← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§111.27-113.11

换位成立的外延均等性要求与相关项调整

注解者指出关系者在表述中可能因格的不同而产生差异(6b33),随后讨论了为何若指配不当换位便不能成立(6b36)。他论证说换位要求两项在外延上保持均等,在不均等的情况下,可以通过扩大较窄项或缩减较宽项来使其均等并恢复换位,并通过翼与鸟、舵与船、头与动物的例子对此进行了详细说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.10

" Πλὴν τῇ πτώσει ἐνίοτε διοίσει κατὰ τὴν λέξιν." Ἐπειδὴ γὰρ πρὸς γενικὴν ἀποδέδωκε, διὰ τοῦτο ἐπήγαγεν ὅτι οὐ μόνον πρὸς γενικὴν ἀλλὰ καὶ πρὸς ἄλλην ἀποδίδοται πτῶσιν τὰ πρός τι, ὅθεν οὐδὲ πρὸς τὴν αὐτὴν πάντως ἀντιστρέφει. εἴρηται δὲ ἡμῖν ἤδη περὶ τούτων ἔμπροσθεν.

“只是在表述中有时会在格上有所不同。” 因为既然他是关涉属格而做出指配的,因此他补充说,关系者不仅关涉属格,而且也关涉另一种格而被指配,由是它们也绝非全都关涉同一个格而换位。关于这些事情,我们之前已经谈过了。

§4.11

"Οὐ μὴν ἀλλ’ ἐνίοτε οὐ δόξει ἀντιστρέφειν, ἐὰν μὴ οἰκείως πρὸς ὃ λέγεται ἀποδοθῇ, ἀλλὰ διαμάρτῃ ὁ ἀποδιδούς." Τὰ πρός τι ἰσότητα τηρεῖν ὀφείλει πρὸς ἄλληλα, ἵνα καὶ ἀντιστρέφῃ, ὥσπερ ἀντιστρέφει ὁ ἄνθρωπος καὶ τὸ γελαστικόν. ἐὰν δὲ ὦσιν ἄνισα, τῷ μὲν ἐλάσσονι τὸ πλεῖον ἀκολουθεῖ ὡς τῷ ἀνθρώπῳ τὸ ζῷον, τῷ δὲ πλείονι τὸ ἔλασσον οὐκέτι·1 οὐ γὰρ τῷ ζῴῳ ὁ ἄνθρωπος ἀκολουθεῖ. οὗτος οὖν ὁ κανών ἐστι τῶν πρός τι, ἡ ἰσότης, ὡς πατὴρ υἱοῦ καὶ διπλάσιον ἡμίσεος, ἅπερ καὶ ἀντιστρέφει. ἐὰν δὲ ἄνισα ὦσιν, οὐκέτι ἀντιστρέφει, ὃ καὶ αὐτός φησι· τὸ πτερὸν ἐὰν ἀποδοθῇ ὄρνιθος, οὐκ ἀντιστρέφει ὄρνις πτεροῦ· οὐ γὰρ πᾶν πτερὸν ὄρνιθός ἐστι πτερόν· εἰσὶ γάρ τινα πτηνὰ ἃ οὔκ εἰσιν ὄρνιθες· τῶν γὰρ πτηνῶν τὰ μέν εἰσι σχιζόπτερα ὡς τὰ παρ’ ἡμῖν, ἃ καὶ μόνα ὄρνιθες καλοῦνται, ὡς καὶ αὐτὸς ἔφησεν ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ τὰ σχιζόπτερα ὄρνις καλεῖσθαι, τὰ δέ ἐστιν ὑμενόπτερα, ὡς αἱ νυκτερίδες, τὰ δὲ κολεόπτερα ὡς οἱ κάνθαροι, ἅπερ οὐκ εἰσιν ὄρνιθες. ἐπεὶ οὖν τὸ πτερὸν καὶ ἡ ὄρνις οὐκ ἐξισάζει, ἀλλ’ ἐπὶ πλέον τὸ πτερὸν τῆς ὄρνιθος, δεῖ ταῦτα ἐξισῶσαι, ἵνα καὶ ἀντιστρέφῃ. ἐξισοῦται δὲ τὰ ἄνισα ἢ τοῦ ἐλάττονος αὐξηθέντος ἢ τοῦ μείζονος μειωθέντος.2 ἐὰν οὖν ἐπὶ τούτων αὐξήσωμεν τὸ ἔλαττον, τοῦτ’ ἔστι τὴν ὄρνιν, καὶ ποιήσωμεν οὕτως τὸ πτερὸν πτερωτοῦ πτερόν, πτερωτὸν τὴν ὄρνιν προσαγορεύοντες, οὕτως ἀντιστρέφει· τὸ γὰρ πτερωτὸν πτερῷ πτερωτόν. πάλιν ἐὰν ἀποδοθῇ τὸ πηδάλιον πλοίου πηδάλιον, ἐνταῦθα οὐκ ἀντιστρέφει· οὐ γὰρ δυνατὸν λέγειν τὸ πλοῖον πηδαλίῳ πλοῖον· πολλὰ γὰρ πλοῖα πηδάλια οὐκ ἔχει ὡς τὰ ἀκάτια. ἐπειδὴ οὖν ἄνισά ἐστι καὶ ταῦτα (ἐπὶ πλεῖον γὰρ τὸ πλοῖον ἢ τὸ πηδάλιον), ἐὰν τὸ μεῖζον ἐλαττώσωμεν, λέγω δὴ τὸ πλοῖον, λέγοντες ἀντὶ πλοίου πηδαλιωτόν, τότε ἐξ ἴσης γενόμενα ἀντιστρέφει· τό τε γὰρ πηδάλιον πηδαλιωτοῦ πηδάλιον καὶ τὸ πηδαλιωτὸν πηδαλίῳ πηδαλιωτόν ἐστιν. ἔτι δὲ καὶ ἡ κεφαλὴ τινὸς λέγεται κεφαλή (ζῴου γάρ)· ἐὰν δὲ ἀποδοθῇ πρὸς τὸ ζῷον, οὐκ ἀντιστρέφει, ἐπειδὴ μὴ οἰκεία πάλιν γίνεται ἡ ἀπόδοσις· ἡ μὲν γὰρ κεφαλὴ ζῴου λέγεται κεφαλή, οὐκέτι δὲ τὸ ζῷον τῇ κεφαλῇ ζῷον· ἔστι γάρ τινα τῶν ζῴων ἃ κεφαλὴν οὐκ ἔχει, οἷον καρκῖνος, σκώληκες, γῆς ἔντερα. δεῖ οὖν πάλιν μειῶσαι τὸ μεῖζον, λέγω δὴ τὸ ζῷον, καὶ ποιῆσαι κεφαλωτόν, καὶ οὕτως σωθήσεται ἡ ἀντιστροφή· ἡ γὰρ κεφαλὴ κεφαλωτοῦ κεφαλή, καὶ τὸ κεφαλωτὸν τῇ κεφαλῇ κεφαλωτόν. ἐπὶ μὲν οὖν τῆς ὄρνιθος τὸ ἔλαττον ηὐξήσαμεν, λέγω δὴ τὴν ὄρνιν, ἐν δὲ τοῖς ἄλλοις τὸ μεῖζον ἐμειώσαμεν, τὸ πλοῖον λέγω καὶ τὸ ζῷον.

