← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§115.1-116.27

关系项的换位与剥除偶性的抽象规则

斐洛波诺斯注解亚里士多德《范畴篇》7a25–7a31,论证了关系项若要真正换位,必须被指配给具有相等外延的本有项而非偶性,并阐释了通过剥除其他偶性以单独考察和检验换位关系的抽象规则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.14

" Λέγω δὲ ὅτι οὐδὲ τῶν ὁμολογουμένως πρὸς ἀντιστρέφοντα λεγομένων, καὶ ὀνομάτων αὐτοῖς κειμένων, οὐδὲν ἀντιστρέφει, ἐὰν πρός τι τῶν συμβεβηκότων ἀποδιδῶται, καὶ μὴ πρὸς αὐτὰ ἃ λέγεται." Ἐντεῦθεν ἐκ τοῦ μᾶλλον ἡ ἐπιχείρησις· τί γὰρ θαυμαστόν, φησίν, εἰ ἐπὶ τῶν εἰρημένων οὐ σώζεται ἡ ἀντιστροφὴ διὰ τὸ μὴ κυρίως ἀποδεδόσθαι, ὁπότε οὐδὲ τὰ ὁμολογουμένως ὄντα πρός τι καὶ πρὸς ἀντιστρέφοντα λεγόμενα, οἷς καὶ ὀνόματα κεῖται, οὐκ ἀντιστρέφει, ἐὰν μὴ κυρίως ἡ ἀπόδοσις γένηται; οἷον τὸν δεσπότην ἐὰν μὴ πρὸς δοῦλον ἀλλὰ πρὸς ἄνθρωπόν τις ἀποδῷ λέγων ‘ὁ δεσπότης ἀνθρώπου δεσπότης’, οὐ δυνήσεται ἀντιστρέψας εἰπεῖν ‘ὁ ἄνθρωπος δεσπότου ἄνθρωπος’· τοῦτο γὰρ καταγέλαστον· τὸν μὲν γὰρ δεσπότην ἀνθρώπου εἰπεῖν δεσπότην οὐ χαλεπόν, τὸν δὲ ἄνθρωπον δεσπότου ἄνθρωπον ἀτοπώτατον. ὥστε καὶ ἐπὶ τούτων ἐπειδὴ μὴ οἰκεία γέγονεν ἡ ἀπόδοσις, οὐδὲ ἡ ἀντιστροφὴ σώζεται· οὐ γὰρ πρὸς ἴσον ἐποιησάμεθα τὴν ἀπόδοσιν· ἐπὶ πλέον γὰρ ὁ ἄνθρωπος. δεῖ οὖν τὰ ἀντιστρέφοντα ἐξισάζειν ἀλλήλοις, ὥσπερ εἴρηται, ἵνα καὶ ἀντιστρέφῃ· διὰ τοῦτο γὰρ καὶ τὰ ἴδια ἀντιστρέφει πρὸς ἐκεῖνα ὧν ἐστιν ἴδια, ἐπειδὴ καὶ ἐξισάζει ἀλλήλοις. ταῦτα δὲ πάντα φησὶ συναγωνιζόμενος τῷ ὁρισμῷ τῷ λέγοντι τὰ πρός τι εἶναι τῷ ἑτέρων λέγεσθαι καὶ δεικνύειν πειρᾶται κατὰ τὸν ὁρισμὸν τοῦτον τὰ πρός τι ἀντιστρέφοντα, κρατῦναι βουλόμενος αὐτὸν ὡς οἷόν τε, ἵνα μὴ δόξῃ ἐρήμην αὐτοῦ καταψηφίζεσθαι,1 εἶθ’ ὕστερον εὐλόγως αὐτὸν διελέγξαι δεικνὺς ὅτι καὶ μετὰ τοσαύτην συνηγορίαν ὅμως πολλὰ ἄτοπα αὐτῷ παρακολουθεῖ.

“而我指的是,即使在公认关涉换位者而被述说且具有确立名称的事物中,如果被指配给诸偶性中的某物,而不是关涉它们正被述说的那些事物本身,也绝没有任何一者能够换位。” 从这里开始是从更有力者出发的论证;因为他说,如果在上述事物中换位由于未被适切地指配而不能保全,这又有什么值得奇怪的呢?既然就连公认是关系者且关涉换位者而被述说、甚至确立了名称的事物,若指配没有适切地发生,也不能换位。例如,如果有人把主人不是指配给奴隶而是指配给人,说‘主人是人的主人’,他在换位之后将不能说‘人是主人的人’;因为这是荒谬可笑的;因为说主人是人的主人并不困难,但说人是主人的人则是最不合情理的。因此在这些事物上,既然指配没有成为固有的,换位也就不能保全;因为我们没有关涉相等者作出指配;因为人外延更广。因此,正如已经说过的,换位者必须彼此均等,以便能够确实换位;因为也正是由于这个缘故,固有属性才关涉那些它们为其固有属性的对象换位,因为它们也彼此均等。而他之所以说这一切,乃是为那主张关系者是通过被称为属于他物而存在的定义进行辩护,并试图根据这一定义表明关系者是换位的,他希望尽可能坚固这一定义,以免显得是对它缺席判决,随后再合乎理据地驳斥它,指出即使在如此辩护之后,许多荒谬之处依然伴随着它。

