- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:137.18-139.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯论述了性质的第四个种(形状与形态)的定义和用法,解释了性质仅有四种的划分理由及其排定次序的根据,并指出同一种性质(如热)根据不同语境可分别归入受动性性质与受动的四种情形。
Εἰ δὲ κατ’ ἐνέργειαν ἡ ποιότης οὖσα μήτε τελειωτικὴ εἴη μήτε κακωτικὴ καὶ ἐπιπολῆς ὑπάρχει, εἰ μὲν ἐπὶ ἀψύχων εἴη καὶ φανταστῶν, λέγεται σχῆμα, εἰ δὲ ἐπὶ ἐμψύχων, μορφή· φανταστῶν μὲν ὡς ἐπὶ πάντων τῶν μαθηματικῶν, τριγώνων λέγω καὶ κύκλου καὶ τῶν λοιπῶν σχημάτων (ταῦτα γὰρ ἐν μόνῃ τῇ φαντασίᾳ τὸ εἶναι ἔχει), ἀψύχων δὲ ξύλων καὶ λίθων καὶ τῶν τοιούτων (τὰ γὰρ φανταστά, λέγω δὴ τὰ σχήματα, ἐν ἀψύχοις γινόμενα ποιεῖ καὶ αὐτὰ τοιῶσδε ἢ τοιῶσδε διακεῖσθαι κατὰ τὰς τῶν σχημάτων διαφοράς), ἐπὶ ἐμψύχων δὲ ὡς ἐπὶ πάντων τῶν ζῴων· ἡ γὰρ μορφὴ περὶ μόνην τὴν ἐπιφάνειαν θεωρεῖται. τί οὖν; οὐ λέγομεν καὶ τὸν ἀνδριάντα μορφὴν ἔχειν; ἀλλ’ οὐχὶ κατὰ πρῶτον λόγον· προηγουμένως μὲν γὰρ σχῆμα λέγεται ἔχειν, κατὰ δεύτερον δὲ λόγον καὶ μορφήν· διότι γὰρ μίμημά ἐστιν ἐμψύχου, ἐφ’ οὗ ἡ μορφή,1 καὶ ἐπ’ αὐτοῦ καταχρηστικώτερον ἡ μορφὴ φέρεται. ἔχεις καὶ τὸ τέταρτον εἶδος τῆς ποιότητος, τὸ σχῆμα φημὶ καὶ τὴν μορφήν. καὶ ἡ καταγραφὴ δὲ τῆς διαιρέσεως εὐληπτοτέραν αὐτῆς ἡμῖν ποιήσει τὴν μέθοδον· Τίνος μὲν οὖν ἕνεκεν τέσσαρα μόνα εἴδη ἐστὶ ποιότητος καὶ οὔτε πλείονα οὔτε ἐλάττονα, ἡ διαίρεσις ἡμῖν ἐσαφήνισε. περὶ δὲ τῆς τάξεως αὐτῶν ταῦτα λέγομεν· πρῶτον μὲν οὖν ἔταξε τὸ τῆς ἕξεως καὶ τῆς διαθέσεως εἶδος εἰκότως· ἐπειδὴ γὰρ αὗται περὶ τὰ ἔμψυχα καταγίνονται, τιμιώτερα δὲ πάντων τῶν ἀψύχων τὰ ἔμψυχα, εἰκότως καὶ ἡ ποιότης ἡ κατὰ ταῦτα θεωρουμένη πρώτην εἴληχε τάξιν. εἰκότως δὲ δεύτερον εἶδός ἐστι τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν· ἐπειδὴ γὰρ ἡ δύναμις καὶ ἡ ἀδυναμία φυσική τίς ἐστιν ἐπιτηδειότης (τό τε γὰρ παιδίον φυσικήν τινα ἔχει δύναμιν τοῦ δέξασθαι γραμματικὴν ἢ ῥητορικὴν καὶ ὁ ἵππος φυσικὴν ἀδυναμίαν τοῦ μὴ ἐπιδέχεσθαι τὰ τοιαῦτα, καὶ τὸ πῦρ κατὰ φύσιν ἔχει τὴν τοῦ θερμαίνειν δύναμιν, καὶ τὰ τοιαῦτα ὁμοίως), τὰ δὲ φυσικὰ δευτέραν τάξιν ἔχει μετὰ τὰ ἔμψυχα, εἰκότως καὶ τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν εἶδος τῆς ποιότητος ἐπὶ τῶν φυσικῶν πραγμάτων θεωρούμενον δευτέραν ἔχει τάξιν. ἐπειδὴ δὲ πρότερον δεῖ ἔχειν φυσικήν τινα ἐπιτηδειότητα, ἔπειτα κατὰ ταύτην ἢ ποιεῖν τι ἢ πάσχειν (εἰ γὰρ μὴ προυπάρχοι ἡ ἐπιτηδειότης, οὐκ ἂν οὐδὲ πάθοι τις ἢ ποιήσαι, οἷον ἐπειδὴ τὸ ἀμίαντον οὐκ ἔχει ἐπιτηδειότητα τοῦ καίεσθαι, οὐδ’ ἂν εἰ μυριάκις τις πῦρ προσαγάγῃ, καήσεται), τὸ δὲ ξύλον ἔχον δύναμιν τοῦ καίεσθαι πυρὸς προσαχθέντος καήσεται), διὰ τοῦτο οὖν τρίτην τάξιν ἔχουσιν2 ἐν τοῖς εἴδεσι τῆς ποιότητος αἱ παθητικαὶ ποιότητες καὶ τὰ πάθη, διότι, ὡς εἴρηται, οὐκ ἂν ποιήσαι τις κατ’ αὐτὰς ἢ πάθοι μὴ προϋπαρχούσης ἐν αὐτῷ δυνάμεώς τινος, ἥτις ἐπιτηδεία ἐστὶ πρὸς τὸ δέχεσθαι τὰ τοιαῦτα. τὸ δὲ σχῆμα καὶ ἡ μορφὴ κατὰ μόνην τὴν ἐπιφάνειαν θεωρούμενα τὴν ἐσχάτην εἴληχε χώραν, τῶν παθητικῶν ποιοτήτων καὶ τῶν παθῶν μέχρι τοῦ βάθους διικνουμένων. ταῦτα καὶ περὶ τῆς τῶν εἰδῶν τάξεως. ἰστέον δὲ ὅτι ἡ αὐτὴ ποιότης δύναται πλεοναχῶς λέγεσθαι· οἷον ἡ θερμότης ἐν πυρὶ μὲν οὖσα παθητικὴ ποιότης ἐστὶν ὡς πάθος ἐμποιοῦσα περὶ τὴν αἴσθησιν τὴν ἡμετέραν, ἐν ἡμῖν δὲ οἷον ὁ πυρετὸς παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη, ἐν δὲ τῷ πεπυρακτωμένῳ σιδήρῳ καί, εἰ τύχοι, κατ’ αὐτὴν διημερεύοντι πάθος τὸ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον, ἡ δὲ θερμότης ἡ γενομένη ἐν ἡμῖν, εἰ τύχοι, ἐκ τοῦ κατὰ πάροδον προσπελάσαι πυρὶ πάθος τὸ ὑπὸ τὸ πάσχειν ἀναφερόμενον.
