← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§118.30-120.6

技艺产物中知识的同时性与自然在先性

斐洛波诺斯解释了亚里士多德关于“在绝大多数情形中”(7b24)的限定,结合技艺与机械发明指出,只有当构想落实为实际成果时严格意义上的知识才成立,因而可知者与知识在此是同时并存的。针对7b27,他指出亚里士多德由此从时间上的在先转向自然上的在先,以可知者的取消必然导致知识的取消加以论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.18

" Ὡς γὰρ ἐπὶ τὸ πολὺ προϋπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν." Τὸ ὡς ἐπὶ τὸ πολὺ αὐτὸς ἐξηγήσατο εἰπὼν ἐπ’ ὀλίγων γὰρ ἢ ἐπ’ οὐδενὸς ἴδοι τις ἂν ἅμα τῷ ἐπιστητῷ τὴν ἐπιστήμην γινομένην. ταῦτα δὲ εἶπε διὰ τὰ ἀπό τινος τέχνης προαγόμενα· ταῦτα γὰρ οὐ προϋπάρχει, ἀλλ’ ἅμα τῷ ἐκ τῆς τέχνης προαχθῆναι τὸ εἶναι ἔχει· τὰ μὲν γὰρ φυσικὰ προϋπάρχει τῆς ἐπιστήμης, τὰ δὲ τεχνητὰ ἅμα τῇ αὐτῶν ἐπιστήμῃ τὸ εἶναι ἔχει· οἷον ἐπενόησέ τις στιβάδα πρὸς τὸ καθεύδειν· ἐνταῦθα ἅμα τῷ ἐπιστητῷ καὶ ἡ ἐπιστήμη τὸ εἶναι ἔχει. ἴδοις δ’ ἂν τοῦτο μάλιστα ἐπὶ τῶν κατὰ μηχανικὴν εὑρημάτων, οἷον πῶς ἄν τις βάρη κινήσειεν ἢ μετεωρίσειεν ὕδωρ ἤ τι τοιοῦτον· δῆλον γὰρ ὅτι ταῦτα καὶ τὰ τοιαῦτα ἅμα τῇ περὶ αὐτῶν ἐπιστήμῃ εὕρηται οὐκ ὄντα πρὸ τῆς περὶ αὐτῶν ἐπιστήμης. τάχα δὲ καὶ ἀντιπεπονθότως τοῖς φυσικοῖς ἔχουσι τὰ τεχνητά· ἐπὶ μὲν γὰρ τῶν φυσικῶν, ὡς εἴρηται, αὐτὰ τὰ ἐπιστητὰ προϋπάρχει τῆς περὶ αὐτῶν ἐπιστήμης, ἐπὶ δὲ τῶν ἐκ τῆς τέχνης συνεστώτων δεῖ πρότερον τὴν περὶ αὐτῶν ὑπάρξαι ἐπιστήμην, εἶτα τὸ ἐπιστητὸν γενέσθαι· πρῶτον γὰρ δηλονότι ἡ περὶ τῆς θύρας ἐπίνοια γέγονε καὶ ὅπως ἂν αὐτὴ συσταίη, εἶτα λοιπὸν γέγονε τῆς ἐπινοίας τὸ ἀποτέλεσμα· εἰ μή τις ἐκεῖνο εἴποι ὅτι ἡ ἐπιστήμη ἡ περὶ τοῦ πλοίου πρὶν τὸ πλοῖον γενέσθαι εἰ καὶ προϋπῆρξεν ἐν τῇ ψυχῇ τοῦ πρῶτον ἐπινενοηκότος, ἀλλ’ οὖν οὔπω τὸ εἶναι κυρίως ἐπιστήμη εἶχεν,1 ἀδήλου τέως ὄντος εἰ τῇ ἐπινοίᾳ καὶ τὸ πρᾶγμα συνακολουθήσει ἢ μή· τότε γὰρ μέχρι μόνον φαντασίας προῆλθε τὸ τοιοῦτον, εἰς ἔργον δὲ ἐκβῆναι οὐ δύναται, ὥσπερ ὁ μῦθος ὁ περὶ Δαιδάλου ἔχει, ὅτι πτερῶσαι ἐπινενόηκεν ἑαυτὸν καὶ τὸν υἱὸν Ἴκαρον· ὥστε ὅταν ἅμα τῇ περί τινος ἐπιστητοῦ ἐπιστήμῃ καὶ αὐτὸ εἰς ἔργον ἐκβῇ τὸ ἐπιστητόν, τότε τῷ ὄντι καὶ ἡ ἐπιστήμη κυρίως ἐστὶν ἐπιστήμη τὸ ἀμφίβολον οὐκ ἔχουσα. ὥστε ἐπὶ τῶν τεχνητῶν ἅμα συνυφίστασθαι ἀλλήλοις τὸ ἐπιστητόν τε καὶ τὴν ἐπιστήμην συμβαίνει.

