- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:117.1-118.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
论述了关系者“在自然上是同时的”这一属性并阐明其定义,随后以知识与可知者(以及感觉与可感知者)作为反例,并借助泰勒斯发现月食的例子说明可知者在时间上和自然上都先于知识。
" Δοκεῖ δὲ τὰ πρός τι ἅμα τῇ φύσει εἶναι. καὶ ἐπὶ μὲν τῶν πλείστων ἀληθές ἐστιν, ἐπ’ ἐνίων δὲ οὐκ ἀληθές· ἅμα γὰρ διπλάσιόν τέ ἐστι καὶ ἥμισυ, καὶ ἡμίσεος ὄντος διπλάσιόν ἐστι." Ἕτερον τῶν πρός τι παρακολούθημα ἴδιον ἀποδέδωκε μετὰ τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι, τὸ ἅμα τῇ φύσει εἶναι. ἅμα δὲ τῇ φύσει ταῦτά ἐστιν ὧν τοῦ ἑνὸς τεθέντος ἀνάγκη συνεισάγεσθαι καὶ τὸ ἕτερον καὶ ἀναιρεθέντος συναναιρεῖσθαι, καὶ μηδέποτε τοῦ ἑτέρου ὄντος τὸ ἕτερον μὴ εἶναι· ἅμα γὰρ τῷ εἰπεῖν δοῦλον ἀνάγκη τὸν δεσπότην συνεπινοεῖν, καὶ διπλασίου ὄντος ἀνάγκη καὶ ἥμισυ εἶναι. καὶ ἐπὶ μὲν τῶν πλείστων φησὶν ἀληθές ἐστιν. ἐπὶ τῶν πλείστων εἶπεν, ἐπειδὴ ἐπί τινων ἄλλων μέλλει ἀπορεῖν δοκούντων μὴ ἅμα τῇ φύσει ὑπάρχειν.
“关系者似乎在自然上是同时的。而在绝大多数情形中这是真的,但在某些情形中却不是真的;因为两倍与一半是同时的,并且当有一半时就有两倍。” 在关涉换位者而被述说之后,他指配了关系者的另一个固有伴随属性,即在自然上是同时的。而在自然上是同时的,乃是这样的一些事物:当其中一者被设定时,另一者也必然被共同引入;当[其中一者]被取消时,[另一者也]被共同取消;并且当一者存在时,另一者绝不会不存在;因为在说出‘奴隶’的同时,必然共同构想‘主人’;当有两倍时,也必然有一半。并且他说“在绝大多数情形中这是真的”。他说“在绝大多数情形中”,是因为他将要对似乎并非在自然上同时属于的其他某些事物提出疑难。
"Οὐκ ἐπὶ πάντων δὲ τῶν πρός τι ἀληθὲς δοκεῖ τὸ ἅμα τῇ φύσει εἶναι· τὸ γὰρ ἐπιστητὸν τῆς ἐπιστήμης πρότερον ἂν δόξειεν εἶναι." Ἔνστασιν πρὸς τὸ εἰρημένον κομίζει ὅτι οὐ πᾶσι τοῖς πρός τι δοκεῖ ὑπάρχειν τὸ ἅμα τῇ φύσει εἶναι· ἡ γὰρ ἐπιστήμη καὶ τὸ ἐπιστητὸν τῶν πρός τι ὄντα οὐχ ἅμα ὑπάρχει· τῶν μὲν γὰρ ἐπιστητῶν ἀναιρεθέντων ἀναιρεῖται καὶ ἡ ἐπιστήμη· ἐπιστητοῦ γὰρ μὴ ὄντος τίνος ἂν εἴη ἐπιστήμη; ἐπιστήμης δὲ μὴ οὔσης οὐδὲν κωλύει εἶναι ἐπιστητά· ὥστε οὐχ ἅμα τῇ φύσει ταῦτα ὑπάρχουσι τῶν πρός τι ὄντα. τὸ δὲ πρότερον διττόν, τὸ μὲν χρόνῳ τὸ δὲ φύσει. καὶ πρότερον μὲν χρόνῳ ἐστὶν οὗ πρὸς τὸ νῦν πλείων ἡ ἀπόστασις, ὡς ἐπὶ τοῦ παρεληλυθότος· διὰ τοῦτο γὰρ λέγομεν τὰ Μηδικὰ πρότερα τῶν Πελοποννησιακῶν, ὅτι αὐτῶν πλείων ἐστὶν ἀπὸ τοῦ νῦν ἡ ἀπόστασις. ἐπὶ δὲ τοῦ μέλλοντος ἀνάπαλιν οὗ ἐλάττων ἀπὸ τοῦ νῦν ἡ ἀπόστασις, τοῦτο πρότερον· πρότερον γὰρ τὸ αὔριον τοῦ μεταύριον. τοιοῦτον μὲν οὖν τὸ τῷ χρόνῳ πρότερον. τῇ δὲ φύσει πρότερον τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ καὶ τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ,1 ὡς ἐπὶ ζῴου καὶ ἀνθρώπου ἔχει. τὸ οὖν ἐπιστητὸν τῆς ἐπιστήμης πρότερον ἂν δόξειεν εἶναι φύσει· ἐπιστητοῦ γὰρ μὴ ὄντος ἐπιστήμη οὐκ ἔστιν, ἐπιστήμης δὲ μὴ οὔσης τὸ ἐπιστητὸν δύναται εἶναι. ἀμέλει φασὶ Θαλῆν τὸν Μιλήσιον πρῶτον ἐπιστῆσαι τῇ αἰτίᾳ τῆς σεληνιακῆς ἐκλείψεως κατανοήσαντα ὅτι ἐκ τοῦ ἡλίου ἡ σελήνη δέχεται τὸ φῶς, διότι ἀεὶ τὸ πεφωτισμένον αὐτῆς μέρος πρὸς τὸν ἥλιον νεύει, ὅθεν αὐξομένη μὲν τῇ ἀποστάσει τοῦ ἡλίου τὸ μὲν πεφωτισμένον μέρος ἔχει πρὸς δυσμάς, δυτικωτέρου ὄντος τότε τοῦ ἡλίου, τὸ δὲ κερατοειδὲς αὐτῆς καὶ ἀφώτιστον νεύει πρὸς ἀνατολάς. ἐπὰν δὲ γένηται ἀντιπρόσωπος ὅλη τῷ ἡλίῳ, κατὰ διάμετρον αὐτοῦ ἀποστᾶσα, τότε πᾶσα φωτίζεται ὅλη ὅλῳ τῷ ἡλίῳ προσβάλλουσα (ὅλην δὲ λέγω κατὰ τὸ πρὸς ἡμᾶς αὐτῆς νενευκὸς μέρος), ἡνίκα δὲ ἄρξηται μειοῦσθαι τῇ συνόδῳ τῇ πρὸς τὸν ἥλιον, τότε πάλιν τὸ μὲν πεφωτισμένον αὐτῆς μέρος νεύει πρὸς ἀνατολάς, τοῦ ἡλίου τότε ἀνατολικωτέρου ὄντος, τὸ δὲ ἀφώτιστον καὶ κερατοειδὲς πρὸς δυσμάς. ἐντεῦθεν τοίνυν ἐπέστησε τῇ σεληνιακῇ ἐκλείψει, ὅτι ἐπειδὰν ἐμπέσῃ εἰς τὸ καλούμενον σκίασμα τῆς γῆς, τοῦ ἡλίου κατὰ κάθετον αὐτῇ ὄντος ἐν τῷ ὑπὸ γῆν ἡμισφαιρίῳ, πάσχειν συμβαίνει αὐτῇ παντελῆ ἔκλειψιν, τῶν ἀκτίνων τῶν ἡλιακῶν μηδαμῶς αὐτῇ προσβαλλουσῶν. ἀμέλει εἰ μὴ ἐν πανσελήνῳ μόνῃ τοῦτο οὐ συμβαίνει.2 εἰ τοίνυν πρῶτος ὁ Θαλῆς ἐπέστησε τῇ σεληνιακῇ ἐκλείψει, δῆλον ὅτι πρὸ αὐτοῦ τὸ μὲν ἐπιστητὸν ἦν, λέγω δὴ ἡ σεληνιακὴ ἔκλειψις, ἐπιστήμη δὲ ταύτης οὐκ ἦν. δῆλον οὖν ὅτι προϋπάρχει καὶ χρόνῳ καὶ φύσει τὸ ἐπιστητὸν τῆς ἐπιστήμης καὶ οὐχ ἅμα εἰσὶ ταῦτα τῶν πρός τι ὄντα. ὡσαύτως αἰσθητοῦ μὲν μὴ ὄντος οὐδὲ αἴσθησίς ἐστι (τίνος γὰρ ἔσται αἴσθησις;), αἰσθήσεως μέντοι μὴ οὔσης οὐδὲν κωλύει τὰ αἰσθητὰ εἶναι, οἷον πῦρ γῆν καὶ τὰ τοιαῦτα.
