- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:129.7-130.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《范畴篇》8a28–8a31,阐明先前的关系项定义无法避免将实体的各部分归为关系项这一荒谬后果,并探讨了以关系本身为核心的特有定义的引入,以及对定义中包含被定义项这一疑难的解决。
" Εἰ μὲν οὖν ἱκανῶς ὁ τῶν πρός τι ὁρισμὸς ἀποδέδοται, ἢ τῶν πάνυ χαλεπῶν ἢ τῶν ἀδυνάτων ἐστὶ τὸ δεῖξαι1 ὡς οὐδεμία οὐσία τῶν πρός τι λέγεται." Τοῦτο δὲ εἶπε, λέγω δὴ τὸ τῶν πάνυ χαλεπῶν, διὰ τὸ δοκεῖν πώς τινα ἀπολογίαν ἔχειν· ἔφη γὰρ ὁ ὁρισμὸς ‘αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται’· ἡ οὖν κεφαλὴ τῶν πρός τι ἐστὶν οὐχ ὡς κεφαλὴ ἢ σῶμα, ἀλλὰ καθὸ μέρος· τὸ γὰρ μέρος τοῦ ὅλου μέρος. ἀλλὰ τοῦτο οὐκ ἀληθές· ἡ γὰρ κεφαλὴ οὐ καθὸ μέρος ἑτέρου λέγεται, ἀλλὰ κατὰ αὐτὸ τοῦτο τὸ εἶναι κεφαλή. ὥστε καὶ τὰ μέρη τῶν οὐσιῶν τῶν πρός τι εὑρεθήσονται κατὰ τὸν προαποδοθέντα ὁρισμὸν τὸν λέγοντα τὰ πρός τι τῷ ἑτέρων λέγεσθαι χαρακτηρίζεσθαι· καὶ γὰρ ἡ κεφαλὴ τινὸς λέγεται κεφαλή. ὥστε ἀδύνατον τὸν ἀποδοθέντα τῶν πρός τι ὁρισμὸν ἐκφυγεῖν ταύτην τὴν ἀτοπίαν· διὰ τοῦτο γὰρ ἐπειδὴ εἶπε τῶν πάνυ χαλεπῶν, ἐπήγαγε καὶ τὸ ἀδυνάτων, δεικνὺς τὸ ἀναπολόγητον τῆς ἀτοπίας.
“因此,如果关系项的定义已经给出得足够妥当,那么要表明没有任何实体被称为关系项,要么属于极困难之事,要么属于不可能之事。” 他之所以说这句,我指“属于极困难之事”,是因为这似乎在某种程度上还有辩解的余地;因为该定义曾说“正是它们所是的那些事物被说成属于他物”;因此,头部并非作为头或身体,而是就其作为部分而言,属于关系项;因为部分是整体的部分。但这并非真理;因为头并不是就其作为部分而被说成属于他物的,而是凭借其作为头的这一存在本身被说成属于他物的。因此,根据先前给出的、宣称关系项以“被说成属于他物”为特征的定义,实体的诸部分也将被发现属于关系项;因为头也被说成是某物的头。因此,给出的关系项定义不可能逃避这种荒谬;正因如此,既然他说了“属于极困难之事”,便又加上了“属于不可能之事”,以显示该荒谬是无可辩解的。
"Εἰ δὲ μὴ ἱκανῶς, ἀλλ’ ἔστι τὰ πρός τι οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν,2 ἴσως ἂν ῥηθείη τι πρὸς ταῦτα." Νῦν τὸν ἴδιον τῶν πρός τι ὁρισμὸν ἐκτίθεται καί φησιν εἰ δὲ μὴ ἱκανῶς, τοῦτ’ ἔστιν εἰ μὴ αὐταρκῶς καὶ ἀνελλιπῶς ὁ τῶν πρός τι ὁρισμὸς ὑπὸ τῶν παλαιῶν ἡμῖν παρεδόθη, ἀλλ’ ἔστι τὰ πρός τι οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν, τοῦτ’ ἔστιν οἷς ἡ ὕπαρξις ἐν τούτῳ ἐστὶν ἐν τῷ πρὸς ἕτερον ἀναδέχεσθαί τινα σχέσιν, ἴσως ἄν, φησί, ῥηθείη τι πρὸς ταῦτα. πρὸς ποῖα; πρὸς τὰς ἀπορίας τὰς εἰρημένας ὅτι καὶ τὰ μέρη τῶν οὐσιῶν τῶν πρός τι εἶναι δόξουσιν· εἰ γὰρ οὕτω, φησίν, ἀποδοθείη ὁ ὁρισμὸς ὥσπερ νῦν ἀποδεδώκαμεν, εὐχερῶς ἀπαντῆσαι δυνάμεθα πρὸς τὰς εἰρημένας ἀτοπίας. τίς δὲ ἡ ἀπάντησις, αὐτὸς ἐπήγαγεν· ὁ δὲ πρότερος ὁρισμὸς παρακολουθεῖ μὲν πᾶσι τοῖς πρός τι, οὐ μὴν ταὐτό γέ ἐστι τῷ πρός τι αὐτοῖς εἶναι τὸ αὐτὰ ἅπερ ἐστὶν ἑτέρων λέγεσθαι· οὐ γὰρ εἴ τι, φησί, λέγεται ἑτέρου, τούτου καὶ τὸ εἶναι ἐν τούτῳ ἐστὶν ἐν τῷ πρὸς ἕτερον λέγεσθαι· εἴ τι μὲν γάρ ἐστιν ἑτέρου, τοῦτο καὶ ἑτέρου λέγεται, οὐκ εἴ τι δὲ ἑτέρου λέγεται, ἤδη τοῦτο καὶ ἑτέρου ἐστίν· ὁ μὲν γὰρ πατὴρ υἱοῦ ὢν πατὴρ ἐν τούτῳ ἔχει τὸ εἶναι ἐν τῷ πατὴρ υἱοῦ εἶναι, καὶ μέντοι καὶ υἱοῦ λέγεται πατήρ. ἡ δὲ κεφαλὴ ζῴου λεγομένη κεφαλὴ οὐκέτι καὶ τὸ εἶναι ἐν τούτῳ ἔχει ἐν τῷ λέγεσθαι ζῴου· καὶ ἀποτμηθεῖσα γὰρ τοῦ ζῴου ἔτι κεφαλὴ λέγεταί τε καὶ ἔστιν. ὁ δὲ πατὴρ ἀποτμηθεὶς υἱοῦ οὔτε ἔστι πατὴρ οὔτε πρὸς υἱὸν ἔτι λέγεται. ὥστε εἰκότως εἴρηται παρακολουθεῖν τοῖς πρός τι τὸν πρότερον ὁρισμόν, τὸν δὲ δεύτερον τῷ προτέρῳ μηκέτι. τοῦτο καὶ Ὅμηρος διδάσκει μηκέτ’ ἔπειτ’ Ὀδυσῆϊ κάρη ὤμοισιν ἐπείη, μηδ’ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην· μηκέτι γὰρ ὢν πατὴρ τῷ μηκέτι εἶναι οὐδὲ καλεῖσθαι δύναται·3 ὥστε τοῦ εἶναι τὸ λέγεσθαι παρακολούθημα, καὶ οὐκ ἔμπαλιν. εἰ δὲ τοῦτο οὕτως ἔχει, οὐκ ἄρα τὰ μέρη τῶν οὐσιῶν ἑτέρων εἶναι λεγόμενα τῶν πρός τι κατὰ τοῦτο ἔσται. Ζητητέον δὲ τί δή ποτε ἐν τῷ ὁρισμῷ τῶν πρός τι τὰ πρός τι παρέλαβε λέγων τῷ πρός τί πως ἔχειν· οὐ δεῖ γὰρ ἐν τῷ ὁρισμῷ τὸ ὁριστὸν παραλαμβάνειν. λέγομεν τοίνυν πρὸς τοῦτο ὅτι τὰ πρός τι διττά ἐστι· λέγονται γὰρ πρός τι καὶ αὐτὰ τὰ πράγματα ἐν οἷς ἡ σχέσις γίνεται καὶ αὐτὴ δὲ ἡ σχέσις, ὥσπερ καὶ ἡ ποῦ κατηγορία καὶ ἡ ποτὲ σημαίνει μὲν καὶ αὐτὰ τὰ πράγματα, τήν τε οὐσίαν λέγω καὶ τὸν χρόνον ἢ τὸν τόπον, σημαίνει δὲ καὶ αὐτὴν ψιλὴν τὴν σχέσιν, ἣν ἔχει ἡ οὐσία πρὸς τὸν χρόνον ἢ τὸν τόπον· ἐπειδὴ οὖν σαφέστερά εἰσι τὰ πράγματα τῆς σχέσεως ἅτε αἰσθητὰ ὄντα, διὰ τοῦτο ἐν τῷ ὁρισμῷ αὐτὰ παραλαμβάνει, ἵνα ἐκ τῶν σαφεστέρων τὴν διδασκαλίαν ποιήσηται.