“因为在绝大多数情形中,事物已预先存在,我们由此获得知识。” 他自己解释了“在绝大多数情形中”,他说:“因为在极少数情形中,或者完全没有,人们才会看到知识与可知者同时生成。”他说这些话是由于那些由某种技艺所产生的事物;因为这些事物并非预先存在,而是在由技艺产生出来的同时拥有存在;因为自然事物固然预先存在于知识,而人工事物则与关于它们自身的知识同时拥有存在。例如,某人构想了用于睡觉的草褥;在此,知识与可知者同时拥有存在。人们在机械发明的情形中尤其能够看到这一点,例如人如何搬动重物,或者汲引水流,或诸如此类的事情;因为显然这些以及诸如此类的事物是与关于它们的知识同时被发明出来的,在关于它们的知识之前并不存在。但人工事物与自然事物的关系或许恰恰相反;因为在自然事物中,如前所述,可知者自身预先存在于关于它们的知识,但在由技艺构成的事物中,必须首先存在关于它们的知识,然后可知者才生成;因为显然,首先产生的是关于门以及它如何被构造的构想,然后才终于产生了构想的结果。除非有人会这样说:即使关于船的知识在船生成之前已预先存在于最初构想者的灵魂中,但它终究还没有真正具有作为严格意义上的知识的存在,因为在此期间,事物是否会伴随着这一构想而实现仍未明确;因为在那时,这种东西仅仅进至想象的层面,并不能落实为成果,正如关于代达罗斯的神话所讲的那样,他构想了为自己和儿子伊卡洛斯插上翅膀;因此,只有当伴随着关于某一可知者的知识,该可知者本身也落实为成果时,那时知识才真正是严格意义上的知识,而不再带有可疑性。因此在人工事物中,可知者与知识恰巧彼此同时并存。

§4.19

"Ἔτι τὸ μὲν ἐπιστητὸν ἀναιρεθὲν συναναιρεῖ τὴν ἐπιστήμην." Ἐκθέμενος τὸ τῷ χρόνῳ πρότερον ἐπὶ τοῦ ἐπιστητοῦ (ὡς γὰρ ἐπὶ τὸ πολύ, φησί, προυπαρχόντων τῶν πραγμάτων τὰς ἐπιστήμας λαμβάνομεν) νῦν πάλιν ἐπὶ τοῦ ἐπιστητοῦ τὸ τῇ φύσει ἐκτίθεται πρότερον διὰ τοῦ συναναιρεῖν μὲν τὴν ἐπιστήμην μὴ συναναιρεῖσθαι δὲ ὑπ’ αὐτῆς.2

“此外,可知者被取消时,共同取消知识。” 他在阐明了可知者在时间上的优先性之后(因为他说,“在绝大多数情形中,事物已预先存在,我们由此获得知识”),现在又通过可知者共同取消知识却不被知识所共同取消,阐明了可知者在自然上的优先性。

语法注2 条
  1. 4.18εἰ μή τις ἐκεῖνο εἴποι ὅτι ἡ ἐπιστήμη ἡ περὶ τοῦ πλοίου πρὶν τὸ πλοῖον γενέσθαι εἰ καὶ προϋπῆρξεν ἐν τῇ ψυχῇ τοῦ πρῶτον ἐπινενοηκότος, ἀλλ’ οὖν οὔπω τὸ εἶναι κυρίως ἐπιστήμη εἶχεν

    εἰ μή τις εἴποι 引导了对前文“在技艺中知识先于对象”这一论断的保留与限制(“除非有人会说……”)。在该从句内部,让步条件句 εἰ καὶ... 与主句 ἀλλ' οὖν... 构成呼应。短语 τὸ εἶναι κυρίως ἐπιστήμη 中,主格名词 ἐπιστήμη 作为定冠词不定词 τὸ εἶναι 的表语补足语,表示“作为严格意义上的知识的存在”。

  2. 4.19διὰ τοῦ συναναιρεῖν μὲν τὴν ἐπιστήμην μὴ συναναιρεῖσθαι δὲ ὑπ’ αὐτῆς

    介词 διά 连接带定冠词的不定词短语 τοῦ συναναιρεῖν ... μὴ συναναιρεῖσθαι,用以表明根据。前半句的主动语态 συναναιρεῖν 隐含以可知者为主语并以 τὴν ἐπιστήμην 为宾语,而后半句则为被动语态 συναναιρεῖσθαι,并带有施动者短语 ὑπ' αὐτῆς,在句法结构上鲜明体现了“在自然上居先”所要求的非对称条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:118.30-120.6