- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:127.20-129.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·斐罗庞努斯通过将自然与技艺的秩序与罕见的自发和运气进行对比,完成了关于摄理与灵魂不朽的归谬法示例,并总结了亚里士多德在《范畴篇》8a13中如何同样运用归谬法驳斥先前关于关系项的定义(被说成属于)以确立自己的定义(存在上属于)。
σπανίως δὲ καταφερόμενος λίθος ἄνωθεν ἐπιτήδειος γίνεται πρὸς καθέδραν. πάλιν ἵππος διψήσας ἐν πολέμῳ τοῦ δεσπότου ἀποσκιρτήσας ἔδραμε πιεῖν καὶ συμβολῆς γενομένης καὶ τοῦ δεσπότου τετελευτηκότος μετὰ πάντων σώζεται ὁ ἵππος. ἐκ ταὐτομάτου οὖν σεσῶσθαι λέγεται ὁ ἵππος. σπανίως δὲ ἵππος ἀποσείεται τὸν δεσπότην ἐν πολέμῳ καὶ σώζεται διὰ τοῦτο. τὸ δὲ τυχαῖον καὶ αὐτὸ σπάνιον καὶ ταῖς προαιρετικαῖς ὁρμαῖς παρακολουθοῦν· οἷον κατῆλθέ τις 〈ἐπὶ τὸ〉 λούσασθαι ἢ εὔξασθαι καὶ περιέτυχε βιβλίῳ πωλουμένῳ, ὃ πάλαι ἐζήτει, καὶ ἠγόρασε. τοῦτο τυχαῖον· οὐ γὰρ ἔκ τινος προνοίας, οὐδὲ φοιτήσας ἔνθα πιπράσκεσθαι βιβλία εἴωθεν, ἠγόρασε τὸ βιβλίον. καὶ τοῦτο δὲ τῶν σπανιωτάτων. τὰ μὲν οὖν ἐκ ταὐτομάτου καὶ τυχαῖα σπανιώτατα, τὰ δὲ τεχνητὰ καὶ φυσικὰ καὶ ὅλως τὰ ἐκ προνοίας γινόμενα τῶν ὡς ἐπὶ τὸ πολὺ γινομένων ἐστὶν ἢ καὶ ὡς ἐπὶ πᾶν· ὡς γὰρ ἐπὶ τὸ πολὺ ὁ τέκτων τυγχάνει τοῦ οἰκείου τέλους καὶ ὁ οἰκοδόμος ἢ ἀποτυγχάνει. καὶ ὁ ἰατρὸς μᾶλλον ὑγιάζει ἢ οὐχ ὑγιάζει· εἰ γὰρ ἐξ ἴσης ὑγίαζέ τε καὶ οὐχ ὑγίαζεν, οὐδ’ ἄν τις αὐτὸν μετεκαλεῖτο, καὶ ἔτι μᾶλλον, εἰ ἐπ’ ἔλαττον ὑγίαζε. καὶ ἡ φύσις δὲ ὡς ἐπὶ τὸ πολὺ πενταδάκτυλον ποιεῖ σπανιώτατα δὲ ἑξαδάκτυλον (καὶ τοῦτο διὰ τὴν πλεονεξίαν τῆς ὕλης), ἀεὶ ἡ σελήνη μειοῦται μὲν τῇ συνόδῳ τῇ πρὸς τὸν ἥλιον αὔξεται δὲ τῇ ἀποστάσει, ἀεὶ ὁ ἥλιος ἐν αἰγοκέρῳ γινόμενος ποιεῖ χειμερινὰς τροπάς, ἀεὶ ἐν καρκίνῳ τροπὰς θερινάς, καὶ οὐκ ἄλλοτε ἄλλως, καὶ τὸ πῦρ ἀεὶ ἀνωφερὲς τὸ δὲ ὕδωρ ἐπὶ τὸ κάτω ῥεῖ, καὶ ἐπὶ πάντων ὁμοίως τῶν τεχνητῶν καὶ φυσικῶν, καὶ ὅλως τῶν ἐκ προνοίας τὸ ἀεὶ ἢ ὡς ἐπὶ τὸ πολὺ ἔστιν ἰδεῖν καὶ οὐδέποτε τὸ ἐναντίον. δῆλον οὖν ὅτι οὐκ ἔστιν ἐκ ταὐτομάτου ὁ κόσμος, οὐδὲ τὰ τούτου μέρη. εἰ δὲ οὐκ ἔστιν ἐκ ταὐτομάτου, ἔχει δηλονότι τινὰ αἰτίαν ἑαυτοῦ προκαθεζομένην καὶ εὐρύθμως τὰ κατ’ αὐτὸν τάττουσαν, ἥνπερ πρόνοιαν λέγομεν. προνοίας οὖν οὔσης ἕκαστος ἐξ ἀνάγκης τὸ κατ’ ἀξίαν ἀπολήψεται. εἰ δὲ τοῦτο ἀληθές, ὁρῶμεν δέ, ὡς ἔφθην εἰπών, πολλοὺς τὰ ἐναντία τῶν οἰκείων πράξεων ὑπομένοντας ἐν τῷ τῇδε βίῳ ὅσον ἐκ τῶν φαινομένων, οὐκ ἄρα μέχρι τούτου τοῦ βίου ἡ τῶν ἀνθρώπων ζωὴ περιώρισται. ἔσται οὖν τις πάντως μετὰ τὸν τῇδε βίον τῶν βεβιωμένων ἐξέτασις, ἐν ᾗ ἡ πρόνοια ἀποκληρώσει ἑκάστῳ τὸ κατ’ ἀξίαν. εἰ δὲ τοῦτο, ἀθάνατος ἄρα ἡ ψυχή ἐστι καὶ οὐ συμφθείρεται τῷ σώματι· δεῖ γὰρ αὐτὴν ὑπομεῖναι λυομένου τοῦ σώματος καὶ μὴ φθείρεσθαι, ἵνα ἀπολάβῃ μετὰ τὸν τῇδε βίον τὸ κατ’ ἀξίαν. σκόπει οὖν ἐνταῦθα πῶς βουλόμενοι δεῖξαι τὴν ψυχὴν ἀθάνατον ὑπεθέμεθα τὴν ἐναντίαν ταύτῃ πρότασιν τὴν λέγουσαν ὅτι θνητή, καὶ ἐδείξαμεν ταύτῃ ἄτοπόν τι παρακολουθοῦν τὸ εἰσάγεσθαι ἐκ τούτου μὴ εἶναι πρόνοιαν,1 καὶ οὕτως ὅτι ἀθάνατος κατεσκευάσαμεν· εἰ γὰρ ἄτοπον ἀκολουθεῖ τῷ λέγειν θνητὴν τὴν ψυχήν, τῇ δ’ ἀληθεῖ προτάσει οὐδὲν ἄτοπον οἷόν τε ἀκολουθεῖν, ψευδὴς ἄρα αὕτη. ἀληθὴς οὖν ἡ ταύτῃ ἐναντία ἡ λέγουσα ὅτι ἀθάνατος· τὸ γὰρ ἀντικείμενον τῷ ψεύδει ἀληθές ἔστιν ἐξ ἀνάγκης. Αὕτη μὲν οὖν ἐστιν ἡ εἰς ἄτοπον ἀπαγωγή, ᾗ καὶ ἐνταῦθα κέχρηται ὁ φιλόσοφος· αὐτὸς μὲν γὰρ βούλεται τὰ πρός τι τῷ εἶναι ἑτέρων χαρακτηρίζεσθαι,2 ὑποτίθεται δὲ τὸ ἐναντίον τούτῳ καὶ ἄλλοις δοκοῦν, λέγω δὴ τὸ τῷ λέγεσθαι αὐτὰ ἑτέρων χαρακτηρίζεσθαι, καὶ δείκνυσι τὸ παρακολουθοῦν ἄτοπον· τοῦτο δέ ἐστι τὸ καὶ τὰ μέρη τῶν δευτέρων οὐσιῶν πρός τι εἶναι· ἑτέρων γὰρ καὶ αὐτὰ λέγεται. καὶ οὕτως ὡς ψευδῆ τὴν δόξαν ταύτην ἀθετήσας τὴν ἰδίαν κρατύνει. συμπεραίνων δὲ ὧδέ πως τὰ εἰρημένα φησίν·
