← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§125.30-127.19

个别部分的关系性与实体成为偶性的归谬法

菲洛波庞论证了个别的部分在先前的定义下亦属于关系项,阐明了关于实体变为偶性的归谬法,并以灵魂不朽、摄理的存在以及偶然性概念为例进行说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.24#2

ἐμοὶ δὲ καὶ τὸ μερικὸν καὶ μέρος δοκεῖ τῶν πρός τι εἶναι ὅσον ἐκ τοῦ προαποδοθέντος ὁρισμοῦ· εἰ γὰρ τῶν πρός τι ἐκεῖνα εἶναι ἐλέγετο ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, οὐ μόνον δὲ τὸ καθόλου μέρος οἷον ἡ ἁπλῶς χεὶρ τοῦ ἁπλῶς ἀνθρώπου λέγεται εἶναι, ἀλλὰ καὶ ἡ τὶς χεὶρ τοῦ τινὸς ἀνθρώπου λέγεται εἶναι (λέγομεν γὰρ ὅτι ἥδε ἡ χεὶρ Σωκράτους ἐστί), καὶ τούτου μεστὴ καὶ ἡ κοινὴ συνήθεια καὶ ἡ τῶν ἀρχαίων χρῆσις (φαμὲν γὰρ ‘τῇ χειρί μου ἔγραψα’, ‘τὴν χεῖρα τοῦδ’ ἔπληξα ἢ τὴν κεφαλήν’, ‘κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες’, ‘πάντες δ’ ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης’, ‘κεφαλὴ Διὸς οὐκ ἐπινεύει’). ὥστε εἰ καὶ τὸ μερικὸν μέρος τινός ἐστι μέρος, καὶ τοῦτο ἄρα τῶν πρός τι ἔσται. τὸ δὲ κατὰ τὴν λέξιν δόξαν ἄτοπον ἕπεσθαι1 εὐχερὲς λῦσαι· οὐδὲ γὰρ ἀνάγκη λέγειν ὅτι ἡ τὶς χεὶρ τινὸς τίς ἐστι χείρ, ἐπειδὴ μηδὲ τὴν καθόλου χεῖρα τινὸς καθόλου χεῖρα λέγομεν, ἀλλὰ ἀνθρώπου χεῖρα. οὕτω δὴ οὖν καὶ τὴν τινὰ χεῖρα τινὸς χεῖρα λέγομεν, οἷον Σωκράτους, ἄνευ τοῦ προσδιορισμοῦ. τὰ οὖν δύο μόρια τοῦ προεκκειμένου διαγράμματος, τό τε καθόλου μέρος καὶ τὸ μερικὸν μέρος, τῶν πρός τι ἔσται καὶ συμβήσεται, ὡς εἶπον, τὴν οὐσίαν συμβεβηκὸς εἶναι. τοῦτο οὖν, φησί, τὸ ἄτοπον, λέγω δὴ τὸ τὰ μέρη τῶν οὐσιῶν εἶναι τῶν πρός τι, ἀδύνατον ἢ δυσχερὲς λῦσαι κατὰ τὸν προαποδεδομένον τῶν πρός τι ὁρισμόν. Οὕτω μὲν οὖν διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς διαβάλλει τὸν ἀποδεδομένον ὁρισμόν. ἡ δὲ εἰς ἄτοπον ἀπαγωγή ἐστιν, ὡς ὅταν ἀποδεῖξαί τι βουλόμενοι λάβωμεν τὸ ἀντικείμενον τούτῳ καὶ τούτῳ ἄτοπόν τι ἀκολουθοῦν δείξωμεν, εἶτα ἐκ τούτου συνάγωμεν ὅτι διὰ τοῦτο ἠκολούθησε τὸ ἄτοπον ἡμῖν, ὅτι ψευδὴς ἡ δεδομένη πρότασις· οὐδεμιᾷ γὰρ ἀληθεῖ προτάσει ἄτοπόν τι ἀκολουθεῖ· εἰ δὲ ψευδὴς αὕτη ἡ πρότασις, ἡ ἀντικειμένη ἄρα ταύτῃ ἀληθής. οἷόν τι λέγω, βουλόμενοι δεῖξαι ὡς ἔστιν ἡ ψυχὴ ἀθάνατος, λαμβάνομεν τὴν ἐναντίαν ταύτῃ πρότασιν τὴν λέγουσαν ὅτι θνητή, εἶτα δείκνυμεν ἄτοπόν τι ταύτῃ ἀκολουθοῦν, ἵν’ οὕτως τὸ ἐναντίον κρατύνωμεν· εἰ γὰρ θνητὴ ἡ ψυχή, οὐκ ἔσται τὰ ὑπὸ γῆν δικαιωτήρια, ἀλλὰ μέχρι τοῦ φαινομένου ἡμῖν ὁ βίος καὶ τῷ σώματι ἡ ψυχὴ συναπόλλυται. οὐκ ἔσται οὖν οὐδὲ ἀγαθῶν ἔργων ἀμοιβὴ οὐδὲ πονηρῶν ἔκτισις· εἰ γὰρ ὁρῶμεν ὅτι πολλοὶ τῶν δικαίων ἐν θλίψεσι τὸν πάντα βίον διέζησαν, ἁμαρτωλοὶ δὲ πλεῖστοι ἐν εὐδοξίᾳ πολλῇ καὶ εὐπορίᾳ τὸν βίον κατέλυσαν, οὐκ ἔστι δέ τις μετὰ τὸν βίον τοῦτον ἐξέτασις τῶν βεβιωμένων, μέχρι τούτου μόνου τῆς τῶν ἀνθρώπων ζωῆς περικλειομένης, οὐδεὶς ἄρα τὸ κατ’ ἀξίαν ἀπολήψεται, καὶ εἰ οὐδεὶς τὸ κατ’ ἀξίαν ἀπολήψεται, οὐκ ἔσται πρόνοια· εἰ γὰρ ἀγαθοῦ ἄρχοντος πόλιν διοικοῦντος ἔστιν ἰδεῖν πάντα τεταγμένως τὰ ἐν τῇ πόλει γινόμενα καὶ τοὺς μὲν ἀγαθοὺς δωρεαῖς καὶ ἀξιώμασι τιμωμένους, τοὺς δὲ πονηροὺς στηλιτευομένους καὶ ἐν τιμωρίαις διάγοντας, πόσῳ μᾶλλον τοῦ ἀγαθοῦ κατὰ οὐσίαν θεοῦ καὶ μιᾷ ἐπιβολῇ τὰ πάντα γινώσκοντός τε καὶ προνοουμένου τῶν ὅλων οὐδὲν ἄτακτον ἐν τῷ βίῳ γενήσεται;2 τοιγαροῦν οὐκ ἔσται πρόνοια, εἰ μὴ ἔσται τῶν βεβιωμένων ἐξέτασις· ταύτης δὲ τῆς ἀτοπίας τί ἀσεβέστερον; εἰ γὰρ οὐκ ἔσται πρόνοια, οὐδὲν ἔσται τῶν ὄντων τεταγμένον· τὸ γὰρ ἀπρονόητον ἄτακτον, ἅτε δὴ ἐκ ταυτομάτου καὶ ὡς ἔτυχε φερόμενον. ὅτι δὲ οὐκ ἐκ ταὐτομάτου ὁ βίος οὐδὲ τυχαῖος, δῆλον ἐντεῦθεν· τὰ γὰρ ἐκ ταὐτομάτου καὶ τύχης σπανιώτατά ἐστι καὶ ἄλλων παρακολουθήματα, τὸ μὲν αὐτόματον τῶν φυσικῶν ὁρμῶν τὸ δὲ τυχαῖον τῶν προαιρετικῶν·3 οἷον κατηνέχθη τις λίθος ἄνωθεν φυσικῇ ὁρμῇ ἐπὶ τὸ κάτω φερόμενος καὶ προσραγεὶς τῇ γῇ καὶ τῶν ἐξοχῶν αὐτοῦ περιθραυσθεισῶν γέγονεν εἰς καθέδραν ἐπιτήδειος· τὸ οὖν ἐπιτήδειον αὐτὸν γενέσθαι πρὸς καθέδραν ἐκ ταὐτομάτου λέγεται γεγενῆσθαι, διότι τῇ ἐπὶ τὸ κάτω φυσικῇ ὁρμῇ τοῦ λίθου ἐπηκολούθησε.

