← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§134.20-136.6

习性与状态的区分及与受动性性质的差异

菲洛波诺斯基于持久性与难以丧失性论述了性质的第一种种“习性与状态”的区分,并阐明受动性性质如何通过在感觉中产生受动,以及在有灵魂与无灵魂主体的关联上不同于第一种种。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1#2

καὶ εἰ μὲν δυσαπόβλητος εἴη, λέγεται ἕξις, εἰ δὲ εὐαπόβλητος, διάθεσις· οἷον κατ’ ἐνέργειαν καὶ τελειωτικὴ καὶ οὐκ ἐμποιοῦσα πάθος ἡ ὑγεία καὶ ἐπὶ ψυχῆς ἡ ἀρετή, κακωτικὴ δὲ νόσος καὶ κακία· ἡ γὰρ ὑγεία καὶ ἡ ἀρετὴ καὶ τελειωτικαὶ τῶν ὑποκειμένων εἰσίν, ἐπεὶ καὶ κατὰ φύσιν, καὶ πάθος οὐκ ἐμποιοῦσιν· οὐδεμιᾷ γὰρ τῶν αἰσθήσεων ὑποπίπτουσιν, εἰ μὴ ἄρα τὰ παρακολουθήματα τῆς ὑγείας,1 οἷον ἡ εὔχροια, ἢ τῆς νόσου κακωτικῆς οὔσης, οἷον ἡ ὠχρίασις, αὐτὴ μέντοι ἡ ὑγεία καὶ ἡ νόσος καὶ τὰ τοιαῦτα οὐδεμιᾷ τῶν αἰσθήσεων ὑποπίπτουσι. πολυχρόνιοι μὲν οὖν οὖσαι καὶ δυσαπόβλητοι λέγονται ἕξεις· λεγόμεθα γὰρ ἐν ἕξει ἔχειν τὴν ἀρετὴν ἢ τὴν κακίαν, ἀλλὰ καὶ τὴν ὑγείαν ἢ τὴν νόσον· διὸ καὶ εὐεκτεῖν λεγόμεθα, ὁπόταν ἡ ὑγεία ᾖ ἐπιτεταμένη. ἀλλὰ καὶ νόσος τις ἑκτικὴ λέγεται, καὶ καχεκτεῖν δὲ πάλιν λεγόμεθα. ὀλιγοχρόνιοι δὲ οὖσαι καὶ εὐαπόβλητοι λέγονται διαθέσεις. τοῦτο δὲ πρῶτον λέγει εἶδος εἶναι ποιότητος, ἕξιν λέγω καὶ διάθεσιν. ἕξιν δὲ λέγουσι τὴν μόνιμον ποιότητα καὶ δυσαπόβλητον, διάθεσιν δὲ τὴν εὐαπόβλητον· οὕτως γὰρ ἕξιν λέγομεν ἔχειν τὸν δεῖνα ῥητορικῆς τὸν εἰδότα μὴ μόνον τὰς τῆς ῥητορικῆς μεθόδους ἀλλὰ καὶ πρὸς τὰς ἀπορίας τὰς ἐπιφερομένας αὐτῷ ἐνστῆναι δυνάμενον, τὸν δὲ μὴ πάνυ περιγεγονότως κατεσχηκότα τῶν κατὰ τὴν ῥητορικὴν μεθόδων ἄλλως δὲ πεποιωμένον πως κατ’ αὐτήν, ἕξιν μὲν τοῦτον ῥητορικῆς οὔ φαμεν ἔχειν, διακεῖσθαι δέ πως κατὰ ῥητορικήν.2 τί οὖν; οὐκ ἔστι καὶ ἡ ἕξις διάθεσις; ὁ γοῦν τὴν ἕξιν ἔχων διάκειταί πως κατ’ αὐτήν. λέγομεν ὅτι τὸ τῆς διαθέσεως ὄνομα διττόν ἐστι, τὸ μὲν γενικώτερον ὃ κατηγορεῖται καὶ κατὰ τῆς ἕξεως, τὸ δὲ εἰδικώτερον ὃ ἀντιδιαστέλλεται πρὸς τὴν ἕξιν. ἐνταῦθα οὖν διάθεσιν παρέλαβεν οὐ τὴν γενικὴν ἀλλὰ τὴν εἰδικὴν τὴν ἀντιδιαστελλομένην πρὸς τὴν ἕξιν. ἰστέον δὲ ὅτι τὸ τῆς ἕξεως ὄνομα ἐπὶ τούτων φέρεται, ἐφ’ ὧν καὶ τὸ τῆς εὐεξίας· ἡ γὰρ εὐεξία ἐπίτασίς ἐστι τῆς ἕξεως. εἰ οὖν τὸ τῆς εὐεξίας ὄνομα ἐπὶ μόνων τῶν ἐμψύχων εἰώθαμεν φέρειν (οὐδεὶς γὰρ ἂν εἴποι τὸ πῦρ εὐεκτεῖν κατὰ τὴν θερμότητα οὐδὲ τὴν χιόνα κατὰ τὴν ψῦξιν), καὶ τὸ τῆς ἕξεως ἄρα ὄνομα ἐπὶ μόνων τῶν ἐμψύχων λεχθήσεται. Εἰ δὲ κατ’ ἐνέργειαν οὖσα ἡ ποιότης τελειωτικὴ εἴη ἢ κακωτικὴ καὶ ἐμποιεῖ πάθος περὶ τὴν ἡμετέραν αἴσθησιν, λέγεται παθητικὴ ποιότης ὡς πάθος ἐμποιοῦσα περὶ τὴν ἡμετέραν αἴσθησιν, τελειωτικὴ μὲν ὡς ἡ ἐν τῷ πυρὶ θερμότης ἢ ἡ ἐν τῷ μέλιτι γλυκύτης, κακωτικὴ δὲ ὡς ἡ τοῦ οἴνου ὀξύτης καὶ ἡ ἐν καρποῖς καὶ τοῖς ἄλλοις σώμασι σῆψις. εἰκότως δὲ αἱ μὲν τελειωτικαὶ λέγονται (εἰδοπεποίηνται γὰρ κατὰ ταύτας τό τε μέλι καὶ τὸ πῦρ), αἱ δὲ κακωτικαί, ἐπειδὴ φθαρτικαί εἰσι τοῦ ὑποκειμένου, πᾶσαι μέντοι πάθος ἐμποιοῦσι περὶ τὴν ἡμετέραν αἴσθησιν. αὗται δὲ ὡς ἀπὸ πάθους οὐ λέγονται γίνεσθαι, ἐπειδὴ μὴ κατὰ τροπήν τινα τοῦ ὑποκειμένου γεγόνασι, λέγω δὴ αἱ τελειωτικαί, ἀλλ’ οὐσιώδεις αὐτῶν εἰσι ποιότητες, καθ’ ἃς καὶ χαρακτηρίζονται. οὐκ ἀναγκαῖον δὲ τοῦτο ὑποδιελεῖν τὸ τμῆμα εἴς τε τὸ δυσαπόβλητον καὶ εὐαπόβλητον, ὥσπερ τὸ ἕτερον· ἐκεῖνο γὰρ ἐπὶ ἐμψύχων μόνων ἐθεωρεῖτο, ἐν οἷς καὶ αἱ κακωτικαὶ ποιότητες καὶ αἱ τελειωτικαὶ γίνεσθαι πεφύκασι καὶ ἀπογίνεσθαι τοῦ ὑποκειμένου τοῦ αὐτοῦ μένοντος, διὸ καὶ διῃροῦντο εἴς τε τὰς πολυχρονίους καὶ ὀλιγοχρονίους· τοῦτο μέντοι τὸ τμῆμα ἐπὶ ἀψύχων θεωρεῖται, ἐν οἷς καὶ αἱ τελειωτικαὶ τοῦ ὑποκειμένου καὶ αἱ κακωτικαὶ ποιότητες συμπαρεκτείνονται τοῖς ὑποκειμένοις καὶ μαραινόμεναι συναπομαραίνουσιν ἑαυταῖς καὶ τὰ ὑποκείμενα· ἤγουν τοῖς ὑποκειμένοις συναπομαραίνονται,3 ὡς ἐπὶ τοῦ ῥόδου καὶ τοῦ μήλου ἔχει· ἡ γὰρ τούτων εὐωδία καὶ εὔχροια φθειρομένη συμφθείρει ἑαυτῇ καὶ τὸ ὑποκείμενον.

