← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§131.1-133.4

相关项的认识与实体部分的非关系性

斐洛波诺斯阐释了亚里士多德关于确定知晓一相关项便确定知晓另一方的推论,并运用该原则论证实体的部分(如头和手)是实体而非关系者,最后评述了深入探讨疑难的哲学价值。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.27

" Ἐκ δὲ τούτων δῆλόν ἐστιν ὅτι ἐάν τις εἰδῇ τι ὡρισμένως τῶν πρός τι, κἀκεῖνο πρὸς ὃ λέγεται ὡρισμένως εἴσεται." Τὸν ἴδιον τῶν πρός τι ὁρισμὸν ἀποδεδωκὼς ἐκ τούτου πόρισμά τι συνάγει κατὰ τοὺς γεωμέτρας. πόρισμα δὲ λέγουσιν ἐκεῖνοι ὃ τῇ ἑτέρου ἀποδείξει συναναφαίνεται,1 ὥσπερ πρότερον ζητοῦσιν ἡμῖν ἀποδεῖξαι τὴν τῆς ψυχῆς ἀθανασίαν συνανεφάνη ὅτι ἔστι πρόνοια. κἀνταῦθα οὖν ζητοῦσιν ἡμῖν τὸν ἀληθῆ τῶν πρός τι ὁρισμὸν συνανεφάνη τούτῳ ὅτι ἐάν τις τῶν πρός τι τὸ ἕτερον εἰδῇ ὡρισμένως, καὶ τὸ ἕτερον ὡρισμένως εἴσεται, κἂν τὸ ἕτερον ἀορίστως οἶδε, καὶ τὸ ἕτερον ἀορίστως εἴσεται· εἰ γάρ τις ἐπίσταται τὸν Σωφρονίσκον πατέρα, καὶ τὸν Σωκράτην εἴσεται ὅτι υἱός· εἰ γὰρ μὴ οἶδε Σωκράτην ὅτι υἱός, οὐδὲ εἰ πατήρ ἐστι Σωφρονίσκος εἴσεται. φασὶ δὲ πρὸς τοῦτό τινες ὅτι εἴ τις ὅλον τὸ σῶμα περικαλύπτοιτο, τὴν δὲ κεφαλὴν ἢ τὴν χεῖρα ἔχει γυμνήν, ἐπὶ τούτου τὸ μὲν μέρος, τὴν χεῖρα εἰ τύχοι ἢ τὴν κεφαλήν, ἔστιν ὡρισμένως εἰδέναι (ἴσμεν γὰρ ὅτι πάντως ἐστὶ μέρος), τίνος μέντοι γε μέρος, οὐκ ἴσμεν· οὐκ ἄρα, φασίν, ὁ τὸ ἕτερον τῶν πρός τι ὡρισμένως εἰδὼς καὶ τὸ λοιπὸν ὡρισμένως εἴσεται. ἀλλὰ λέγομεν ὅτι ὡς μὲν κεφαλὴν ἢ ὡς χεῖρα ὡρισμένως γινώσκομεν, ὡς δὲ μέρος οὐκέτι ὡρισμένως, ἀορίστως δέ· οὐ γὰρ ἴσμεν τίνος μέρος. ὥσπερ δὲ τοῦτο ἴσμεν ἀορίστως, οὕτω δὴ καὶ οὗ ἐστι μέρος, ἀορίστως γινώσκομεν. δύναται δὲ τοῦτο καὶ ὡς ἐπιλυόμενος τὰς ἀνωτέρω εἰρημένας ἀπορίας προσθεῖναι· ἐπειδὴ γὰρ ἔλεγεν εἶναί τινα τῶν πρός τι ἃ μή ἐστιν ἅμα τῇ φύσει, τὸ γὰρ ἐπιστητὸν προυπάρχειν τῆς ἐπιστήμης καὶ τὸ αἰσθητὸν δὲ τῆς αἰσθήσεως φύσει εἶναι πρῶτον (ὡς γὰρ ἐπὶ τὸ πολύ, ἔφησε, προυπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν), τοῦτο οὖν ἐνταῦθα ἐπιλυόμενός φησιν ὅτι εἰ τὰ πρός τι ταὐτά ἐστιν οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν,2 ἀνάγκη ἄρα ὡς ἂν ἔχῃ τῶν πρός τι θάτερον, οὕτω καὶ τὸ λοιπὸν ἔχειν. ὥστε εἰ μὲν δυνάμει εἴη ἡ ἐπιστήμη, καὶ τὸ ἐπιστητὸν δυνάμει ἔσται, καὶ εἰ ἐνεργείᾳ θάτερον, καὶ τὸ λοιπόν. εἴπομεν δὲ ἤδη ἐντελῶς περὶ τούτου.

