- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:122.10-123.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德依据构成动物的元素(如火与水)的先在性来论证可感觉者优先于感觉的段落(8a6),斐洛庞努斯指出亚里士多德仅提出了疑难而未予解决,并通过区分关系项是作为独立事物(可有时间或自然上的先后)还是作为纯粹关系(彼此必然同时)来化解这一疑难。
" Ἔτι ἡ μὲν αἴσθησις ἅμα τῷ αἰσθητικῷ γίνεται· ἅμα γὰρ ζῷον γίνεται καὶ αἴσθησις. τὸ δέ γε αἰσθητόν ἐστι καὶ πρὸ τοῦ αἴσθησιν εἶναι· πῦρ γὰρ καὶ ὕδωρ καὶ τὰ τοιαῦτα, ἐξ ὧν τὸ ζῷον συνίσταται, ἔστι καὶ πρὸ τοῦ ζῷον ὅλως εἶναι ἢ αἴσθησιν." Ἐντεῦθεν πάλιν ἐκ τοῦ μᾶλλον ἡ ἐπιχείρησις καὶ ἐκ τοῦ προσεχέστερον πρὸς τὸ αἰσθητὸν ἀποδιδομένου,1 λέγω δὴ τοῦ αἰσθητικοῦ· τὸ γὰρ αἰσθητικὸν αἰσθητοῦ αἰσθητικόν, αἰσθητικὸν δέ ἐστι τὸ μετέχον αἰσθήσεως. τί οὖν λέγω, φησίν, ὅτι τῆς αἰσθήσεως προϋπάρχει τὰ αἰσθητά, ὁπότε τὸ αἰσθητικόν, λέγω δὴ τὸ ζῷον, ᾧ συγγίνεσθαι πέφυκεν ἡ αἴσθησις, ἐκ τῶν αἰσθητῶν ἔχει τὸ εἶναι, πυρὸς λέγω καὶ ὕδατος καὶ τῶν λοιπῶν στοιχείων; τὸ δὲ ἔκ τινος γινόμενον, καὶ μάλιστα ὡς ἐξ ὕλης, ὕστερόν ἐστιν ἐκείνου ἐξ οὗ γέγονε καὶ τῇ φύσει καὶ τῷ χρόνῳ· ὥστε πρότερον τὸ αἰσθητὸν τῆς αἰσθήσεως, φησίν, εἶναι δόξειε. καὶ μέχρι μὲν τοσούτου προέρχεται αὐτῷ ἡ ἀπορία. οὐκ ἐπήγαγε δὲ τῶν εἰρημένων ἐνστάσεων τὴν λύσιν. λεκτέον οὖν πρὸς ταῦτα ὅτι τὸ πρός τι διχῶς νοεῖται, ἢ ὡς πράγματα αὐτὰ καθ’ αὑτὰ ἀπολελυμένα ἢ ὡς σχέσει τινὶ συνδεδεμένα πρὸς ἄλληλα, οἷον ὁ πατὴρ καὶ ὁ υἱός· ἐν τούτοις γὰρ ἐὰν μὲν νοήσωμεν τὸν πατέρα ὡς Σωφρονίσκον τὸν δὲ υἱὸν ὡς Σωκράτην, πρότερος ἔσται ὁ Σωφρονίσκος τοῦ Σωκράτους (πρότερος γὰρ Σωφρονίσκος ὡς πράγματα νοούντων ἡμῶν τούτους),2 ἐὰν δὲ ὡς πατέρα καὶ υἱόν, ἅμα ἔσται τῇ σχέσει δεσμούμενα. οὕτως οὖν καὶ τὴν ἐπιστήμην καὶ τὸ ἐπιστητὸν ἐὰν μὲν ὡς πράγματα νοήσῃς, προϋπάρχει τὸ ἐπιστητὸν τῆς ἐπιστήμης, ἐὰν δὲ ὡς σχέσιν, ἅμα ταῦτα ὑφέστηκεν· οὐδὲ γὰρ ἂν εἴη ἐπιστητόν τι ἐπιστήμης περὶ αὐτὸ μὴ οὔσης· οἷον τὰ ἄστρα ἐπιστητὰ ὄντα ὡς μὲν πράγματα νοούμενα πρότερα ἔσται τῆς περὶ αὐτὰ ἐπιστήμης, ἐὰν δὲ ὡς πρός τι αὐτὰ νοήσωμεν, φημὶ δὴ ὡς ἐπιστητά, ἅμα ἔσται ταῦτα τῇ περὶ αὐτῶν ἐπιστήμῃ· οὐδὲ γὰρ ἂν εἶεν ἐπιστητὰ ἐπιστήμης αὐτῶν μὴ οὔσης, ἐξ ἧς καὶ παρωνύμως λέγονται· τίνι γὰρ ἂν εἶεν ἐπιστητά;3 τὸ γὰρ ἐπιστητὸν ἐπιστήμῃ ἐστὶν ἐπιστητόν· τῆς οὖν ἐπιστήμης μὴ οὔσης, πῶς ἐκεῖνα ἐκ τῆς μὴ οὔσης τὴν παρωνυμίαν ἕξουσιν; ἀλλ’ ὡς μὲν πράγματα εἰσίν, ὡς δὲ ἐπιστητὰ οὐκέτι. τὰ αὐτὰ καὶ περὶ τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ ἐροῦμεν.
