← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§120.7-122.9

可知者与可感觉者的在先性

斐洛庞诺解释了亚里士多德引用化圆为方作为可知者在时间上优先的例证,以及通过动物的消亡证明可知者在自然上的优先性。随后,他将这一论证扩展至感觉与可感觉者的关系,借助连锁推论阐明了共同取消与共同引入的非对称性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.20

" Οἷον καὶ ὁ τοῦ κύκλου τετραγωνισμὸς εἴ γε ἔστιν ἐπιστητόν, ἐπιστήμη μὲν αὐτοῦ οὐκ ἔστι πω, τὸ δὲ ἐπιστητὸν ἔστιν." Οἱ γεωμέτραι τετράγωνον εἶναι χωρίον λέγουσιν οὐ τὸ ἁπλῶς τέσσαρας πλευρὰς καὶ τέσσαρας γωνίας ἔχον, ἀλλὰ τὸ ἴσας ἔχον τὰς τέσσαρας πλευρὰς καὶ ὀρθὰς τὰς γωνίας. οὕτω δὲ καὶ τὴν ὀρθὴν γωνίαν γίνεσθαί φασιν· ὅταν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας ἴσας ἀλλήλαις ποιῇ, ὀρθὴ ἑκατέρα τῶν γωνιῶν ἐστι, καὶ ἡ ἐφεστηκυῖα εὐθεῖα κάθετος λέγεται ἐφ’ ἣν ἐφέστηκεν. ὀρθὴ μὲν οὖν γωνία αὕτη. ὀξεῖα δὲ γωνία ἐστὶν ἡ ἐλάττων τῆς ὀρθῆς, ἀμβλεῖα δὲ ἡ μείζων τῆς ὀρθῆς· τῆς γὰρ ἐφεστηκυίας εὐθείας ἐγκεκλιμένης ἡ μὲν τῶν γωνιῶν μείζων γίνεται ἡ δὲ ἐλάττων· τὴν μὲν οὖν ἐλάττονα, ὡς εἴρηται, ὀξεῖαν καλοῦσιν, ἐπειδὴ κατὰ ταύτην γίνονται καὶ οἱ ὀξεῖς τῶν ὄγκων πρὸς τὸ κόπτειν ὄντες ἐπιτήδειοι, οἷον τὸ μαχαίριον, τὴν δὲ μείζονα ἀμβλεῖαν· κατὰ γὰρ ταύτην οἱ ἀμβλεῖς τῶν ὄγκων γίνονται, οἷον τὸ ὕπερον πρὸς τὸ ὠθεῖν ἐπιτήδειον. τῶν δὲ σχημάτων τὰ μέν φασιν εἶναι εὐθύγραμμα τὰ δὲ περιφερόγραμμα, καὶ τῶν εὐθυγράμμων τὰ μὲν τρίγωνα ἢ τετράγωνα ἢ ἑξάγωνα ἢ ὅσας ἂν ἄλλας ἐπινοεῖν δυνατὸν γωνίας, περιφερόγραμμα δέ φασι τοὺς κύκλους. οἱ γεωμέτραι οὖν ζητοῦσι τῷ δοθέντι εὐθυγράμμῳ, πενταγώνῳ εἰ τύχοι ὄντι, πῶς δυνατὸν ἴσον τετράγωνον συστήσασθαι· καὶ γοῦν μεθόδῳ τοῦτο ἐδίδαξαν. ὥσπερ οὖν ἐπὶ τῶν εὐθυγράμμων ἐζήτησαν, ζητοῦσι καὶ ἐπὶ τοῦ κύκλου πῶς δυνατὸν τῷ δοθέντι κύκλῳ ἴσον τετράγωνον εὑρεῖν. τοῦτο δὲ πολλοὶ καὶ θεῖοι ἄνδρες ζητήσαντες οὐχ εὗρον. μόνος δὲ Ἀρχιμήδης τὸ σύνεγγυς παντὶ εὗρε, τὸ μέντοι ἀκριβὲς οὐχ εὗρε. φησὶ τοίνυν ὁ Ἀριστοτέλης ‘εἴπερ ἔστιν ἐπιστητὸν ὁ τοῦ κύκλου τετραγωνισμός, τῆς ἐπιστήμης αὐτοῦ μήπω μέχρι τοῦ νῦν οὔσης, δῆλον ὅτι πρότερον τὸ ἐπιστητὸν τῆς ἐπιστήμης ἐστί.’ τοῦτο δὲ τὸ ὑπόδειγμα οὐ μᾶλλον τοῦ φύσει πρότερα εἶναι τὰ ἐπιστητὰ τῆς ἐπιστήμης κατασκευαστικόν ἐστιν, ἀλλ’ ἢ τοῦ χρόνῳ·1 ἐπιστητοῦ γὰρ ὄντος τοῦ τετραγωνισμοῦ τοῦ κύκλου οὔπω ἡ περὶ αὐτοῦ ἐπιστήμη εὕρηται. τὸ δὲ ἐπιφερόμενον τοῦ ὅτι καὶ φύσει πρότερον τὸ ἐπιστητὸν τῆς ἐπιστήμης δεικτικόν ἐστιν· "Ἔτι ζῴου μὲν ἀναιρεθέντος οὐκ ἔσται ἐπιστήμη, τῶν δὲ ἐπιστητῶν πολλὰ ἐνδέχεται εἶναι." Πρότερον ἐπὶ ἑνὸς ὑποδείγματος τῶν πρός τι, λέγω δὴ τοῦ ἐπιστητοῦ, σκάζον δείξας τὸ παρακολούθημα, νῦν καθολικῶς ἐπὶ πάντων δείκνυσι· ζῴου γὰρ ἀναιρεθέντος, φησίν, ἀναιροῦνται καὶ αἱ ἐπιστῆμαι (ἐν ψυχῇ γάρ εἰσιν αἱ ἐπιστῆμαι), τὰ μέντοι ἐπιστητὰ οὐδὲν ἧττόν ἐστι καθ’ αὐτά. ὥστε πρῶτον τῇ φύσει τὸ ἐπιστητὸν τῆς ἐπιστήμης.

