- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:133.6-134.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《范畴篇》第8章开头的引文(8b25),菲洛波庞论述了性质的次序、设立双重标题的原因、性质的四种种的划分及其推导逻辑。
" Ποιότητα δὲ λέγω καθ’ ἣν ποιοί τινες εἶναι λέγονται." Ζητοῦμεν πάλιν ἐνταῦθα περί τε τῆς τάξεως τῆς ποιότητος καὶ τὴν αἰτίαν τῆς ἐπιγραφῆς τήν τε διαίρεσιν τῆς ποιότητος καὶ τὴν τάξιν τῆς διαιρέσεως τῶν εἰδῶν. πρῶτον οὖν περὶ τῆς τάξεως· αὕτη δὲ δήλη ἐκ τῶν προειρημένων· ὡς γὰρ ἐλέγομεν, ἔδει μὲν προτετάχθαι τὸν περὶ ποιότητος λόγον τῶν πρός τι, ἐπειδὴ αὕτη μὲν αὐτὴ καθ’ αὑτὴν θεωρεῖται, τὰ δὲ πρός τι ἐν τῇ πρὸς ἕτερον σχέσει τὸ εἶναι ἔχει, τιμιώτερα δὲ τὰ καθ’ ἑαυτὰ ὑφεστῶτα τῶν μὴ καθ’ ἑαυτὰ τὸ εἶναι ἐχόντων, καὶ ὅτι ἀναιρουμένου τοῦ ποιοῦ καὶ τὸ ἐν τούτῳ ὑφιστάμενον πρός τι συναναιρεῖται,1 οἷον τὸ λευκότερον καὶ θερμότερον μαθητής τε καὶ διδάσκαλος καὶ τὰ παραπλήσια, τῶν πρός τι δὲ μὴ ὄντων οὐδὲν κωλύει εἶναι πᾶσαν ποιότητα· εἴπομεν γὰρ ὡς ἰδίαν ὅλως ὑπόστασιν τὰ πρός τι οὐκ ἔχει, ἀλλὰ ταῖς ἄλλαις ἐπισυμβαίνει κατηγορίαις. ἀλλ’, ὡς ἐλέγομεν, διὰ τὸ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ μνησθῆναι τὸν φιλόσοφον τῶν πρός τι, ἀναγκαῖον ἦν εὐθὺς τὴν περὶ αὐτῶν ποιῆσαι διδασκαλίαν, ἵνα μὴ ἐπὶ πολὺ ἀγνοῶμεν αὐτῶν τὴν φύσιν. καὶ ταῦτα μὲν περὶ τῆς τάξεως. τί δή ποτε δὲ διπλῆν ποιεῖται τὴν ἐπιγραφὴν περὶ ποιοῦ καὶ ποιότητος, καὶ μὴ ἁπλῆν, ὥσπερ ἐπὶ τῶν ἄλλων κατηγοριῶν; λέγομεν οὖν ὅτι ἄλλο ἐστὶ ποιὸν καὶ ἄλλο ποιότης· ποιότης μὲν γάρ ἐστιν αὐτὴ ἡ καθόλου ποιότης, ἀφ’ ἧς παρωνύμως τὰ μετέχοντα ποιὰ ὀνομάζονται, οἷον ἡ καθόλου λευκότης ἢ μελανία, ποιὸν δέ ἐστι τὸ σῶμα τὸ μεταλαβὸν τῆς ποιότητος καὶ παρωνύμως ἀπ’ αὐτῆς ὀνομαζόμενον, οἷον τὸ λευκὸν σῶμα ἢ θερμόν. ἡ οὖν ποιότης νῷ μόνῳ ἐστὶ ληπτή, τὸ δὲ ποιὸν αἰσθήσει ὑποπίπτει. ἐπεὶ οὖν διπλοῦν τὸ τῆς ποιότητος ὄνομα, ἢ ὡς αὐτὸ καθ’ αὑτὸ καὶ νῷ μόνῳ νοούμενον, οἷόν ἐστιν αὐτὸ τὸ τῆς ποιότητος γένος, ἢ ὡς αἰσθήσει ληπτόν, διὰ τοῦτο διπλῆν καὶ τὴν ἐπιγραφὴν ἐποιήσατο. προέταξε δὲ τὸ ποιόν, ὅτι γνωριμώτερόν ἐστιν ἅτε αἰσθητὸν ὄν, δεῖ δὲ ἀεὶ ἀπὸ τῶν γνωριμωτέρων ἄρχεσθαι τῆς διδασκαλίας. ἔστι δὲ καὶ ἄλλως φάναι ὅτι καὶ ἡ ποιότης ποιόν ἐστι· τὸ γὰρ ποιὸν κατηγορεῖται ποιοῦ καὶ ποιότητος κοινότερον 〈ὄν2〉, ὥστε καὶ τὴν ποιότητα ποιὸν λέγεσθαι, ὥσπερ ἀμέλει καὶ τὸ ὄνομα κοινῶς κατηγορεῖται ὀνόματός τε καὶ ῥήματος· κἂν γὰρ περὶ ποιῶν διαλέγηται, οὐ πρώτως περὶ τούτων ποιεῖται τὸν λόγον, ἀλλὰ δι’ αὐτὴν τὴν ποιότητα, ἵνα