“从这些事情中显然可见,如果有人确定地知晓关系者中的一个,他也将确定地知晓其所相对于而言的那个对象。” 在给出了关系者固有的定义之后,他像几何学者那样由此推导出了某个推论。而那些人把伴随着另一事物的证明而一同显现者称为“推论”,正如先前我们在寻求证明灵魂不朽时,天意存在这一事实一同显现了出来一样。因此在这里,当我们寻求关系者的真实定义时,也随之显现出:如果有人确定地知晓关系者中的一个,他也将确定地知晓另一个,即便他是不确定地知道一个,他也将不确定地知晓另一个;因为如果有人知道索弗洛尼斯科斯是父亲,他也将知道苏格拉底是儿子;因为如果他不知道苏格拉底是儿子,他也将不知道索弗洛尼斯科斯是否是父亲。但对此有些人说,如果有人整个身体都被遮盖住,而把头或手裸露在外,在这种情况下,对于这部分,设若是手或头,人们能够确定地知晓(因为我们完全知道它是部分),然而它究竟是谁的部分,我们却不知道;因此他们说,确定地知晓关系者中一方的人,并不会同样确定地知晓另一方。但我们说,作为头或作为手,我们是确定地认识的,但作为部分却不再是确定地,而是不确定地认识的;因为我们不知道它是谁的部分。正如我们不确定地知晓这部分,同样地,它作为其部分的那个对象,我们也是不确定地认识的。此外,也可以把这理解为他是为了解决上述诸疑难而补充了这一点;因为他曾说过,有些关系者在本性上并不是同时并存的,因为可知者先于知识而存在,可感觉者在本性上也先于感觉(因为他说,在大多数情况下,事物先存在,我们才获得知识),因此他在这里为了解决这一点而说:如果关系者与那些其存在即在于以某种方式相对于某物而存在的事物是同一的,那么必然地,关系者中的一方处于何种状态,其余的一方也必处于何种状态。因此,如果知识处于潜能状态,可知者也必处于潜能状态;如果一方处于现实状态,其余的一方也必处于现实状态。关于这一点,我们前面已经充分谈论过了。

§4.28

"Ὡσαύτως δὲ καὶ τόδε τι εἰ οἶδεν ὅτι κάλλιόν ἐστι." Ὁ γὰρ εἰδὼς περί τινος ὅτι κάλλιόν ἐστιν ὀφείλει ἀφωρισμένως εἰδέναι καὶ ὅτου κάλλιόν ἐστιν καὶ κατὰ τί κάλλιον· εἰ γὰρ μὴ οἶδε κατὰ τί κάλλιον, οὐδὲ εἰ κάλλιόν ἐστιν οἶδε· πῶς γὰρ τὴν διαφορὰν οὐκ εἰδὼς καθ’ ἣν λέγεται ἐκείνου κάλλιον;

“同样,如果他知晓某个特定之物更为美丽。” 因为就某物而言知晓其更为美丽的人,也必须确定地知晓它比什么更美丽以及在什么方面更为美丽;因为如果他不知道在什么方面更为美丽,他甚至不知道它是否更为美丽;因为如果他不知道据以说它比那个事物更为美丽的差异,他又如何能知晓呢?

§4.29

"Οὐκ ἀορίστως δὲ εἴσεται ὅτι τοῦτό ἐστι χείρονος κάλλιον· ὑπόληψις γὰρ τὸ τοιοῦτον γίνεται, οὐκ ἐπιστήμη." Ὑπόληψιν ἐνταῦθα τὴν ἀμυδρὰν καὶ ἀβέβαιόν φησι γνῶσιν τὴν οἷον δόκησιν, ἡ δὲ ἐπιστήμη γνῶσίς ἐστιν ἄπταιστος. ὥστε ἀορίστως εἰδὼς ὅτι τόδε τι χείρονός ἐστι κάλλιον καὶ μὴ ἐπιστημόνως, ἅτε δὴ πεπλανημένην ἔχων τὴν γνῶσιν, ὑποπτεύσειεν ἄν ποτε καὶ περὶ τοῦ χειρίστου πάντων, λέγω δὴ τῆς ὕλης, ὅτι τινὸς κάλλιόν ἐστι,3 τὴν διαφορὰν τὴν κατὰ τί κάλλιον καὶ τίνος κάλλιον ἀγνοῶν, ὅπερ ἄτοπον. ἐκ τούτων οὖν ἀποδείκνυσι τὴν κεφαλὴν καὶ τὴν χεῖρα καὶ πάντα τὰ μέρη τῶν οὐσιῶν, ἃ καὶ αὐτὰ οὐσίαι εἰσίν, ὅτι οὐκ εἰσὶ τῶν πρός τι, εἴ γε αὐτὰ μὲν ἀφωρισμένως ἐστὶν εἰδέναι, ὧν δὲ λέγονται εἶναι οὐκ ἀναγκαῖον ἀφωρισμένως εἰδέναι. τὰ δὲ πρός τι ἐλέγετο ὅτι ὡς ἄν τις εἰδῇ τούτων τὸ ἕτερον, οὕτως καὶ τὸ ἕτερον ἀνάγκη εἰδέναι. ὥστε οὐκ εἰσὶ τῶν πρός τι τὰ τῶν οὐσιῶν μέρη.

