- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:124.15-125.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《范畴篇》8a13中提出的疑难——按古人的关系项定义,第二实体的各部分(如头、手)将变成偶性,斐洛庞奴斯将实体划分为“普遍与个别”“整体与部分”四种因素,得出四种可成立的配对,并系统分析了究竟是哪一种配对在旧定义下会看似属于关系项。
" Ἔχει δὲ ἀπορίαν πότερον οὐδεμία οὐσία τῶν πρός τι λέγεται." Πληρώσας τὸν τῶν παλαιῶν περὶ τῶν πρός τι ὁρισμὸν καὶ συναγωνισάμενος αὐτῷ ὡς ἐνῆν μάλιστα, εἶτα καὶ τὰ παρακολουθήματα τῶν πρός τι εἰρηκὼς καὶ μέλλων τὸν ἴδιον ὁρισμὸν ἀποδοῦναι, πρότερον τὸ παρακολουθοῦν ἄτοπον τῷ ἀποδεδομένῳ ὁρισμῷ ἐντεῦθεν ἄρχεται διελέγχειν. ἔστι δὲ τὸ ἄτοπον τὸ τὰ μέρη τῶν δευτέρων οὐσιῶν κατὰ τὸν ἀποδοθέντα ὁρισμὸν πρός τι εὑρίσκεσθαι,1 τοῦτ’ ἔστι τὴν οὐσίαν συμβεβηκός· τῶν γὰρ δέκα κατηγοριῶν, ὡς πολλάκις εἴρηται, μία μέν ἐστιν οὐσία, αἱ δὲ ἐννέα τοῦ συμβεβηκότος, ὧν μία ἡ τῶν πρός τι. εἰ οὖν τὰ μέρη τῶν οὐσιῶν πρός τι, δῆλον ὅτι καὶ συμβεβηκότα ἂν εἴη· εἰ δὲ τὰ μέρη συμβεβηκότα, καὶ τὸ ὅλον ἐξ ἀνάγκης (ἐκ γὰρ τῶν μερῶν τὸ ὅλον συνέστηκεν)· οὐκοῦν καὶ ἡ οὐσία συμβεβηκὸς ἔσται, οὗ τί ἀτοπώτερον;2 διαίρεσις δὲ τῆς οὐσίας ἡμῖν ἐνταῦθα παραδίδοται τοιαύτη· ἡ οὐσία ἢ καθόλου ἐστὶν ἢ μερικὴ ἢ ὅλον ἢ μέρος. τεσσάρων οὖν ὄντων τμημάτων ἓξ πάλιν γίνονται συζυγίαι, καὶ αἱ μὲν δύο, ὡς πολλάκις εἴρηται, ἀσύστατοι αἱ τὰ ἐναντία συνάγουσαι (οὐ γὰρ δύναται τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ καθόλου εἶναι καὶ μερικόν, καὶ ὅλον καὶ μέρος), συνίστανται δὲ αἱ λοιπαὶ τέσσαρες, αἵ τε ὑπάλληλοί φημι καὶ αἱ διαγώνιοι· ἢ γὰρ τὸ καθόλου τῷ ὅλῳ συμπλεκόμενον ποιεῖ τὸν ἁπλῶς ἄνθρωπον, ὃς καὶ καθόλου ἐστὶ (κατηγορεῖται γὰρ κατὰ τῶν ἀτόμων καὶ περιέχει αὐτά) καὶ ὅλον τί ἐστι· τῶν οἰκείων γὰρ μερῶν ὁλότης τίς ἐστιν, οἷον ζῴου