← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§123.10-124.14

通过潜能与现实之分论证关系项的同时性

斐洛波诺斯引入了潜能与现实的区分,论证了关系项的两方总是在相同的状态中对应存在,以此解答了泰勒斯的月食预测、化圆为方问题以及法学家所提出的“无主奴隶”之疑难,确立了关系项在本性上是同时的这一观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.23#2

Καὶ ἄλλως δὲ τῶν πραγμάτων τῶν μὲν ὄντων δυνάμει τῶν δὲ ἐνεργείᾳ1 (δυνάμει μὲν τῶν πεφυκότων τι εἶναι μήπω δὲ ὄντων, ἐνεργείᾳ δὲ τῶν τὴν φυσικὴν δύναμιν ἐνεργῆ δειξάντων, οἷον ἐνεργείᾳ μὲν ὡς ὁ γραμματικὸς ὁ τέλειος, ᾧ μηδὲν εἰς τέχνην τὴν γραμματικὴν ἐπιλείπει, δυνάμει δὲ ὡς τὸ παιδίον, ὅπερ ἔχει δύναμιν τοῦ γενέσθαι γραμματικόν), ἐπὶ τῶν πρός τι πάντων ὡς ἂν ἔχῃ τὸ ἕτερον, οὕτως ἕξει καὶ τὸ λοιπόν· ἐὰν μὲν γὰρ τὸ ἕτερον ἐνεργείᾳ ᾖ, καὶ τὸ λοιπὸν ἐνεργείᾳ ἔσται, ἐὰν δὲ δυνάμει, καὶ τὸ λοιπὸν δυνάμει. ὅταν οὖν τὸ ἐπιστητὸν ἢ τὸ αἰσθητὸν ἐνεργείᾳ ᾖ, καὶ ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις ἐνεργείᾳ ἔσται, ἐὰν δὲ τὰ πρότερα δυνάμει, δυνάμει καὶ τὰ δεύτερα. εἴ οὖν τις τὴν ἔκλειψιν τὴν σεληνιακὴν πρὸ τοῦ Θαλοῦ ὡς ἐπιστητὸν προεπινοήσειε, δυνάμει ἔσται ἐπιστητὸν καὶ οὐκ ἐνεργείᾳ, καὶ ἡ ἐπιστήμη δὲ ταύτης πάντως καὶ αὐτὴ δυνάμει προεπινοηθήσεται· εἰ γὰρ μὴ ἦν πρὸ τοῦ Θαλοῦ ἡ ἐπιστήμη τῆς σεληνιακῆς ἐκλείψεως δυνάμει, οὐδ’ ἂν ἐκβεβήκει εἰς ἐνέργειαν ἐπὶ αὐτοῦ·2 ὃ γὰρ πρότερον οὐκ εἶχε δύναμιν τοῦ γενέσθαι, τοῦτο ἀδύνατον εἰς ὕστερον γενέσθαι· ὥσπερ γὰρ ὁ ἵππος οὐκ ἔχων δύναμιν τοῦ γενέσθαι γραμματικὸς οὐδέποτε ἐνεργείᾳ γενήσεται γραμματικός, οὕτως εἰ μὴ πρὸ τοῦ Θαλοῦ δυνάμει ὑπῆρχεν ἡ ἐπιστήμη τῆς σεληνιακῆς ἐκλείψεως, οὐδ’ ἂν ὑπ’ αὐτοῦ εἰς ἐνέργειαν προήχθη. ἐνεργείᾳ δὲ ἐπ’ αὐτοῦ γενομένης τῆς ἐπιστήμης καὶ τὸ ἐπιστητόν, ἡ σεληνιακὴ ἔκλειψις, ἐνεργείᾳ γεγένηται. τὰ αὐτὰ πάλιν καὶ ἐπὶ τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ ἐροῦμεν. καὶ νῦν δὲ τὸν τοῦ κύκλου τετραγωνισμὸν εἰ μὲν οἷόν τέ ἐστιν εὑρεθῆναι,3 νῦν δῆλον ὅτι δυνάμει ἐπιστητός ἐστι καὶ ἡ ἐπιστήμη αὐτοῦ δυνάμει ἔσται. εἰ δὲ μὴ ἐνδέχεται αὐτὸν εὑρεθῆναι πώποτε ὑπὸ ἀνθρώπων, οὐδὲ δυνάμει ἔσται ἐπιστητόν, ἀλλ’ ὡς πρᾶγμα μὲν ἔστιν, ἐπιστητὸν δὲ οὐδὲ δυνάμει ἐστίν, ὥσπερ οὐδὲ δυνάμει ἐστὶν ἐπιστητὸς ἀνθρώποις ὁ τῆς ψάμμου ἀριθμός. διὰ τούτου δὲ τοῦ λόγου κἀκεῖνο τὸ ἄπορον ἐπιλυόμεθα τὸ ἐπιφερόμενον ἡμῖν παρὰ τῶν νομικῶν· φασὶ γὰρ ἐκεῖνοι εἶναι δοῦλον ἀδέσποτον· οἷον ἀποθνήσκων τις, φασίν, εἶπε κατὰ διαθήκας ὅτι ὁ δεῖνα ἐὰν τόδε ποιήσῃ, λαμβανέτω τόνδε τὸν ἐμὸν δοῦλον οἰκέτην· ἰδοὺ οὖν, φασίν, ἐνταῦθα ἐν ὅσῳ οὐκ ἐξανύει τὸ προσταχθὲν ὁ κληρονομήσας, ἔστιν ὁ δοῦλος ἀδέσποτος. φαμὲν οὖν ὅτι κἀνταῦθα τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ ἐπιλύεται τὴν ἀπορίαν· οὔτε γὰρ ἐκεῖνος δεσπότης ἐστὶν ἐνεργείᾳ οὔτε οὗτος δοῦλος, ἀλλ’ ἑκάτερος δυνάμει. ἐπειδὰν δὲ τὸ προσταχθὲν ὁ κληρονόμος ποιήσῃ καὶ γένηται ἐνεργείᾳ δεσπότης, τότε καὶ ὁ καταλειφθεὶς οἰκέτης ἐνεργείᾳ δοῦλος γενήσεται. ὥστε ὑγιὴς ὁ λόγος ἐπὶ πάντων ὁ λέγων τὰ πρός τι ἅμα τῇ φύσει εἶναι.