然而,一块石头从上方坠落而适于作为座椅是极为罕见的。再如,一匹马在战争中因口渴而跳离其主人跑去饮水,当发生交战且主人与所有人一同阵亡时,这匹马却幸存了下来。于是这匹马被说成是自发地幸存下来的。然而,在战争中一匹马甩掉主人并因此获救也是极少见的。至于出于运气的事物,它本身也是罕见的,并且伴随着选择性的冲动;例如有人下行去沐浴或祈祷,偶然碰上一本正在出售的书,这正是他久寻之书,于是买了下来。这是出于运气的;因为他既非出于某种深谋远虑,亦非去了通常售书的地方,才买下了这本书。而这也属于极其罕见的事情。因此,出于自发与运气的事物是极为罕见的,而出于技艺、出于自然以及总的说来出于预谋产生的事物,则属于大体上发生的、乃至始终发生的事情;因为木匠大体上能达到其应有的目的,建造者也是如此,而不是失败。医生治疗成功也多于失败;因为如果他成功与失败的几率相等,就不会有人召请他,若是成功率更低就更是如此了。自然也是大体上生成五指,极少生成六指(这也是由于质料过剩),月亮始终在与太阳相合时亏损,而在远离时盈满,太阳位于摩羯座时始终造成冬至,位于巨蟹座时始终造成夏至,绝无时而如此时而相反,火始终向上升腾,水向下流动,在所有出于技艺与自然、总的说来出于预谋的事物中,同样可见始终如此或大体上如此,而绝不会相反。因此显而易见,宇宙并非出于自发,其各部分亦非出于自发。而如果不是出于自发,它显然具有某种统摄自身并井然有序地安排其内部诸事物的原因,我们正是将此原因称为摄理。因此,既然摄理存在,每个人必然会得到与其应得相符的回报。而如果这是真的,但正如我先前所说,从表象来看,我们看到许多人在今生忍受着与其自身行为相反的遭遇,那么人类的生命就绝不仅限于今生。因此在今生之后必定存在对生前行为的某种审查,在其中摄理将给每个人分配其应得之报。而如果是这样,那么灵魂是不朽的,并不与肉体一同毁灭;因为当肉体解体时,灵魂必须存留而不毁灭,以便在今生之后领受与其应得相符的回报。因此,请在这里观察:当我们想要证明灵魂是不朽的时,我们如何预设了与其相反的命题,即宣称灵魂是必死的命题,并表明有某种荒谬伴随着它,即由此引出摄理不存在,从而由此确立了灵魂是不朽的;因为如果断言灵魂必死伴随着荒谬,而对真命题而言不可能伴随任何荒谬,那么这个命题就是假的。因此,与其相反的、宣称灵魂是不朽的命题就是真的;因为与虚假对立者必然是真的。因此,这就是归谬法,哲学家在这里也使用了这种方法;因为他自己主张关系项是以“存在上属于他物”为特征的,但他预设了与其相反的且为他人所赞同的看法,我指以“被说成属于他物”为特征,并展示了其伴随的荒谬;而这荒谬就是第二实体的各部分也是关系项;因为它们自身也被说成是属于他物的。通过这样将这种看法作为虚假之论予以废除,他确立了自己的见解。在总结所论述的内容时,他大体这样说道:
- 4.24τὸ εἰσάγεσθαι ἐκ τούτου μὴ εἶναι πρόνοιαν
带冠词不定式短语 τὸ εἰσάγεσθαι ... 作为前文 ἄτοπόν τι παρακολουθοῦν 的同位语,用以阐明其具体的荒谬后果。在该短语内部,μὴ εἶναι πρόνοιαν 作为带宾格的不定式从句依存于 εἰσάγεσθαι。
- 4.24αὐτὸς μὲν γὰρ βούλεται τὰ πρός τι τῷ εἶναι ἑτέρων χαρακτηρίζεσθαι, ὑποτίθεται δὲ τὸ ἐναντίον τούτῳ καὶ ἄλλοις δοκοῦν, λέγω δὴ τὸ τῷ λέγεσθαι αὐτὰ ἑτέρων χαρακτηρίζεσθαι
τῷ εἶναι ἑτέρων 与下文的 τῷ λέγεσθαι αὐτὰ ἑτέρων 均为带冠词的与格不定式,修饰 χαρακτηρίζεσθαι(被表征),表示方式或限定。二者通过 μέν ... δέ 构成鲜明的平行对照,分别对应亚里士多德主张的实在论定义(存在上属于他物)与被归谬驳斥的语言学旧定义(被说成属于他物)。