如果它是难以丧失的,就被称为习性,如果容易丧失,就被称为状态;例如,依据现实态且成全主体并不引起受动的,有健康,以及在灵魂中的德性,而损害主体的则有疾病和恶德。因为健康与德性既成全主体(因为也是合乎本性的),且不引起受动;因为它们不落入任何一种感觉之中,除非是健康的伴随物(例如红润的气色),或是作为损害的疾病的伴随物(例如面色苍白);然而健康本身、疾病以及诸如此类的事物并不落入任何一种感觉。因此,那些长久持存且难以丧失的被称为习性;因为我们不仅被说成是在习性中具有德性或恶德,而且也被说成是在习性中具有健康或疾病;由此,每当健康得以增强时,我们也常被说成是处于良好习性之中。而且某种疾病也被称为顽固的[即习性性的],我们又被说成是处于不良习性之中。而那些短期且容易丧失的则被称为状态。他所说的性质的第一种就是这个,我指的是习性和状态。人们把持久且难以丧失的性质称为习性,而把容易丧失的称为状态;因为按照这种方式,我们说某某人具有修辞学的习性,是指他不仅知晓修辞学的方法,而且能抵挡加于他的诘难,而对于一个并未完全熟练掌握修辞学的方法、只是以某种方式依据它而具有某种性质的人,我们不说此人具有修辞学的习性,而是说他在修辞学方面处于某种状态。那么,习性难道不也是一种状态吗?无论如何,拥有习性的人确实依据它而处于某种状态中。我们说,“状态”这个名称具有双重含义,一种是更属一般的,它也述谓于习性;另一种是更属特定的,它与习性相对立。因此在这里,他所采用的状态不是属一般的,而是与习性相对立的属特定的状态。还应当知道,“习性”这一名称所适用的对象,也就是“良好习性”这一名称所适用的对象;因为良好习性乃是习性的强化。因此,如果我们习惯于将“良好习性”这一名称仅用于有灵魂之物(因为没有人会说火就其热而言处于良好习性,也不会说雪就其冷而言处于良好习性),那么“习性”这一名称也将仅用于有灵魂之物。 如果现实态中的性质是成全或损害的,并且在我们的感觉中引起受动,那么它就被称为受动性性质,因为它在我们的感觉中引起受动:成全的,如火中的热或蜜中的甜;损害的,如酒中的酸以及果实和其他物体中的腐败。前者被称为成全是理所当然的(因为蜜和火正是依据这些而获得种的形式),后者被称为损害也是理所当然的,因为它们破坏主体;然而它们都在我们的感觉中引起受动。但是,这些性质并不被说成是由受动而产生的,因为——我指那些成全性的性质——它们并不是依据主体的某种转变而产生的,而是它们〔主体〕本质的性质,〔主体〕也是据此而被表征的。并不需要像前一门类那样将这一门类细分为难以丧失的和容易丧失的;因为前一门类仅在有灵魂之物中被考察,在这些事物中,损害的和成全的性质都天然地产生并消逝,而主体本身保持同一,因此它们被划分为长久持存的和短期的;然而这一门类则是在无灵魂之物中被考察的,在这些事物中,成全主体的性质和损害主体的性质都与主体并存同延,并在枯萎衰亡时使主体也与自身一同枯萎衰亡;或者说,它们与主体一同衰亡,正如在玫瑰和苹果上所见的那样;因为它们那芳香和美好的色泽被破坏时,也使主体与自身一同遭到破坏。