“不仅如此,有时它也不会显得换位,如果它没有适切地关涉它被述说的对象而被指配,而是指配者犯了错误。” 关系者应当相互保持相等,以便它们也能换位,正如人与能笑者换位一样。但如果它们是不相等的,那么较多者随伴较少者,正如动物随伴人一样,但较少者不再随伴较多者;因为人并不随伴动物。因此,这相等便是关系者的规范,如同父亲之于儿子,双倍之于一半,这些也确实换位。但如果它们是不相等的,它们便不再换位,这正如他自己所说的:如果翅膀被指配为鸟的翅膀,鸟并不换位为翅膀的鸟;因为并非每只翅膀都是鸟的翅膀;因为存在某些不是鸟的有翼动物;因为在有翼动物中,有些如我们这里的动物一样是裂翼的,只有它们才被称为鸟,正如他自己在《动物志》中也说过裂翼者被称为鸟,而另一些则是膜翼的,如蝙蝠,还有一些是鞘翅的,如甲虫,它们并不是鸟。既然翅膀与鸟并不相等,而是翅膀的外延比鸟更广,就必须使它们相等,以便它们也能换位。而不等之物要么通过较少者被扩大,要么通过较多者被缩减而被均等化。因此,如果在这些事物中我们扩大较少者,也就是说扩大鸟,把鸟称为有翼者,并这样规定“翅膀是有翼者的翅膀”,这样它就换位了;因为有翼者是通过翅膀而成为有翼者的。再者,如果舵被指配为船的舵,在这里它也不换位;因为不可能说船是通过舵而成为船的;因为许多船并没有舵,如小舟。既然这些也是不相等的(因为船的外延比舵更广),如果我们缩减较多者,我正是指船,不说船而说具有舵者,那么在变得相等之后它们就换位了;因为舵是具有舵者的舵,而具有舵者是通过舵而成为具有舵者的。此外,头也被称为某物的头(因为它是动物的头);但如果它关涉动物而被指配,它并不换位,因为指配再次变得不适切;因为头虽被称为动物的头,但动物却不再通过头而成为动物;因为在动物中有某些并不具有头,例如螃蟹、蠕虫、蚯蚓。因此必须再次缩减较多者,我正是指动物,而使它成为具有头者,这样换位就会得以保全;因为头是具有头者的头,而具有头者是通过头而成为具有头者的。因此,在鸟的例子中我们扩大了较少者,我正是指鸟,而在其余的例子中我们则缩减了较多者,我指的是船和动物。

语法注2 条
  1. 4.11τῷ μὲν ἐλάσσονι τὸ πλεῖον ἀκολουθεῖ ὡς τῷ ἀνθρώπῳ τὸ ζῷον, τῷ δὲ πλείονι τὸ ἔλασσον οὐκέτι·

    动词 ἀκολουθεῖ 支配与格(τῷ ἐλάσσονι 和 τῷ πλείονι),表示概念的包含或逻辑上的随伴。主语是中性实体化形容词 τὸ πλεῖον 和 τὸ ἔλασσον。该结构表达了外延不对称的包含关系(外延较广者必然随伴外延较窄者,反之则不然)。

  2. 4.11ἢ τοῦ ἐλάττονος αὐξηθέντος ἢ τοῦ μείζονος μειωθέντος

    两个独立属格结构(genitive absolute)由析取连词 ἤ...ἤ(“要么……要么……”)并列连接,对主句被动动词 ἐξισοῦται(被均等化)充当表示手段或条件的情态修饰语。被动分词(αὐξηθέντος 和 μειωθέντος)分别表示调整外延范围的逻辑操作。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:111.27-113.11