但在我看来,就先前给出的定义而言,既是个别的又是部分的事物似乎也属于关系项;因为如果那些凡是就其自身所是而言被称为属于他物的事物都被称为关系项,并且不仅普遍的部分(例如单纯的手)被称为属于单纯的人,而且某个特定的手也被称为属于某个特定的人(因为我们说“这只手是苏格拉底的”),而且无论日常习惯还是古人的用法都充斥着这种情况(因为我们说“我用我的手写下了”、“我打了这个人的手或头”,以及“因为他的双足如此,双手亦如此”、“多泉之伊达山的所有足部都在震颤”、“宙斯之首未曾点头”)。因此,如果个别的部分也是某人的部分,那么这也将属于关系项。至于在字面上看似伴随的荒谬之处,是很容易消解的;因为根本没有必要说某只手是某人的某只手,既然我们甚至也不把普遍的手称为某人的普遍的手,而是称为人的手。同样地,我们也不带额外限定地说某只手是某人的手,例如苏格拉底的手。因此,先前所列图式的这两个部分,即普遍的部分和个别的部分,都将属于关系项,而且正如我所说,将会导致实体成为偶性。因此他说,这一荒谬,我指实体的各部分是关系项,按照先前给出的关于关系项的定义,是不可能或难以消解的。 因此,他就是通过归谬法来驳斥所给出的定义的。而归谬法是这样的:当我们想要证明某事时,我们取其对立面,并表明有某种荒谬伴随着它,然后由此推论出,之所以有这荒谬伴随着我们,是因为所给出的命题是假的;因为没有任何真命题会伴随荒谬;而如果这个命题是假的,那么与其对立的命题就是真的。正如我说的那样,例如当我们想要表明灵魂是不朽的时,我们取与其相反的、声称灵魂是必死的命题,然后表明有某种荒谬伴随着它,以便由此确立其相反面;因为如果灵魂是必死的,地下的审判场所将不复存在,而生命仅限于我们所能见的范围,灵魂将与肉体一同毁灭。因此,既不会有善行的赏报,也不会有恶行的惩处;因为如果我们看到许多义人在患难中度过一生,而极多的罪人却在巨大的声誉和丰足中结束生命,且在此生之后对一生所为没有任何审查,人的生命仅仅被局限在此,那么就没有任何人会得到与其应得相符的回报,而如果没有任何人得到与其应得相符的回报,摄理将不复存在;因为如果当一个善良的统治者治理城邦时,尚可见城邦中所发生的一切都井然有序,善者受到赏赐与荣誉的尊崇,恶者遭到公示并在惩罚中度日,那么当上帝按其实质是至善的、凭单一觉照知晓一切并眷顾全有者时,在生命中岂不更没有任何紊乱发生吗?因此,如果对生前所为没有审查,摄理将不复存在;而比这荒谬更不虔敬的还能有什么呢?因为如果摄理不存在,存在之物中就不会有任何井然有序者;因为缺乏眷顾之物必然是紊乱的,既然它是自发地且偶然地运行的。然而生命并非出自自发,亦非偶然,这从以下几点显而易见:因为出于自发与运气的事物是极为罕见的,并且是其他事物的伴随物,自发是自然冲动的伴随物,运气是选择性行动的伴随物;例如一块石头出于自然冲动自上而下坠落,撞击地面,其突起部分被砸碎,从而适于作为座椅;于是它适于作为座椅被称为是自发产生的,因为它是伴随石头向下的自然冲动而发生的。