“但他决不会不确定地知晓这是比更差者更为美丽的;因为这样的事变成了臆想,而不是知识。” 他在这里把暗昧和不确定的认知、即类似于猜测的那种认知称为“臆想”,而“知识”则是不犯错的认知。因此,不确定地知晓某个特定之物比更差者更为美丽而非科学地知晓的人,由于拥有走入歧途的认知,有时甚至会就万物中最差者(我指的正是质料)妄加揣测它是比某种东西更为美丽的,因其不知道在什么方面更为美丽以及比什么更美丽的差异,而这是荒谬的。因此,根据这些论据,他证明了关于头、手以及实体的所有部分(它们本身也是实体),它们并不属于关系者,如果人们确实能够确定地知晓它们本身,却不必确定地知晓据以说它们所属的对象的话。而关于关系者曾说过,无论一个人如何知晓它们中的一个,他也必然同样知晓另一个。因此,实体的部分不属于关系者。

§4.30

"Ἴσως δὲ χαλεπὸν ὑπὲρ τῶν τοιούτων σφοδρῶς ἀποφαίνεσθαι μὴ πολλάκις ἐπεσκεμμένον. τὸ μέντοι διηπορηκέναι περὶ ἑκάστου αὐτῶν οὐκ ἄχρηστόν ἐστιν." Πάνυ ἐμφιλοσόφως τοῦτό φησιν· ἐπειδὴ γὰρ ἔλεγε τὴν χεῖρα καὶ τὴν κεφαλὴν ὡς μὲν οὐσίας ὡρισμένως γινώσκεσθαι, ὡς δὲ μέρη ἀορίστως, εἰ μὴ γινώσκοιτο τίνος εἴη κεφαλὴ ἢ χείρ, διὰ τοῦτό φησιν ὅτι οὐ δεῖ τὸν μὴ ἐσκεμμένον πάνυ τὰ τοιαῦτα σφοδρῶς περὶ αὐτῶν ἀποφαίνεσθαι. οὐ μόνον δὲ περὶ τούτου, ἀλλὰ καὶ περὶ ἑκάστου πράγματος. ὅμως δὲ τὸ ἀπορεῖν περὶ τῶν τοιούτων ἀναγκαῖον· ἡ γὰρ ἀπορία ἀρχή ἐστιν εὐπορίας καὶ ὁδός τις ἐπὶ μάθησιν. ταῦτα δέ φησι βουλόμενος ἡμᾶς μὴ ἐπαναπαύεσθαι τοῖς αὐτοῦ λόγοις, ἀλλὰ καὶ αὐτοὺς ἡμᾶς ζητεῖν τὰ τοιαῦτα καὶ μὴ ἑτεροκινήτους εἶναι.

“不过,若未经过反复考察,就对这类事情断然下结论,或许是困难的。然而,对它们之中的每一项彻底探讨疑难,并非无益。” 他极为富于哲理地说了这番话;因为既然他曾说过,手和头作为实体是被确定地认识的,但若不知是谁的头或手,作为部分则是被不确定地认识的,正因如此他说,没有对这类事情作过彻底考察的人,不应当断然对它们下结论。不仅对此事如此,对每一件事物亦然。然而,对这类事情提出疑难是必然的;因为疑难乃是通达之境的开端,也是通向学习的一条途径。他说这些话,是希望我们不要安歇于他的言辞,而是我们自己也去探究这类事情,不作随外物所动之人。

语法注3 条
  1. 4.27πόρισμα δὲ λέγουσιν ἐκεῖνοι ὃ τῇ ἑτέρου ἀποδείξει συναναφαίνεται

    由关系代词 ὃ 引导的从句充当 λέγουσιν 的直接宾语(“伴随另一事物的证明而一同显现者”),πόρισμα 作为谓语宾格,构成双宾格结构;ἐκεῖνοι(几何学者们)为主语。

  2. 4.27εἰ τὰ πρός τι ταὐτά ἐστιν οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν

    关系代词 οἷς 引导限制性关系从句,其与格依附于 ταὐτόν ἐστι(表示所有或基准的与格),意为“对于它们而言,存在等同于以某种方式相对于某物存在的事物”。

  3. 4.29ὑποπτεύσειεν ἄν ποτε καὶ περὶ τοῦ χειρίστου πάντων, λέγω δὴ τῆς ὕλης, ὅτι τινὸς κάλλιόν ἐστι

    带有 ἄν 的祈愿语气 ὑποπτεύσειεν 表达潜在可能(“有时可能会推测”)。介词短语 περὶ τοῦ χειρίστου πάντων 对后文的 ὅτι 从句构成了先行先取(prolepsis),先取了从属分句的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:131.1-133.4