“例如化圆为方,如果它确实是可知者,关于它的知识尚未存在,但可知者是存在的。” 几何学家们所说的正方形区域,并非仅仅是具有四条边和四个角的图形,而是具有相等的四条边且各角皆为直角的图形。他们说直角也是这样生成的:当一条直线伫立在另一条直线上,使得内侧且位于同侧的角彼此相等时,这两个角中的每一个都是直角,而伫立其上的直线被称为对于其所伫立之线的垂线。直角便是如此。锐角是小于直角的角,钝角是大于直角的角;因为当伫立的直线倾斜时,其中一个角变大,而另一个角变小;于是,正如所言,他们将较小的那一个称为锐角,因为适于切削的块体之尖锐部分,如小刀,正是依此而成的;而将较大的那一个称为钝角,因为适于推挤的块体之迟钝部分,如研槌,正是依此而成的。在各种图形中,他们说有些是直线的,有些是曲线的;在直线图形中,有些是三角形,或四边形,或六边形,或任何可能构想出的其他角数的图形;而他们说曲线图形就是圆。因此几何学家们探究,对于一个给定的直线图形(假定碰巧是五角形),如何能够构造出与之相等的正方形;无论如何,他们已通过系统的方法传授了这一点。正如他们在直线图形的情形中所探究的那样,他们在圆的情形中也探究如何能够为给定的圆找到与之相等的正方形。许多神圣的人物探究过此事,却未能找到。唯独阿基米德为所有人找到了近似之法,然而并未找到精确的解。因此亚里士多德说:“假使化圆为方是可知者,既然关于它的知识直到如今尚未存在,显然可知者优先于知识。”然而这个例证与其说是确立了可知者在自然上优先于知识,不如说是确立了它在时间上的优先;因为虽然化圆为方是可知者,关于它的知识却尚未被发现。而接下来的话,则是表明可知者在自然上也优先于知识的: “此外,动物被取消时,将不会有知识,但可知者中的许多者仍可能存在。” 在先前就关系概念的一个例证(我是指可知者)表明其伴随特征出现破绽之后,他现在就所有事物普遍地予以表明;因为他说,动物被取消时,各种知识也随之被取消(因为知识存在于灵魂中),然而可知者自身的存在丝毫不受减损。因此,可知者在自然上首要于知识。