“但如果并不足够妥当,而是关系项对于它们而言存在与以某种方式相对于某物处于特定状态乃是同一的,那么或许对于这些问题可以说出某些话来。” 现在他阐明关于关系项的真正定义,并说道:“但如果并不足够妥当”,即如果关系项的定义并不是由古人自足且无欠缺地传授给我们的,“而是关系项对于它们而言存在与以某种方式相对于某物处于特定状态乃是同一的”,即对于它们而言存在就在于此,在于承受相对于他物的某种关系,“那么或许”,他说道,“对于这些问题可以说出某些话来”。对于何种问题?对于所陈述的那些疑难,即实体的各部分似乎也将成为关系项;因为他说道,如果按照我们现在给出的方式给出定义,我们就能够轻易地回应所说的诸种荒谬。至于回应是什么,他自己随之补充道:先前的定义虽然伴随着所有的关系项,但对于它们而言,成为关系项绝非等同于正是它们所是的那些事物被说成属于他物;因为他说道,并非某物如果被说成属于他物,它的存在也就因此在于被相对于他物言说;因为如果某物属于他物,它固然也被说成属于他物,但并不是只要某物被说成属于他物,它就必定已经属于他物了;因为父亲作为儿子的父亲,其存在就在于作为儿子的父亲这一事实中,且他确实也被说成是儿子的父亲。但头虽然被称为动物的头,其存在却并不在于被说成属于动物;因为即使从动物身上被切下,它仍然被称为头并且仍然是头。而父亲一旦脱离儿子,既不再是父亲,也不再相对于儿子被言说。因此,前一个定义伴随关系项,而后一个定义不再伴随前一个定义,这样说是合情合理的。荷马也教导了这一点:“愿奥德修斯的头颅不再留于双肩之上,也愿我不再被称为忒勒玛科斯的父亲”;因为不再是父亲的人,由于不再是父亲,甚至连被称为父亲也不能够了;因此,被言说是存在的结果,而不是相反。而如果情况是这样,那么实体的各部分虽然被说成属于他物,却不会因此就属于关系项。但必须探究的是,为什么他在关系项的定义中通过说“以某种方式相对于某物处于特定状态”而引入了关系项本身;因为在定义中不应当引入被定义项。于是我们对此回答道,关系项是双重的;因为关系产生于其中的事物本身,以及关系自身,都被称为关系项,正如同“在何处”和“在何时”的范畴既表示事物本身(我指实体以及时间或地点),也表示实体相对于时间或地点所具有的纯粹关系自身;因此,既然事物作为感觉对象比关系更为清晰,正因如此他才在定义中引入了事物本身,以便从更清晰的事物出发进行教学。
- 4.25ἢ τῶν πάνυ χαλεπῶν ἢ τῶν ἀδυνάτων ἐστὶ τὸ δεῖξαι
属格作表语(谓词性属格)结构。不定式短语 τὸ δεῖξαι 充当全句的主语,属格短语 ἢ τῶν πάνυ χαλεπῶν ἢ τῶν ἀδυνάτων 充当 ἐστί 的表语(“要么属于极困难之事,要么属于不可能之事”)。
- 4.26οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν
关系代词 οἷς 为所有与格(“对它们而言……”)。主语是 τὸ εἶναι(“存在”),述语是 ταὐτόν ἐστι,其所搭配的与格为带冠词的不定式 τῷ πρός τί πως ἔχειν(“与以某种方式相对于某物处于特定状态同一”)。
- 4.26τῷ μηκέτι εἶναι οὐδὲ καλεῖσθαι δύναται
τῷ μηκέτι εἶναι 是带冠词不定式的中性与格,表示原因或理由(“由于不再是如此”)。承接前文的分词短语 μηκέτι γὰρ ὢν πατήρ,用以说明父亲之存在的丧失是无法再如此被称呼的原因。
