- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:113.12-114.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德提出为实现换位而生造词名的方法之处(7a5–7a18),菲洛波诺斯辩护了在日常用法缺失术语时诸技术造词的正当性,阐明了从原初述词构造派生名的规则,并指出身体部分(如头、翅膀等)就其自身而言是实体而非关系者。
" Ἐνίοτε δὲ καὶ ὀνοματοποιεῖν ἴσως ἀναγκαῖον, ἐὰν μὴ κείμενον ᾖ ὄνομα, πρὸς ὃ οἰκείως ἂν ἀποδοθείη." Ἵνα γὰρ μή τις εἴπῃ ‘τί οὖν; εἰ καινοτομεῖ τὰ ὀνόματα καὶ ἕκαστον ὡς βούλεταί τις μετασκευάζει, οὔκουν οὕτως συμβήσεται πᾶσαν τὴν συνήθειαν τῶν ὀνομάτων ἀφανισθῆναι, ἑκάστου καινοτομοῦντος ὡς βούλεται τὰ ὀνόματα, καὶ λοιπὸν δόξει ἕκαστος ἄσημα φθέγγεσθαι, ἀντὶ μὲν ἀνθρώπου, εἰ τύχοι, κεφαλωτὸν λέγων ἀντὶ δὲ πλοίου πηδαλιωτόν, ἢ ὁπωσουν ἄλλως τις καινοτομήσει;’· λέγει οὖν πρὸς τοῦτο ὅτι οὐδὲν χαλεπὸν οἷς μὴ ἐφρόντισε θεῖναι ὀνόματα ἡ συνήθεια, ἐκείνοις ἡμᾶς αὐτοὺς ἐπινοεῖν·1 ἡ γὰρ συνήθεια ἐκείνοις τίθησιν ὀνόματα οἷς γινώσκει, αἱ δὲ τέχναι ἅτε δὴ καινοτέρων πραγμάτων οὖσαι εὑρέτιδες ὀφείλουσι τοῖς πράγμασι τοῖς ὑπ’ αὐτῶν εὑρισκομένοις τιθέναι ὀνόματα πρὸς τὴν τούτων σημασίαν· οἷον ὁ γεωμέτρης εὑρὼν ὅτι τῶν τριγώνων τὸ μέν ἐστιν ἔχον τὰς δύο πλευρὰς ἴσας τὸ δὲ τὰς τρεῖς ἴσας τὸ δὲ τὰς τρεῖς ἀνίσους, ἐκάλεσε τὸ μὲν ἰσόπλευρον τὸ δὲ ἰσοσκελὲς τὸ δὲ σκαληνόν, καὶ ὁ μουσικὸς ὁμοίως τοῖς διαφόροις κρούμασιν ἐπέθηκε ὀνόματα καὶ τὸ μὲν ἐκάλεσε χρωματικὸν τὸ δὲ διατονικὸν ἢ ὁπωσοῦν ἑτέρως. κἀνταῦθα τοίνυν ἐπειδὴ ἠμέλησεν ἡ συνήθεια τοῖς τοιούτοις θεῖναι ὀνόματα, ἡμᾶς ἀνάγκη τιθέναι· πλοῖον μὲν γὰρ ἐκάλεσεν, οὐκέτι δὲ διέστειλε τὰ πηδαλιωτὰ ἀπὸ τῶν μὴ πηδαλιωτῶν, καὶ ζῷον μὲν ὠνόμασεν, οὐκέτι δὲ διεχώρισε τῇ προσηγορίᾳ τὰ ἔχοντα κεφαλὴν ἀπὸ τῶν μὴ ἐχόντων. διὰ τοῦτο, ὡς εἴρηται, ἡμᾶς ὀνοματοποιεῖν ἐν τοῖς τοιούτοις οὐδὲν ἄτοπον. ὅπως δὲ δεῖ τίθεσθαι τὰ ὀνόματα καὶ πόθεν, αὐτὸς ἐφεξῆς ἐδήλωσεν εἰπών·