§4.15

"Ἔτι ἐὰν μὲν οἰκείως ἀποδεδομένον ᾖ πρὸς ὃ λέγεται, πάντων περιαιρουμένων τῶν ἄλλων ὅσα συμβεβηκότα ἐστί, καταλειπομένου δὲ μόνου τούτου πρὸς ὃ ἀπεδόθη οἰκείως, πρὸς αὐτὸ ῥηθήσεται." Κανόνα ἡμῖν παραδίδωσι τῶν οἰκείως κατά τινος ἀποδεδομένων· λέγει γὰρ ὅτι ἐάν τι ᾖ πλείοσιν ὀνόμασι λεγόμενον, εἶτα ὑπάρχῃ ἄλλο τι καθ’ ἑνὸς τούτων τῶν ὀνομάτων κατηγορούμενον, καὶ βούλῃ γνῶναι εἰ οἰκείως τὸ κατηγορούμενον ἐκείνῳ τῷ ὀνόματι κατηγορήθη, περιελὼν πάντα τὰ ἄλλα ὀνόματα τὰ συμβεβηκότα τῷ ὑποκειμένῳ, καταλιπὼν δὲ μόνον ἐκεῖνο πρὸς ὃ ἀπεδόθη τὸ κατηγορούμενον, ἐὰν εὕρῃς αὐτὸ ἀντιστρέφον πρὸς ἐκεῖνο ὅπερ αὐτοῦ κατηγορεῖται, ἴσθι ὅτι οἰκείως ἀπεδόθη τὸ πρότερον· οὐ γὰρ ἂν ἀντέστρεφεν, εἰ μὴ οἰκείως ἀπεδόθη· οἷον ὁ δοῦλος ἐὰν ἀποδοθῇ δεσπότου δοῦλος, ἐπειδὴ τῷ δεσπότῃ συμβέβηκε τὸ ἀνθρώπῳ εἶναι καὶ δίποδι καὶ ἐπιστήμης δεκτικῷ,2 ἐὰν ταῦτα πάντα ἀφέλῃς αὐτοῦ καὶ ὑποθῇ ὡς μηδὲ ὅλως ὑπάρχοντα, καταλείψῃς δὲ μόνον τὸ δεσπότην εἶναι, οὐδὲν ἧττον εὑρήσεις κυρίως γινομένην τὴν ἀντιστροφήν· ὁ γὰρ δεσπότης δούλου λέγεται δεσπότης. ἐὰν δὲ μὴ πρὸς δεσπότην ἀποδοθῇ ὁ δοῦλος ἀλλὰ πρὸς ἄνθρωπον, περιαιρουμένων τοῦ ἀνθρώπου τῶν λοιπῶν πάντων, λέγω δὴ τοῦ δεσπότου τοῦ δίποδος καὶ τῶν λοιπῶν, οὐ σωθήσεται ἡ ἀντιστροφή· οὐ γὰρ δυνατὸν ἀντιστρέψαντα εἰπεῖν ‘ὁ ἄνθρωπος δούλου ἄνθρωπος’. ὥστε οὐκ οἰκείως ὁ δοῦλος πρὸς τὸν ἄνθρωπον ἀπεδόθη. περιαιρουμένων φησὶν τῶν ἄλλων ἁπάντων ὅσα συμβεβηκότα ἐστὶ τῷ δεσπότῃ, οἷον τὸ δίποδι εἶναι 〈καὶ〉 τὸ ἐπιστήμης δεκτικῷ καὶ τὸ ἀνθρώπῳ, καὶ οὐδὲν θαυμαστὸν ὅτι ταῦτα συμβεβηκότα εἶπεν· οὐχ ἁπλῶς γὰρ συμβεβηκότα εἶπεν, ἀλλ’ ἃ συμβεβηκότα πρὸς τὴν τοῦ δούλου σχέσιν εἶεν ἂν καὶ δευτέρως αὐτοῦ κατηγορούμενα, πρώτως δὲ καὶ καθ’ αὑτὸ ὁ δεσπότης· τῇ γὰρ σχέσει τῶν πρός τι, ὡς ἔφθην εἰπών, αὐτῇ καθ’ αὑτὴν οὐχ ὑφεστηκυίᾳ ποτὲ μὲν συμβαίνει ἐν οὐσίᾳ εἶναι ποτὲ δὲ ἐν ποσῷ ἢ ἐν ποιῷ ἢ ἐν ἄλλῃ τινὶ τῶν κατηγοριῶν. ὥστε οὐκ ἀτόπως τις τῷ διπλασίῳ πρός τι ὄντι, ὅταν μὲν ᾖ, εἰ τύχοι, ἐν ξύλῳ, λέγει αὐτῷ συμβεβηκέναι τὸ ξύλον, ὅταν δὲ ἐν λίθῳ, τὸν λίθον, καὶ ὅταν ἐν ἐπιφανείᾳ ἢ ἐν χρόνῳ, τὸν χρόνον ἢ τὴν ἐπιφάνειαν, τῆς σχέσεως καθ’ αὑτὴν τῇ ἐπινοίᾳ θεωρουμένης.3