ὡς ἐκ γνωριμωτέρων σαφὴς ὁ περὶ αὐτῆς γένηται λόγος. Διαιρεῖ δὲ τὴν ποιότητα εἰς τέσσαρα εἴδη, ὧν τὸ μὲν πρῶτόν φησιν ἕξιν καὶ διάθεσιν, δεύτερον δύναμιν καὶ ἀδυναμίαν, τρίτον παθητικὰς ποιότητας καὶ πάθη, τέταρτον σχῆμα καὶ μορφήν. ἵνα δὲ γνῶμεν τίνος ἕνεκεν τέσσαρα μόνα εἴδη ἐστὶ ποιότητος καὶ οὔτε πλείονα οὔτε ἐλάττονα καὶ διὰ τί τοιαύτην τάξιν αὐτοῖς ἐπέθηκε, διαίρεσίν τινα τῆς ποιότητος ποιησώμεθα. ἡ τοίνυν ποιότης ἢ κατὰ δύναμίν ἐστι καὶ ἀδυναμίαν ἢ κατ’ ἐνέργειαν, κατὰ δύναμιν μὲν ὡς τὸ παιδίον δυνάμει ἐστὶ γραμματικόν, κατὰ ἀδυναμίαν δὲ ὡς ὁ ἵππος ἀδυναμίαν ἔχει τοῦ δέξασθαι γραμματικήν. εἰ δὲ κατ’ ἐνέργειαν εἴη ἡ ποιότης, ἤτοι τελειωτική ἐστιν ἢ κακωτικὴ τοῦ ὑποκειμένου ἢ οὔτε τελειωτικὴ οὔτε κακωτική. καὶ εἰ μὲν τελειωτικὴ εἴη ἢ κακωτική, ἢ οὐκ ἐμποιεῖ πάθος περὶ τὴν αἴσθησιν τὴν ἡμετέραν ἢ ἐμποιεῖ. καὶ εἰ μὲν οὐκ ἐμποιεῖ πάθος ἢ δυσαπόβλητός ἐστιν ἢ εὐαπόβλητος.3
“而我所称的性质,乃是据以使某些人[或事物]被称为具有某种性质的那种东西。” 我们在这里再次探究关于性质的次序、标题的缘由、性质的划分以及诸种的划分次序。首先关于次序:这从先前所言中已显而易见;因为正如我们曾说过的,关于性质的论述本应置于关系者之前,因为性质本身是就其自身而被考察的,而关系者的存在则在于与他物的关系中,且就其自身持存的事物高于那些不就其自身具有存在的事物,并且由于当有性质者被取消时,持存于其中的关系者亦一同被取消(例如更白者和更热者、学生与教师以及诸如此类者),而在关系者不存在时,却无碍于一切性质的存在(因为我们曾说,关系者完全没有自己固有的实体持存,而是附随发生于其他范畴之上)。但是,正如我们曾说过的,由于哲学家在关于数量的论述中提到了关系者,因而必须立即给出关于它们的讲授,免得我们长久不了解它们的本性。关于次序就谈这些。那么,究竟为什么他立下了“关于有性质者与性质”这一双重标题,而不是像其他范畴那样采用单一标题呢?我们于是说,有性质者是一回事,性质是另一回事;因为性质是指普遍性质本身,参与其中的事物以此派生命名而被称作有性质的(例如普遍的白或黑),而有性质者则是指分有该性质并由此得到派生命名的物体(例如白色的物体或温热的物体)。因此,性质只能由理智把握,而有性质者则落入感觉之中。因此,既然性质的名称具有双重性,或者就其自身且仅由理智所思想(正如性质所属的属本身),或者由感觉所把握,正因如此他把标题也设为双重的。而他把有性质者置于前面,是因为作为可感觉之物它更为我们所熟知,而教学必须始终从更为熟知者开始。也可以换一种说法:性质也是有性质者;因为“有性质者”作为一个更一般的概念,同时被述谓于有性质者和性质,以至于性质也被称为有性质者(正如“名词[名称]”普遍地被述谓于名词和动词二者一样);因为纵使他论及有性质者,他也不是首先围绕这些事物进行论述,而是为了性质本身,以便通过更熟知的事物使关于它的论述变得清晰。 他把性质划分为四个种,其中第一种他称之为习性和状态,第二种为能力和无能力,第三种为受动性性质和受动,第四种为形状和形态。为了使我们知道究竟为何性质仅有四个种且既不更多也不更少,以及他为何赋予它们这样的次序,让我们来对性质作一番划分。性质要么依据能力和无能力,要么依据现实态:依据能力,如小孩在潜能上识字;依据无能力,如马具有不能接受识字的无能力。如果性质依据现实态,它要么是对主体的成全,要么是对主体的损害,要么既不成全也不损害。如果它是成全或损害的,要么不在我们的感觉中引起受动,要么引起受动。如果不引起受动,要么是难以丧失的,要么是容易丧失的。
- 5.1ἀναιρουμένου τοῦ ποιοῦ καὶ τὸ ἐν τούτῳ ὑφιστάμενον πρός τι συναναιρεῖται
独立属格(ἀναιρουμένου τοῦ ποιοῦ)起条件从句的作用(“若有性质者被取消”),主句中的连接词 καί 则表呼应的伴随结果(“亦一同”)。
- 5.1κοινότερον 〈ὄν〉
校勘者补入的分词 ὄν 作主语 τὸ ποιόν 的述语性修饰语(表原因或属性),解为“作为更普遍者 / 因其更具共通性”。
- 5.1καὶ εἰ μὲν οὐκ ἐμποιεῖ πάθος ἢ δυσαπόβλητός ἐστιν ἢ εὐαπόβλητος
嵌套划分法(diaeresis)结构中的条件句,接续前一假定分支;其归结从句由析取结构(ἤ... ἤ...)构成,从而推导得出第一种(习性与状态)。