καὶ λογικοῦ. πάλιν τὸ καθόλου συμπλεκόμενον τῷ μέρει ποιεῖ τὸ καθόλου μέρος, οἷον ἁπλῶς κεφαλὴν καὶ ἁπλῶς χεῖρα· καθόλου μέν, ὅτι κατὰ πάσης μερικῆς κεφαλῆς ἢ χειρὸς κατηγορεῖται, μέρος δέ, διότι ἕν τι τῶν τοῦ ζῴου μερῶν ἐστι. τὸ δὲ μερικὸν συμπλεκόμενον τῷ ὅλῳ ποιεῖ τὸν τινὰ ἄνθρωπον, οἷον Σωκράτην, ὅστις μερικόν ἐστι, διότι κατ’ οὐδενὸς κατηγορεῖται, ὅλον δὲ ὡς τῶν οἰκείων μερῶν περιεκτικόν. πάλιν τὸ μερικὸν συμπλεκόμενον τῷ μέρει ποιεῖ τὴν τινὰ κεφαλὴν ἢ τὴν τινὰ χεῖρα, οἷον Σωκράτους· αὕτη γὰρ μερικὴ μέν, ὅτι Σωκράτους μόνου, μέρος δέ, ὅτι ἐν τῇ ὁλότητι αὐτοῦ θεωρεῖται· ἐν τούτῳ γὰρ διαφέρει τὸ μέρος τοῦ μερικοῦ, ὅτι τὸ μὲν μερικὸν πλείοσιν ὑπάρχει, τὸ δὲ μέρος ἑνὶ μόνῳ. Τούτων αἱ μὲν τρεῖς, φησίν, οὐκ ἂν ὑπονοηθεῖεν τῶν πρός τι, ἡ δὲ μία ἡ τοῦ καθόλου μέρους, ὅ ἐστι κεφαλὴ χείρ, ὅσον ἐπὶ τῷ ἀποδεδομένῳ τῶν πρός τι ὁρισμῷ3 δόξειεν εἶναι τῶν πρός τι. καὶ ὅτι μέν, φησίν, ἡ πρώτη συζυγία οὐκ ἔστι τῶν πρός τι, πρόδηλον· ὁ γὰρ Σωκράτης οὐ λέγεται ἄλλου τινὸς εἶναι Σωκράτης. ἀλλ’ οὐδὲ τὸ τούτου μέρος, λέγω δὴ τὸ μερικὸν μέρος, οἷον ἡ τὶς χείρ, οὐδὲ αὐτὴ δόξειεν εἶναι τῶν πρός τι· οὐδεὶς γὰρ ἐρεῖ ὅτι ἡ τὶς χεὶρ τινός ἐστι τὶς χείρ· καταγέλαστον γάρ. ἀλλ’ οὐδὲ ἡ δευτέρα ἡ τὸ καθόλου καὶ ὅλον συμπλέκουσα, λέγω δὴ ὁ ἁπλῶς ἄνθρωπος· οὐδεὶς γὰρ ἐρεῖ ὅτι ὁ ἄνθρωπος τινός ἐστιν ἄνθρωπος οὐδὲ ὁ βοῦς τινὸς βοῦς, ἀλλὰ κτῆμα μὲν εἶναι λέγεταί τινος ὁ βοῦς καὶ ὁ ἄνθρωπος, ὁ ἄνθρωπος δὲ τινὸς εἶναι ἄνθρωπος ἢ ὁ βοῦς τινὸς εἶναι βοῦς οὐκέτι.4 μόνως οὖν, φησίν, ἡ τὸ καθόλου καὶ μέρος συμπλέκουσα αὕτη δόξει κατὰ τὸν ἀποδεδομένον ὁρισμὸν τῶν πρός τι εἶναι, ἡ ἁπλῶς λέγω κεφαλὴ καὶ ἡ ἁπλῶς χείρ· ἡ γὰρ κεφαλὴ τινὸς λέγεται κεφαλὴ καὶ ἡ χεὶρ τινὸς χείρ.
