← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§136.6-137.18

受动性性质与受动的四种细分

针对亚里士多德《范畴篇》8b25,菲洛波庞将性质的第三个种(受动性性质与受动)细分为四类并阐述其划分依据,进而说明表面的变色亦源于内部的转变。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1#3

ἀλλὰ μὴν καὶ αἱ κακωτικαὶ ὡσαύτως ἔχουσι καὶ αὐταὶ τοῖς ὑποκειμένοις, οἷς ἂν ἐγγένωνται, συμπαρεκτεινόμεναι καὶ συμφθειρόμεναι, οἷον ἡ τοῦ οἴνου ὀξύτης ἢ τῶν καρπῶν σῆψις καὶ τῶν ἄλλων σωμάτων. εἰ δὲ καὶ εὑρεθείη ἐπί τινων κακωτικὴ ποιότης ὀλιγοχρόνιος, ὡς ὁ ἐν ἀργύρῳ ἰὸς ἤ τι τοιοῦτον, μάλιστα μὲν τὰ τοιαῦτα ἴσως τις ἂν κυριώτερον ὀνομάσοι πάθη τὰ ὑπὸ τὴν ποιότητα ἀναφερόμενα, ἐπειδὴ δὲ ὅλως ἔφθη ἡ κακωτικὴ ποιότης συνταχθῆναι τῇ τελειωτικῇ, διότι κατὰ τὸ ἕτερον μέρος τῆς ὑποδιαιρέσεως, λέγω δὴ τὸ τὰς τελειωτικὰς ἢ κακωτικὰς παραλαμβάνον καὶ οὐκ ἐμποιούσας πάθος, κατὰ πάντα1 κοινωνεῖ τῇ τελειωτικῇ (ἑκατέρα γὰρ ἢ ἕξις ἐγίνετο ἢ διάθεσις καὶ ἐπὶ μόνων ἐμψύχων ἐθεωρεῖτο), διὰ τοῦτο ἐξ ἀνάγκης καὶ ἐν τῷ ἑτέρῳ μέρει συνταχθεῖσα, τούτῳ δὴ τῷ προκειμένῳ, συναπηνέχθη αὐτῇ κατὰ πάντα, μήτ’ εἰς τὸ πολυχρόνιον καὶ ὀλιγοχρόνιον διαιρεθεῖσα καὶ ἀπὸ τοῦ πάθος ἐμποιεῖν χαρακτηριζομένη μᾶλλον ἢ τοῦ ἀπὸ πάθους ἐγγίνεσθαι· συνετάχθησαν δὲ αὗται ἀλλήλαις, ἡ τελειωτικὴ λέγω καὶ ἡ κακωτική, ἵνα μὴ ἡ διαίρεσις πολυσχιδὴς γενομένη μήτε ἀσύνοπτος ᾖ καὶ εἰς τὰ αὐτὰ τμήματα τέμνεσθαι ἀναγκάζηται. Εἰ δὲ μήτε τελειωτικὴ εἴη μήτε κακωτικὴ ἡ ποιότης, ἢ διὰ βάθους κεχώρηκεν ἢ ἐπιπολῆς ἐστι, καὶ εἰ διὰ βάθους κεχώρηκεν, ἢ δυσαπόβλητός ἐστιν ἢ εὐαπόβλητος. εἰ μὲν οὖν δυσαπόβλητος εἴη, λέγεται παθητικὴ ποιότης ὡς ἀπὸ πάθους ἐγγινομένη, οἷον ἡ ἐν τῷ ζωμῷ γλυκύτης ἢ ἡ ἐκ γενετῆς ὠχρίασις. αὕτη δὲ οὐ λέγεται ὡς πάθος ἐμποιοῦσα περὶ τὴν ἡμετέραν αἴσθησιν, καίτοι καὶ αὐτὴ ἐμποιεῖ, ἀλλ’ ὡς ἀπὸ πάθους ἐγγινομένη, διότι ἀπὸ τοῦ μᾶλλον