“但有时或许也有必要生造词名,如果没有确立一个名称,以便可以适切地关涉它而被指配的话。” 因为这是为了免得有人说:“那么怎样呢?如果有人标新立异地造名,随心所欲地改造每一事物,难道不会这样造成词名的全部习惯用法都归于消灭吗?因为每个人都随心所欲地造出新名,以至于到头来每个人都会显得在发出无意义的声音,如果凑巧的话,不说‘人’而说‘具有头者’,不说‘船’而说‘具有舵者’,或者以任何别的方式标新立异造词?”;因此他针对这一点说,对于习惯用法未曾顾及去确立名称的那些事物,由我们自己去构想并没有任何困难。因为习惯用法是对它所熟知的事物确立名称,而诸技艺既然是更新事物的发现者,就应当为了指称由它们所发现的事物而确立名称;正如几何学家发现三角形中有一种具有两条相等的边,另一种具有三条相等的边,另一种具有三条不等的边,便把一种称为等边三角形,把另一种称为等腰三角形,把又一种称为不等边三角形,而音乐家同样给不同的弹拨确立了名称,把一种称为半音阶的,把另一种称为全音阶的,或者以任何别的方式命名。因此在这里,既然习惯用法忽略了为这类事物确立名称,我们就有必要去确立;因为习惯用法虽然称之为船,却不再把具有舵者与不具有舵者区分开来,虽然命名为动物,却不再在名称上把具有头者与不具有头者分别开来。因此,正如已经说过的,在这些情况下由我们来生造词名并没有任何不妥。至于应当如何确立名称以及从何处[确立],他自己在接下来通过这样说而表明了:
"Οὕτως δὲ ῥᾷστα ἄν ἴσως τις λάβοι οἷς μὴ κεῖται ὀνόματα, εἰ ἀπὸ τῶν πρώτων καὶ τοῖς πρὸς ἃ ἀντιστρέφουσι τιθείη τὰ ὀνόματα." Κανόνα ἡμῖν νῦν παραδίδωσι, δι’ οὗ δυνησόμεθα ὀνοματοποιεῖν οἰκείως, ἐὰν ἐν τῇ κοινῇ συνηθείᾳ ὄνομα μὴ εὑρίσκηται· δεῖ γάρ, φησίν, ἀπὸ τῶν πρώτων καὶ οἰκείως κατηγορουμένων παρώνυμον τιθέναι ὄνομα ἐκείνοις ὧν κατηγοροῦνται, καὶ οὕτως εὑρήσομεν αὐτὰ ἀντιστρέφοντα, οἷον ἀπὸ τοῦ πηδαλίου καλεῖν τὸ πλοῖον οὗ τὸ πηδάλιον κατηγορεῖται πηδαλιωτόν, καὶ ἀπὸ τῆς κεφαλῆς καλεῖν τὸ ζῷον τὸ κεφαλὴν ἔχον κεφαλωτόν. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καὶ ταῦτα δὲ πάλιν φησὶ λεληθότως βουλόμενος τὸν ὁρισμὸν κακίσαι·2 εἰ γὰρ πρός τι ταῦτά ἐστιν ἅπερ ἑτέρων εἶναι λέγεται, καὶ ἡ κεφαλὴ καὶ τὸ πηδάλιον καὶ τὸ πτερὸν ἔσται τῶν πρός τι, ὅπερ ἄτοπον· ταῦτα γὰρ ὡς μὲν μέρη οὐσιῶν λέγεται εἶναι πρός τι (τὸ γὰρ μέρος ὅλου ἐστὶ μέρος καὶ τὸ ὅλον τοῖς μέρεσιν ὅλον), ὡς μέντοι γε πτερὸν ἢ πηδάλιον ἢ κεφαλὴ οὔκ εἰσι πρός τι, ἀλλ’ οὐσίαι· ἕκαστον γὰρ τούτων αὐτὸ καθ’ αὑτὸ θεωρεῖται· ἀμέλει ἐὰν ἀποτμηθῇ ἡ κεφαλὴ ἢ ἡ χεὶρ τοῦ παντός, οὐδὲν ἧττον λέγεται κεφαλὴ καὶ χείρ, μέρη μέντοι οὐκέτι λέγεται· τὸ γὰρ μέρος ἐν τῷ ὅλῳ θεωρεῖται. τὰ δὲ πρός τι ἐὰν ἀφαιρεθῇ ἐκείνων πρὸς ἃ λέγεται, καὶ τὴν οἰκείαν ὀνομασίαν εὐθὺς συναφῃρέθη·3 οἷον ὁ πατὴρ λέγεται υἱοῦ πατήρ, ἀλλ’ ἐὰν ἀφαιρεθῇ ὁ υἱός, καὶ τὸ πατὴρ εἶναι ὁ πατὴρ συναφῃρέθη. τὰ δὲ ἑτέρων λεγόμενα κἂν ἀφαιρεθῇ ἐκείνων ὧν λέγεται εἶναι, φυλάττει οὐδὲν ἧττον τὴν ὀνομασίαν· οἷον ἡ κεφαλὴ ζῴου λέγεται κεφαλή, καὶ ἐὰν ἀφαιρεθῇ τοῦ ζῴου, οὐδὲν ἧττον λέγεται κεφαλή, καὶ τὸ πηδάλιον πλοίου καὶ τὸ πτερὸν ὄρνιθος καὶ ἀφαιρεθέντα τούτων ὧν εἶναι λέγεται οὐδὲν ἧττον πάλιν τῆς οἰκείας ὀνομασίας τετύχηκε.