“存在这样一个疑难,即是否没有任何实体被称为关系项。” 在完成了古人关于关系项的定义,并尽可能地对其加以助成之后,他又说明了关系项的伴随属性,且即将给出他自己特有的定义,在此之前,他从这里开始首先驳斥伴随所给出的定义的荒谬之处。而这荒谬之处就在于,按照所给出的定义,第二实体的各部分被发现是关系项,也就是说,实体变成了偶性;因为在十个范畴中,正如屡次谈到的那样,一个是实体,其余九个属于偶性,而关系项就是其中之一。因此,如果实体的各部分是关系项,显而易见它们也将是偶性;而如果各部分是偶性,整个整体也必然是偶性(因为整体是由部分构成的);因此实体也将是偶性,还有什么比这更荒谬的呢?而关于实体的划分,在这里传达给我们的如下:实体要么是普遍的要么是个别的,要么是整体要么是部分。既然存在四个划分,就再次产生六种配对,正如屡次谈到的那样,结合相反者的两对是不能成立的(因为同一事物不能在同一方面既是普遍的又是个别的,既是整体又是部分),但其余四对是可以成立的,即我所说的从属的配对与对角的配对;因为普遍与整体相结合,构成了单纯的人,他既是普遍的(因为他被用来述说各个体并包涵它们),又是一个整体;因为他是自身固有部分的一个整体,例如动物与有理性的。再者,普遍与部分相结合,构成了普遍的部分,例如单纯的头和单纯的手;之所以是普遍的,是因为它被用来述说每一个个别的头或手,之所以是部分,是因为它是动物各部分中的某一个。而个别与整体相结合,构成了某个特定的人,例如苏格拉底,他之所以是个别,是因为他不被用来述说任何事物,但他作为自身固有部分的包涵者又是整体。再者,个别与部分相结合,构成了某个特定的头或某个特定的手,例如苏格拉底的[头或手];因为这[部分]是个别的,在于它仅属于苏格拉底,而它之所以是部分,在于它是在他的整体性中被考察的;因为部分与个别的区别就在于此:个别属于较多者,而部分仅属于单一者。他说,在这些配对中,有三对不会被怀疑属于关系项,唯有普遍的部分这单独一对,即头与手,就关于关系项所给出的定义而言,似乎属于关系项。他说,第一种配对不属于关系项,这是显而易见的;因为苏格拉底不被称为是其他某人的苏格拉底。但他的部分,我指个别的部分,例如某只手,本身也不会被认为是属于关系项;因为没有人会说某只手是某人的某只手;因为那是荒谬可笑的。而且结合普遍与整体的第二种配对,我指单纯的人,也不属于关系项;因为没有人会说人是某人的人,也没有人会说牛是某人的牛,而是说牛和人是某人的财产,但人是某人的人或牛是某人的牛则绝非如此。因此他说,唯独结合普遍与部分的这一配对,我指单纯的头和单纯的手,按照所给出的定义,才会显得是属于关系项;因为头被称为是某人的头,手也被称为是某人的手。
- 4.24ἔστι δὲ τὸ ἄτοπον τὸ τὰ μέρη τῶν δευτέρων οὐσιῶν κατὰ τὸν ἀποδοθέντα ὁρισμὸν πρός τι εὑρίσκεσθαι
句首的 τὸ ἄτοπον 是表语,由带定冠词 τὸ 引导的宾格不定式从句(τὰ μέρη ... εὑρίσκεσθαι)充当主语,说明了该荒谬后果的具体内容。
- 4.24οὗ τί ἀτοπώτερον;
中性单数属格关系代词 οὗ 以紧接在前的整个命题(实体也将成为偶性)作为先行词,并充当受比较级 ἀτοπώτερον 支配的比较属格。
- 4.24ὅσον ἐπὶ τῷ ἀποδεδομένῳ τῶν πρός τι ὁρισμῷ
ὅσον ἐπί 搭配与格是一个起限制作用的固定副词短语,意为“就……而言”或“在……的范围内”。在此处指“仅就前人所给出的关于关系项的定义而言”。
- 4.24οὐκέτι
οὐκέτι 在此非纯粹时间性的“不再”,而是表示逻辑上的否定界限,即虽然在财产的意义上可以说“某人的财产”,但若推进到“某人的人”或“某人的牛”则“不再成立”。