另一方面,如果性质是现实存在的,既非成全性的也非损害性的,且留于表面:若在无灵魂之物和想象之物中,就被称为形状;若在有灵魂之物中,就被称为形态。在想象之物中,正如在一切数学对象中一样,我指三角形、圆以及其余的形状(因为这些事物仅在想象中具有存在);在无灵魂之物中,正如木头、石头及诸如此类之物(因为想象之物,我指形状,产生在无灵魂之物中时,也依据形状的差异使它们自身处于这样或那样的状态);而在有灵魂之物中,正如在一切动物中;因为形态仅在表面被考察。那么怎么样呢?难道我们不说雕像也具有形态吗?但这并非依据第一层说明;因为从本原上说,它被说成具有形状,而在第二层说明上才也被说成具有形态;因为它是形态所归属的有灵魂之物的摹本,因而形态也被更转借地运用于它。这样你也掌握了性质的第四个种,我指形状和形态。而划分的图表也将使它的方法对我们而言更容易理解。 因此,究竟为了什么原因性质仅有四个种,既不多也不少,上述划分已向我们阐明。关于它们的顺序,我们作如下论述:首先,他理所当然地将习性和状态这一种排在第一位;因为既然这些专关于有灵魂之物,而有灵魂之物比一切无灵魂之物更尊贵,理所当然地,依照这些被考察的性质也获得了第一位次。理所当然地,依据能力与无能力的种是第二位;因为既然能力与无能力是某种自然本性上的适宜性(因为孩童具有接受文法或修辞的某种自然能力,而马具有不接受此类事物的自然无能力,火按本性具有发热的能力,诸如此类亦同样),而自然事物在有灵魂之物之后占有第二位次,理所当然地,在自然事物中被考察的依据能力与无能力的性质之种也占有第二位次。另一方面,既然必须先具有某种自然的适宜性,然后才能依据它要么行事要么遭受(因为若适宜性并不预先存在,人就绝不会遭受或行事,例如石棉不具有被燃烧的适宜性,哪怕有人一万次将火移近,它也不会被烧着,而木头具有被燃烧的能力,在火移近时便会被烧着),正因如此,受动性性质和受动在性质的诸种中占有第三位次,因为正如所说,除非在其自身中预先存在某种适于接受此类事物的能力,否则人就绝不能依据它们行事或遭受。而形状和形态由于仅在表面被考察,因而获得了最后的位置,因为受动性性质和受动深入到了内部。关于诸种的顺序就讲这些。此外应当明了,同一种性质可以有多种说法:例如热在火中是作为在我们的感觉中产生受动的受动性性质;在我们体内,如发热,是作为源自受动而产生的受动性性质;在烧红且若碰巧整日都依照它〔热〕持存的铁中,则是归于性质之下的受动;而若碰巧因路过靠近火而在我们体内产生的热,则是归于遭受之下的受动。
- 5.1ἐφ’ οὗ ἡ μορφή
关系代词短语 ἐφ’ οὗ 的先行词是紧邻的 ἐμψύχου,关系节中省略了系动词 ἐστίν。意为“形态所归属的有灵魂之物”,指明了之所以能将形态(μορφή)转借地用于雕像,是因为雕像模仿了形态本来所属的有灵魂之物。
- 5.1ἐπειδὴ δὲ πρότερον δεῖ ἔχειν φυσικήν τινα ἐπιτηδειότητα, ἔπειτα κατὰ ταύτην ἢ ποιεῖν τι ἢ πάσχειν (εἰ γὰρ μὴ προυπάρχοι ἡ ἐπιτηδειότης, οὐκ ἂν οὐδὲ πάθοι τις ἢ ποιήσαι, οἷον ἐπειδὴ τὸ ἀμίαντον οὐκ ἔχει ἐπιτηδειότητα τοῦ καίεσθαι, οὐδ’ ἂν εἰ μυριάκις τις πῦρ προσαγάγῃ, καήσεται), τὸ δὲ ξύλον ἔχον δύναμιν τοῦ καίεσθαι πυρὸς προσαχθέντος καήσεται), διὰ τοῦτο οὖν τρίτην τάξιν ἔχουσιν
整个句子的句法骨架由原因从句 ἐπειδὴ δὲ πρότερον δεῖ... 与主句 διὰ τοῦτο οὖν τρίτην τάξιν ἔχουσιν... 的呼应构成。中间插入了包含非现实条件句(εἰ γὰρ μὴ προυπάρχοι... οὐκ ἂν...)及石棉与木材对比示例的长篇说明,导致从句与主句严重离隔,而主句开头的 διὰ τοῦτο 承接了 ἐπειδή 从句的逻辑结论。