ὑπάρχοντος αὐτῇ κυριώτερον αὐτὴν ἐκαλέσαμεν· μᾶλλον γὰρ αὐτὴν χαρακτηρίζει τὸ κατὰ τροπὴν γενέσθαι τοῦ ὑποκειμένου, τοῦτ’ ἔστι κατὰ πάθος, ἢ τὸ τῇ αἰσθήσει τῇ ἡμετέρᾳ πάθος ἐμποιεῖν. εἰ δὲ εὐαπόβλητος εἴη, τοῦτ’ ἔστιν ὀλιγοχρόνιος, εἰ μὲν μὴ ῥᾳδίως ἀποκαθισταῖτο μηδὲ ἐκπτύοιτο, λέγεται πάθος τὸ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον, ὡς ἡ ἐκ μακρᾶς νόσου ὠχρίασις ἢ ἡ ἐκ πολλῆς ἡλιοκαίας μέλανσις· καὶ ταῦτα γὰρ ὑπὸ τὴν ποιότητα ἀνάγονται, διότι σώζεται καὶ ἐπ’ αὐτῶν τὸ ἴδιον τῆς ποιότητος παρακολούθημα, τὸ παρωνύμως ἀπ’ αὐτῆς τὰ μετέχοντα ὀνομάζεσθαι. εἰ μέντοι ῥᾳδίως ἀποκαθισταῖτο, λέγεται πάθος τὸ ὑπὸ τὸ πάσχειν ἀναφερόμενον, ὡς εἴ τις διὰ φόβον ὠχρίασεν ἢ δι’ αἰδῶ ἐρυθρὸς ἐγένετο· ταῦτα γὰρ οὐδ’ ἀξιοῖ ὅλως καλεῖν ποιότητας, διότι μὴ ἐξ αὐτῶν παρωνύμως οἱ μετέχοντες ὀνομάζονται· οὐδεὶς γὰρ ἂν εἴποι, φησί, τὸν δι’ αἰδῶ ἐρυθριάσαντα ἐρυθρίαν2 ἢ τὸν διὰ φόβον ὠχριάσαντα ὠχρίαν. ἐκ δὲ τούτων γίνεται τὸ τρίτον εἶδος τῆς ποιότητος, ὅπερ ἐστὶ παθητικαὶ ποιότητες καὶ πάθη, λέγω δὴ ἡ παθητικὴ ποιότης ἡ ὡς πάθος ἐμποιοῦσα καὶ ἡ ὡς ἀπὸ πάθους ἐγγινομένη καὶ τὸ πάθος τὸ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον καὶ τὸ πάθος τὸ ὑπὸ τὸ πάσχειν ἀναφερόμενον· παθητικαὶ μὲν γὰρ ποιότητες τὰ πρότερα τρία, πάθος δὲ τὸ τέταρτον. πῶς δὲ ταῦτά φαμεν διὰ τοῦ βάθους κεχωρηκέναι, λέγω δὴ τὴν ὠχρίασιν καὶ τὸ ἐρύθημα, καίτοι περὶ τὴν ἐπιφάνειαν μόνην θεωρεῖται; λέγομεν ὅτι οὐκ ἄνευ τῆς κατὰ βάθος τροπῆς γέγονεν ἡ τοιαύτη περὶ τὴν ἐπιφάνειαν ποιότης· ὥσπερ γὰρ οἱ ἐκ γενετῆς ἐρυθροὶ διὰ τὴν τοιάνδε κρᾶσιν γεγόνασι τοιοῦτοι τοῦ θερμοῦ ἐν αὐτοῖς πλεονάσαντος καὶ περὶ τὴν ἐπιφάνειαν χωρήσαντος, οὕτως καὶ οἱ διὰ φόβον ἢ αἰδῶ ἐρυθροὶ ἢ ὠχροὶ γενόμενοι οὐκ ἄνευ τῆς κατὰ βάθος τροπῆς τοιοῦτοι γεγόνασιν.

而且确实,损害性的性质也是同样,它们自身也与它们生于其中的那些主体并存同延并一同消亡,正如酒中的酸或者果实及其他物体中的腐败。即使在某些事物上能发现短期的损害性性质,如银上的锈或诸如此类的东西,一方面人们或许能更合宜地将这类东西称为归于性质之下的受动,但另一方面,既然损害性性质总括而言已先行与成全性性质排在同一序列中——因为在细分的另一部分中,我指的是包括成全性或损害性且不产生受动的性质的那一部分,它在一切方面都与成全性性质共有特征(因为二者中每一者要么成为习性要么成为状态,且仅在有灵魂之物中被考察)——因此出于必然,它在另一部分中,即当前所讨论的这部分中也被排在同一序列中,并在一切方面与它[成全性性质]一同被归纳,既未被划分为长久持存的和短期的,也是由产生受动而非由源自受动而产生来表征;而将成全性性质与损害性性质彼此排在同一序列中,是为了使划分不致过于繁复而难以总览,也不致被迫切分成相同的门类。 另一方面,如果性质既非成全性的也非损害性的,那么它要么深入内部,要么流于表面;如果深入内部,它要么难以丧失,要么容易丧失。因此,如果它是难以丧失的,就被称为源自受动而产生的受动性性质,如肉汤中的甜或天生的苍白。这并不是作为在我们的感觉中产生受动的性质而言说的(尽管它本身也产生受动),而是作为源自受动而产生的性质而言说,因为我们依据更充分属于它的特征更合宜地称呼了它;因为依照主体的转变而产生,即依照受动而产生,比起在我们的感觉中产生受动,更能表征它。另一方面,如果它是容易丧失的,也就是短期的,若不易复原也不易消退,就被称为归于性质之下的受动,如久病引起的苍白或因暴晒引起的变黑;因为这些也被归于性质之下,因为性质所特有的伴随现象在它们身上也得以保全,即分有者依据派生名而从它得名。然而如果它容易复原,就被称为归于遭受之下的受动,正如某人因恐惧而发白或因羞耻而变红;因为这些他根本不屑于称为性质,因为分有者并不由它们派生得名;因为他说,没有人会把因羞耻而脸红的人称为“红脸汉”,或者把因恐惧而发白的人称为“苍白者”。 性质的第三个种正是由此构成的,即受动性性质和受动:我指作为引起受动的受动性性质、作为源自受动而产生的受动性性质、归于性质之下的受动,以及归于遭受之下的受动;因为前三者是受动性性质,而第四者是受动。但是,既然苍白和红晕仅在表面被考察,我们又怎么说这些深入了内部呢?我们说,表面上的这种性质绝非脱离内部的转变而产生的;因为正如天生面红的人因这种体液配合而成为这样(是由于热在他们体内过盛并向表面移动),同样,因恐惧或羞耻而变红或变白的人,也是非经内部的转变而成为这样的。

语法注2 条
  1. 5.1εἰ δὲ καὶ εὑρεθείη ... συναπηνέχθη αὐτῇ κατὰ πάντα

    条件从句 εἰ δὲ καὶ εὑρεθείη... 引出一个多层的主句结构:μάλιστα μέν 小句提出一种退让性看法(或许有人会称之为……),真正的结论则由 ἐπειδὴ δέ ... διὰ τοῦτο ἐξ ἀνάγκης ... συναπηνέχθη 引导。ἔφθη ... συνταχθῆναι 是动词 φθάνω 搭配不定词,表示“已经先行被归入同一序列”。

  2. 5.1οὐδεὶς γὰρ ἂν εἴποι, φησί, τὸν δι’ αἰδῶ ἐρυθριάσαντα ἐρυθρίαν

    由 εἴποι 支配的双重宾格结构,其中分词短语 τὸν δι’ αἰδῶ ἐρυθριάσαντα 为直接宾语,ἐρυθρίαν 为述谓宾格,用于举例说明无法依派生名来称呼。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:136.6-137.18