语法注3 条
  1. 5.1οὐδεμιᾷ γὰρ τῶν αἰσθήσεων ὑποπίπτουσιν, εἰ μὴ ἄρα τὰ παρακολουθήματα τῆς ὑγείας

    在 εἰ μὴ ἄρα 之后省略了主句的述谓动词 ὑποπίπτει。此句为表示例外的句式:“它们不落入任何一种感觉之中,除非是健康的伴随物[落入感觉]”。

  2. 5.1τὸν δὲ μὴ πάνυ περιγεγονότως κατεσχηκότα τῶν κατὰ τὴν ῥητορικὴν μεθόδων ἄλλως δὲ πεποιωμένον πως κατ’ αὐτήν, ἕξιν μὲν τοῦτον ῥητορικῆς οὔ φαμεν ἔχειν, διακεῖσθαι δέ πως κατὰ ῥητορικήν

    句首的宾格分词短语 τὸν δὲ ... κατεσχηκότα ... πεποιωμένον 在主句中由指示代词 τοῦτον 重新承接(悬垂/先取构式)。在句法上,它充当了受 οὔ φαμεν 支配的不定式 ἔχειν 和 διακεῖσθαι 的逻辑主语(宾格主语)。

  3. 5.1μαραινόμεναι συναπομαραίνουσιν ἑαυταῖς καὶ τὰ ὑποκείμενα· ἤγουν τοῖς ὑποκειμένοις συναπομαραίνονται

    前半句采用了及物/使动态表达(这些性质使主体与自身一同衰亡:συναπομαραίνουσιν ἑαυταῖς καὶ τὰ ὑποκείμενα),在 ἤγουν 之后作者通过中被动态进行了换言修正与补充(即它们与主体一同衰亡:συναπομαραίνονται)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:134.20-136.6