§4.22

"Ὁμοίως δὲ τούτοις καὶ τὰ ἐπὶ τῆς αἰσθήσεως 〈ἔχει· τὸ γὰρ αἰσθητὸν πρότερον τῆς αἰσθήσεως〉 δοκεῖ εἶναι." Γυμνάσας τὸν λόγον ἐπὶ τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστητοῦ, νῦν ἐπὶ τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ γυμνάζει καὶ δείκνυσι τοῖς αὐτοῖς λόγοις ὅτι πρότερον τὸ αἰσθητὸν τῆς αἰσθήσεως· τὸ μὲν γὰρ αἰσθητὸν συναναιρεῖ τὴν αἴσθησιν, ἡ δὲ αἴσθησις τὸ αἰσθητὸν οὐ συναναιρεῖ· εἰ γὰρ ἡ αἴσθησις ἐν ζῴῳ, τὸ δὲ ζῷον ἔμψυχον σῶμα, πᾶν δὲ σῶμα αἰσθητόν, ἀνάγκη αἰσθητοῦ ἀναιρουμένου συναναιρεῖσθαι καὶ τὸ σῶμα, σώματος δὲ ἀναιρεθέντος μηδὲ ἔμψυχον εἶναι, ἐμψύχου δὲ μὴ ὄντος μηδὲ ζῷον εἶναι, ζῴου δὲ ἀναιρεθέντος μηδὲ αἴσθησιν εἶναι· ἐν γὰρ τοῖς ζῴοις ἡ αἴσθησις τὸ εἶναι ἔχει. αἰσθητοῦ μὲν οὖν ἀναιρεθέντος οὐδὲ αἴσθησις ἔσται, ὡς ἐδείξαμεν, διότι πᾶσα αἴσθησις ἐν σώματι ἔχει τὸ εἶναι καὶ περὶ μόνον αὐτὸ θεωρεῖται· τὰ γὰρ ἀσώματα ἐκπέφευγε πᾶσαν αἴσθησιν μήτε αὐτὰ αἰσθήσει ὑποπίπτοντα μήτε δεκτικὰ ὄντα αἰσθήσεως. οὐ μήν γε καὶ ἀντιστρέφει· οὐ γὰρ ἀναιρεθείσης αἰσθήσεως ἀνῄρηται καὶ τὸ αἰσθητόν· τί δή ποτε; ἐπειδὴ πᾶν ζῷον ἔμψυχον, πᾶν δὲ ἔμψυχον σῶμα, οὐ πᾶν δὲ σῶμα ἤδη καὶ ἔμψυχον ζῷον, πᾶν δὲ σῶμα αἰσθητόν, ὥστε καὶ ζῴου ἀναιρεθέντος οὐδὲν κωλύει πλείονα ἄλλα εἶναι, οἷον πῦρ γῆν ὕδωρ ἀέρα γλυκὺ πικρὸν καὶ τὰ τοιαῦτα. ἐκ τούτων ἄρα κατεσκεύασται ὅτι φύσει πρότερα τὰ αἰσθητὰ τῶν αἰσθήσεων, ὅτι συναναιροῦσι μὲν ἑαυτοῖς τὰς αἰσθήσεις οὐ συναναιροῦνται δὲ ἐκεῖνα, καὶ συνάγονται μὲν ταῖς αἰσθήσεσιν οὐ συνεισάγουσι δὲ αὐτάς.2

“与这些情况相似,关于感觉的情形[也是如此;因为可感觉者]似乎[优先于感觉]。” 在就知识与可知者进行了论证训练之后,他现在就感觉与可感觉者进行训练,并通过同样的论据表明可感觉者优先于感觉;因为可感觉者共同取消感觉,而感觉并不共同取消可感觉者。因为如果感觉存在于动物之中,而动物是有灵魂的物体,并且凡物体皆是可感觉的,那么必然地,在可感觉者被取消时,物体也随之被共同取消;而当物体被取消时,甚至有灵魂之物也不复存在;当有灵魂之物不存在时,甚至动物也不复存在;而当动物被取消时,甚至感觉也不复存在;因为感觉正是在动物中拥有其存在。因此,如我们所表明的,当可感觉者被取消时,甚至感觉也不会存在,因为一切感觉都在物体中拥有其存在,并且仅就它〔物体〕而被考察;因为无形之物摆脱了一切感觉,自身既不落在感觉之下,也不能接受感觉。然而,这绝不相互可逆;因为感觉被取消时,可感觉者并未随之被取消。这究竟是为何?因为凡动物皆是有灵魂的,凡有灵魂之物皆是物体,但并非凡物体都立刻是有灵魂的动物,而凡物体皆是可感觉的,因此即使动物被取消,也绝不妨碍许多其他事物存在,例如火、土、水、气、甜、苦以及诸如此类的事物。由此可见,已确立了可感觉者在自然上优先于各种感觉,因为它们与自身一道共同取消感觉,自身却不被共同取消;并且它们固然伴随着感觉而得以推知,却并不共引入感觉。

语法注2 条
  1. 4.20οὐ μᾶλλον τοῦ φύσει πρότερα εἶναι τὰ ἐπιστητὰ τῆς ἐπιστήμης κατασκευαστικόν ἐστιν, ἀλλ’ ἢ τοῦ χρόνῳ

    否定词 οὐ 与比较级 μᾶλλον 配合 ἀλλ’ ἤ 构成的相关句式,意为“与其说是确立A,不如说是确立B”。形容词 κατασκευαστικόν 支配冠词加不定词构成的属格(τοῦ ... εἶναι);在 ἀλλ’ ἤ 之后,省略了 κατασκευαστικόν 并承前补足属格 τοῦ χρόνῳ [πρότερα εἶναι],构成并列对称结构。

  2. 4.22συνάγονται μὲν ταῖς αἰσθήσεσιν οὐ συνεισάγουσι δὲ αὐτάς

    中被动态动词 συνάγονται 与主动态 συνεισάγουσι 之间的对应与对比。在此处,συνάγομαι 取逻辑上的“被推知”、“伴随归结”之意,支配与格 ταῖς αἰσθήσεσιν,意指可感觉者伴随感觉而成立(若感觉存在,则可感觉者亦被推知存在);相反,后半句的主动态及物结构 οὐ συνεισάγουσι δὲ αὐτάς(并不共引入它们)则强调了二者之间非对称的单向共存关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:120.7-122.9