“此外,感觉与具有感觉能力者同时生成;因为动物与感觉是同时生成的。然而可感觉者甚至在感觉存在之前就存在;因为动物由之构成的火、水及诸如此类的事物,甚至在根本没有动物或感觉之前就存在。” 从这里开始,论证再次基于更强的理由,并基于与可感觉者更直接相对应者(我是指具有感觉能力者)展开;因为具有感觉能力者是针对可感觉者的感觉能力者,而具有感觉能力者即分有感觉者。他说:“当具有感觉能力者,我是指动物——感觉本性上与其相伴生成者——从诸可感觉者(我是指火、水及其余元素)中获得其存在时,我又何必说诸可感觉者先于感觉而预先存在呢?”而从某物中生成的事物,尤其是作为从质料中生成者,无论在自然上还是在时间上,都后于其所由生成之物;因此他说,“可感觉者似乎优先于感觉”。他的疑难便进展到如此程度。然而他并没有提出所言异论的解答。因此针对这些,我们应当说,关系项可以在两种意义上被理解:或是作为自身独立的诸事物,或是作为通过某种关系彼此相系者,例如父亲与儿子;因为在这些事物中,如果我们把父亲理解为索弗罗尼斯科,把儿子理解为苏格拉底,索弗罗尼斯科将优先于苏格拉底(因为当我们把它们理解为事物时,索弗罗尼斯科在先),但如果作为父亲与儿子来理解,它们因受关系的约束而是同时的。同样地,对于知识与可知者也是如此,如果你把它们理解为事物,可知者先于知识而预先存在;但如果作为关系来理解,这些则是同时并存的;因为如果不存在关于它的知识,根本不会有任何可知者存在。例如,诸星体作为可知者,当被理解为事物时,将优先于关于它们的知识;但如果我们把它们理解为关系项,即作为可知者,这些将与关于它们的知识同时存在;因为如果不存在关于它们的知识,它们甚至不会是可知者,它们正是从这知识派生而得名的;因为它们会由于什么成为可知者呢?可知者乃是由于知识才是可知者;因此,在知识不存在时,那些事物又如何从不存在之物中获得其派生名称呢?然而作为事物,它们是存在的;但作为可知者,它们便不再存在了。关于感觉与可感觉者,我们也将表达同样的观点。
- 4.23ἐκ τοῦ προσεχέστερον πρὸς τὸ αἰσθητὸν ἀποδιδομένου
带副词 προσεχέστερον 的中性分词短语,意为“更直接地被对应/指定给可感觉者之物”,即指感觉能力(τὸ αἰσθητικόν)。此处动词 ἀποδίδωμι 取其在关系范畴中使两项相互对应的专门涵义。
- 4.23ὡς πράγματα νοούντων ἡμῶν τούτους
独立属格结构,表条件或假设:“当我们把这些(父亲与儿子)理解为[独立的]事物时”。
- 4.23τίνι γὰρ ἂν εἶεν ἐπιστητά;
带有潜在希求法(ἄν + 希求法)的反问句:“因为它们会由于什么成为可知者呢?”(意指在缺乏知识的情况下,没有任何东西能使它们成为可知者)。与格 τίνι 呼应紧接着下一句中的工具/关系与格 ἐπιστήμῃ(“由于知识”,参《范畴篇》6b34)。