“而如果人们源于最初的事物,也为那些与它们换位的对象确立名称,那么人们或许就能最容易地把握那些没有确立名称的事物。” 他现在向我们传授了一条规则,借助这条规则,如果在共同的习惯用法中找不到名称,我们将能够适切地造名;因为他说,必须源于最初的且适切地被述说的事物,为那些它们被述说于其上的对象确立派生名,这样我们就会发现它们换位;例如源于舵,把舵被述说于其上的船称为‘具有舵者’,源于头,把具有头的动物称为‘具有头者’;在其余的事物上也是同样。而他再次说这些话,乃是想要暗中指责那一定义;因为如果那些被称为属于他物的事物本身就是关系者,那么头、舵和翅膀也将属于关系者,而这是荒谬的;因为这些作为实体的部分虽然被称为是关系者(因为部分是整体的部分,而整体对部分而言是整体),然而作为翅膀、舵或头,它们并不是关系者,而是实体;因为这其中的每一者都是就其自身而被考察的。确实,如果头或手从整体上被切除,它丝毫不减地仍被称为头和手,然而却不再被称为部分;因为部分是在整体之中被考察的。然而关系者如果从那些它们关涉而被述说的对象那里被除去,其本有的称谓也立刻随之被除去;例如父亲被称为儿子的父亲,但如果儿子被除去,作为父亲这一规定性也从父亲身上随之被除去。相反,那些被称为属于他物的事物,即使从那些它们被称为属于的对象那里被除去,也丝毫不减地保全其称谓;例如头被称为动物的头,即使从动物身上被切除,它也丝毫不减地被称为头,而船的舵和鸟的翅膀,即使从那些它们被称为属于的对象那里被除去,也同样丝毫不减地保有着其固有的称谓。
- 4.12οἷς μὴ ἐφρόντισε θεῖναι ὀνόματα ἡ συνήθεια, ἐκείνοις ἡμᾶς αὐτοὺς ἐπινοεῖν
关系代词 οἷς 要么是被先行词 ἐκείνοις 格吸引为与格,要么是在关系从句(受 ἐφρόντισε θεῖναι ὀνόματα 支配)和主句动词 ἐπινοεῖν(为其构想词名)中共享的与格。主句中动词 ἐπινοεῖν 的直接宾语(ὀνόματα)承前省略。
- 4.13καὶ ταῦτα δὲ πάλιν φησὶ λεληθότως βουλόμενος τὸν ὁρισμὸν κακίσαι
καὶ ταῦτα δὲ 作为宾格直接宾语(“他也说了这些话”),受主要动词 φησί(他说,指亚里士多德)支配。分词 βουλόμενος 与主语保持一致,受副词 λεληθότως(“隐秘地/暗中”)修饰,表达了解释者的阐释判断,即亚里士多德在此暗中为后文批判关系者的第一定义做铺垫。
- 4.13καὶ τὴν οἰκείαν ὀνομασίαν εὐθὺς συναφῃρέθη
动词 συναφῃρέθη 是被动态不定过去时第三人称单数(格言性不定过去时),其主语承接前文的关系者概念 τὰ πρός τι。宾格短语 τὴν οἰκείαν ὀνομασίαν 是剥夺类动词用于被动态时保留的宾格(“其本有的称谓也随之被剥夺”)。