此外,在另一种方式上,既然在事物中有的是潜能地存在的,有的是现实地存在的(所谓潜能地存在,是指那些在本性上适于成为某物但尚未是该物者;所谓现实地存在,是指那些已将本性能力显现为现实行动者,例如现实地,就像在文法技艺上毫无缺失的完满文法家,潜能地,就像拥有成为文法家之能力的小孩),那么对于所有的关系项而言,一方的状况如何,另一方的状况也将如何;因为若一方在现实中,其余的一方也将在现实中,若在潜能中,其余的一方也将在潜能中。因此,当可知者或可感觉者在现实中时,知识与感觉也将在现实中;若前者在潜能中,后者也将在潜能中。因此,假若有人在泰勒斯之前就把月食预先构想为可知者,它也将是潜能的可知者而非现实的,而关于它的知识在任何情况下本身也只会被潜能地预先构想;因为若在泰勒斯之前关于月食的知识并非潜能地存在,它在泰勒斯的时代也就不会转变为现实;因为在先前不具有生成之能力者,在后来是不可能生成的;正如马不具有成为文法家的能力,因而绝不会现实地成为文法家一样,同样,若在泰勒斯之前关于月食的知识并非潜能地存在,它也就不会被他带入现实之中。而当知识在他的时代现实地生成时,可知者即月食也就现实地成为[可知者]了。关于感觉与可感觉者,我们也将再次说同样的话。即使在当下,化圆为方如果能够被发现,那么显而易见,它现在是潜能的可知者,关于它的知识也将在潜能中。但若它根本不可能被人类发现,它甚至在潜能中也不会是可知者;作为事物它是存在的,但作为可知者则甚至在潜能中也不是,正如沙子的数目对人类而言甚至在潜能中也不是可知的一样。通过这一论证,我们也化解了法学家们向我们提出的那个疑难;因为他们声称存在没有主人的奴隶;他们说,例如某个将死的人在遗嘱中说:“如果某人做成此事,就让他接受我的这个奴隶作为家仆。”他们说,看哪,在这里只要继承者没有完成所吩咐的事,该奴隶就是没有主人的。因此我们说,在这里潜能与现实同样化解了这一疑难;因为那个人既不是现实的主人,这个人也不是[现实的]奴隶,而是各自潜能地如此。但每当继承人做成了所吩咐的事并现实地成为主人时,那时被留下的家仆也将现实地成为奴隶。因此,凡声称关系项在本性上是同时的论证,在所有情况下都是健全的。

语法注3 条
  1. 4.23τῶν πραγμάτων τῶν μὲν ὄντων δυνάμει τῶν δὲ ἐνεργείᾳ

    此为属格独立结构,充当下文整个主句的前提与条件。句首的 καὶ ἄλλως δὲ(“此外,在另一种方式上”)表明引入了与前一语块中“作为事物/作为关系”不同的新解决原则,即“潜能/现实”的区分。

  2. 4.23εἰ γὰρ μὴ ἦν πρὸ τοῦ Θαλοῦ ἡ ἐπιστήμη τῆς σεληνιακῆς ἐκλείψεως δυνάμει, οὐδ’ ἂν ἐκβεβήκει εἰς ἐνέργειαν ἐπὶ αὐτοῦ

    此为与过去事实相反的非真实条件句(条件从句用 εἰ 搭配未完成过去时 ἦν;结论从句用 ἄν 搭配过去完成时 ἐκβεβήκει)。过去完成时 ἐκβεβήκει 表达了向现实状态转变的达成与确立。

  3. 4.23καὶ νῦν δὲ τὸν τοῦ κύκλου τετραγωνισμὸν εἰ μὲν οἷόν τέ ἐστιν εὑρεθῆναι

    句中的 τὸν τοῦ κύκλου τετραγωνισμὸν 是置于条件从句和主句之前的悬垂宾格(或先行动词宾格预示/话题化宾格),随后在后续主从句中被作为主语(δυνάμει ἐπιστητός ἐστι)承接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:123.10-124.14