语法注3 条
  1. 4.24τὸ δὲ κατὰ τὴν λέξιν δόξαν ἄτοπον ἕπεσθαι

    δόξαν 为中性单数主格分词,修饰 τὸ ἄτοπον,构成主语短语(“在字面上看似伴随的荒谬”)。ἕπεσθαι 是从属于 δόξαν 的补足不定式。

  2. 4.24πόσῳ μᾶλλον τοῦ ἀγαθοῦ κατὰ οὐσίαν θεοῦ καὶ μιᾷ ἐπιβολῇ τὰ πάντα γινώσκοντός τε καὶ προνοουμένου τῶν ὅλων οὐδὲν ἄτακτον ἐν τῷ βίῳ γενήσεται;

    在 πόσῳ μᾶλλον 之后,tou ... theou ... ginōskontos te kai pronooumenou 构成属格独立结构(表条件或理由)。主句的主语为 ouden atakton,谓语动词为 genēsetai,整体构成反问句(“岂不更没有任何紊乱发生吗?”)。

  3. 4.24τὸ μὲν αὐτόματον τῶν φυσικῶν ὁρμῶν τὸ δὲ τυχαῖον τῶν προαιρετικῶν

    承接前文的 ἄλλων παρακολουθήματα,谓语部分省略了名词 παρακολούθημα(“自发是自然冲动的[伴随物],运气是选择性行动的[伴随物]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:125.30-127.19