακρὸν ποιήσῃ τὸ προοίμιον καὶ τὸ πάρεργον τοῦ ἔργου μακρότερον. ἐφευρέθη δὲ ἡ κατὰ τὰ μόρια διαίρεσις πρὸς σαφήνειαν τοῦ συγγράμματος· μαθόντες γὰρ πόσα ἐστὶ τὰ τοῦ βιβλίου κεφάλαια καὶ περὶ τίνων διαλέγεται, ῥᾷστα τοῖς λεγομένοις παρακολουθήσομεν, καὶ οὐ συγκεχυμένως καὶ ἀδιαρθρώτως ταῦτα δεξόμεθα.

因此,他在《范畴篇》中讨论的正是关于这些内容。但既然他所讨论的并非毫无意义的语词(因为哲学家们根本不考虑这些),很显然,他讨论的是指称概念的语词;因为事物既然存在,必然也存在着这[事物]的名称,并且在此之前,还存在着我们关于该事物所具有的观念。例如,对于苏格拉底[这一事物]而言,“苏格拉底”这个语词是名称,事物是苏格拉底本人,而我们在灵魂中所具有的观念则是关于苏格拉底的认识。因此,亚里士多德的意图乃是谈论通过单纯的概念作为中介来指称单纯事物的单纯语词。关于意图就谈这些。而这部著作对于哲学的理论部分和实践部分都是有用的,这一点从前述内容中便很清楚了,如果说正如我们所指出的那样,没有单纯的语词就无法认识论证,并且因为他所论述的是一切存在物所划分归入的共通项。题名的缘由如下:《范畴篇》被冠以此书名,并不是因为他论述法庭上的指控(因为他的目的并不是作修辞演说),而是正如我们在《引论》中所学到的那样,属有两种区别:因为一些是最高属且仅仅是属,另一些是顺次相承的,它们既被称为属也被称为种,对于先于它们的是种,对于后于它们的是属;最高属仅仅作谓项被述说,而顺次相承的属则作为先于它们者的主项,并作为后于它们者的谓项被述说。而他在这里讨论的是十个最高属,它们仅仅被述说,绝不作主项。因此,正如他若说《论仅仅被述说的属》那样,他为该书冠名为《范畴篇》。研读的次序从其意图来看也是清楚的;因为正如我们所说,理论上的考察既然在此结束,实践就应当从这里开始,而且因为更单纯的事物必须先于复合的事物;而如果正如所说的那样,他论述通过单纯的概念作为中介来指称单纯事物的单纯语词,那么关于十个范畴的讲授就是更单纯的。至于这部著作是这位哲学家的真作,众人都为此作证。文辞风格以及这位哲学家在其他专著中提及这部著作的事实都表明了这一点。而且正如所说过的,在发现了两部在几乎所有方面、甚至在序言本身上都十分相似的《范畴篇》(因为另一部的开头是“存在物中,有些是同名异义的,有些是同名同义的”,这与摆在我们面前的这部书几乎完全相同)之后,所有注释家都判定这部书是真作。划分成章节则是三分的:因为它被划分为范畴之前的部分、范畴本身以及范畴之后的部分。在第一部分中,他讲授有助于讲授范畴的内容;因为正如几何学家们通常预先讲授有助于讲授定理的内容,即什么是点、什么是线、什么是圆,以免在讲授过程中被迫使用生疏的名称,或者因讲授有关它们的知识而偏离主题并打断眼前论题的连续性;这位哲学家在这里也是如此,因为他即将在范畴的讲授中提及对我们而言未知的某些言辞和语词,因此他预先讲授这些,以免显得扰乱了论述。在第二部分中,他讲授范畴本身。而在第三部分中,他又论述了他在讲授范畴时所提及的某些语词,例如“同时”、“在前”、“具有”。那么出于什么原因他没有把一切都在范畴之前同时讲授呢?我们说,在这些语词中,有一些对所有人都是未知的,例如“同名异义”、“同名同义”(因为大众对这些毫无观念),而另一些虽然根据习俗为人熟知,但仍需要某种辨析,例如“同时”和“在前”。因此,他必然把完全未知的事物安排在范畴的讲授之前,因为如果那些不为人知,我们就不可能关注关于范畴所说的话(因为他将它们用于范畴的讲授);而其余的事物,即我们未加辨析而熟知的事物,他在范畴之后讲授,以免把序言拉得太长,使副业长于正业。按部分进行划分是为了著作的清晰而构想出来的;因为一旦知道了这部书有多少章以及他讨论什么,我们就能够最轻易地跟上所说的话,而不会混乱和缺乏辨析地领会这些内容。

语法注4 条
  1. 1.1οὐδεὶς γὰρ τούτων λόγος τοῖς φιλοσόφοις

    这是名词 λόγος 与表示所有的与格(τοῖς φιλοσόφοις)以及宾格性属格(τούτων,指代无意义的语词)相结合的习惯表达,意为“哲学家们对这些完全不加考虑”。

  2. 1.1ὡς ἂν εἰ ἔλεγε

    由 ὡς ἂν εἰ 接未完成过去时直陈式 ἔλεγε 构成的假设比喻句,表示“宛如他在说 / 就好像他曾说过……一样”。

  3. 1.1δύο δέ, ὡς εἴρηται, βιβλίων Κατηγοριῶν εὑρεθέντων ... ἐκρίθη τοῦτο γνήσιον εἶναι τὸ βιβλίον

    句首的 δύο ... εὑρεθέντων 为属格绝对结构(表示让步或时间),主句的主动词为被动语态 ἐκρίθη,支配主格/宾格不定式补足结构(τοῦτο ... τὸ βιβλίον γνήσιον εἶναι),意为“此书被判定为真作”。

  4. 1.1ὥσπερ γὰρ εἰώθασιν ... ἵνα μὴ ἀναγκάζωνται ... οὕτως καὶ ὁ φιλόσοφος

    以 ὥσπερ ... οὕτως καί 为骨架的长对照句。前半部分通过嵌入的目的从句(ἵνα μὴ ἀναγκάζωνται ...)说明几何学家的做法,后半部分对称地展开哲学家的做法(οὕτως καὶ ὁ φιλόσοφος ... ἵνα μὴ δόξῃ ...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:12.3-13.32