“此外,如果它已经适切地关涉它被述说的对象而被指配,那么在所有其他作为偶性的事物都被剥除、只留下适切地指配给它的这唯一者时,它将关涉这一对象本身而被述说。” 他向我们传授了一条关于适切地针对某物被指配的事物的规则;因为他说,如果有某物以多个名称被述说,接着又有另外某种事物被述说于这些名称中的一个,而你想知道被述说者是否适切地被述说于那个名称,那么通过剥除属于主体的所有其他作为偶性的名称,仅留下被述说者指配给它的那一名称,如果你发现它关涉那被述说于它自身的对象换位,你就知道前者是被适切地指配的;因为如果它没有被适切地指配,它就不会换位;例如,如果奴隶被指配为主人的奴隶,既然对于主人而言偶性地具有作为人、作为两足动物以及作为能接受知识者,如果你把这一切都从他身上剥除,设定它们完全不存在,而仅留下作为主人,你将丝毫不减地发现换位适切地发生;因为主人被称为奴隶的主人。但如果奴隶不是指配给主人而是指配给人,当从人身上剥除其余一切时——我是指主人、两足动物及其他一切——换位将无法保全;因为换位后说‘人是奴隶的人’是不可能的。因此,奴隶并没有适切地指配给人。他说剥除对于主人而言作为偶性的所有其他事物,例如作为两足动物、作为能接受知识者以及作为人,他把这些称为偶性并没有什么值得惊奇的;因为他并不是无条件地称它们为偶性,而是指相对于奴隶的关系而言算作偶性、并且第二性地被述说于主人的事物,而第一性地且就其自身[被述说者]则是主人;因为正如我先前已经说过的,关系者的关系本身并不独立持存,它有时偶然存在于实体中,有时在数量中,或在性质中,或在诸范畴的某一其他之中。因此,对于作为关系者的两倍,当它凑巧在木头中时有人说木头属于它的偶性,而在石头中时石头[属于其偶性],在平面中或时间中时时间或平面[属于其偶性],这并非不合情理,因为这关系就其自身而言乃是在思维中被考察的。

语法注3 条
  1. 4.14ἐρήμην αὐτοῦ καταψηφίζεσθαι

    源自法庭诉讼专门用语 ἐρήμην δίκην καταψηφίζεσθαι(缺席审判做出有罪判决)的习语。名词 δίκην 被省略,阴性单数宾格 ἐρήμην 作内含宾格或副词性用法,在此构成法律隐喻,指亚里士多德避免在尚未对定义进行充分辩护之前就片面地否定它。

  2. 4.15τὸ ἀνθρώπῳ εἶναι καὶ δίποδι καὶ ἐπιστήμης δεκτικῷ

    由中性定冠词 τὸ 支配不定式 εἶναι 所构成的事态/本质表达(τὸ ... εἶναι 结构),其表语(ἀνθρώπῳ, δίποδι, ἐπιστήμης δεκτικῷ)采用与动词 συμβέβηκε 所要求的与格补足语一致的与格。整个名词化不定式短语充当 συμβέβηκε 的语法主语。

  3. 4.15τῆς σχέσεως καθ’ αὑτὴν τῇ ἐπινοίᾳ θεωρουμένης

    由名词 τῆς σχέσεως 与现在被动分词 θεωρουμένης 构成的属格独立结构。说明了即使关系(σχέσις)本身不能脱离实体或其他范畴而独立持存,也可以在思维(ἐπίνοια)的抽象作用下就其自身被考察这一附带条件与情状。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:115.1-116.27