“然而在所有关系者中,在自然上是同时的似乎并不都是真的;因为可知者似乎先于知识。” 他针对上述说法提出了一个异议,即在自然上是同时的似乎并不属于所有关系者;因为知识和可知者作为关系者,并不是同时成立的;因为当可知者被取消时,知识也被取消;因为如果没有可知者,那还能是关于何者的知识呢?但当知识不存在时,没有任何东西阻止可知者存在;因此这些事物虽然是关系者,却并不是在自然上同时成立的。而‘先’有两种,一种是在时间上,另一种是在自然上。在时间上先的,乃是距离‘现在’更远者,正如在过去的事物中那样;因为正是由于这个缘故,我们说波斯战争先于伯罗奔尼撒战争,因为它距离‘现在’更远。但在未来的事物中相反,距离‘现在’更近者乃是先的;因为明天先于后天。在时间上先的便是如此。而在自然上先的,乃是能共同取消[对方]却不[被对方]共同取消,且[被对方]共同引入却不共同引入[对方]者,正如在动物与人身上的情形一样。因此可知者似乎在自然上先于知识;因为在可知者不存在时,知识便不存在;但在知识不存在时,可知者能够存在。无论如何,人们说米利都的泰勒斯最先注意到了月食的原因,他认识到月亮是从太阳那里接收光芒的,因为月亮被照亮的部分总是转向太阳;因此当由于与太阳拉开距离而渐盈时,由于太阳那时更偏西,它的照亮部分朝向西方,而它的牛角状未照亮部分则转向东方。而当它在直径上与太阳拉开距离并整体与太阳完全相对时,它由于整体迎向整体的太阳而通体被照亮(我所说的整体,乃是就其朝向我们的部分而言);而当它由于与太阳相合而开始亏缺时,由于太阳那时更偏东,它的照亮部分又转向东方,而未照亮且呈牛角状的部分则转向西方。因此,他由此注意到了月食:当月亮落入大地的所谓阴影中、而太阳在大地下方的半球中与它成垂直位置时,由于太阳的光线完全照不到它,月亮便碰巧遭受完全的月食。事实上,若非仅在满月之时,这种情况就不会发生。因此,如果泰勒斯是第一个注意到月食的人,显然在他之前可知者——即月食——已经存在,但关于它的知识却不存在。因而很显然,可知者在时间上和在自然上都先于知识而存在,这些作为关系者的事物并不是同时的。同样地,在可感知者不存在时,感觉也不存在(因为那将是关于何者的感觉呢?);然而在感觉不存在时,没有任何东西阻止可感知者存在,例如火、土以及诸如此类的事物。
- 4.17τὸ συναναιροῦν μὲν μὴ συναναιρούμενον δὲ καὶ τὸ συνεισφερόμενον μὲν μὴ συνεισφέρον δέ
主动分词(συναναιροῦν, συνεισφέρον)与被动分词(συναναιρούμενον, συνεισφερόμενον)形成了对称的对照。在自然上先的事物(例如动物)在自身被取消时能“共同取消”(主动)对方(人),但在对方被取消时自身却“不被共同取消”(被动);反之,在存在论的引入上,它随对方的引入而“被共同引入”(被动),但自身的引入却“不共同引入”(主动)对方。
- 4.17ἀμέλει εἰ μὴ ἐν πανσελήνῳ μόνῃ τοῦτο οὐ συμβαίνει
连词 εἰ μή(若非/除非)引导的条件短语与主句中的否定词 οὐ 相应,表达排他性的强调:“若非仅在满月之时,这就不会发生”(即唯有在满月之时才会发生)。
