- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:110.1-111.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞评注亚里士多德《范畴篇》第7章(6b20–6b28),考察了关系者容纳“较多与较少”这一特征(提出了关于数量中“相等与不相等”的疑难并尝试解决),并藉由对“回转”与“换位”的名义分析,阐明了关系者本真固有的特征即“关涉可换位者而被述说”。
" Δοκεῖ δὲ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχεσθαι τὰ πρός τι· ὅμοιον γὰρ καὶ ἀνόμοιον μᾶλλον καὶ ἧττον λέγεται καὶ ἴσον καὶ ἄνισον μᾶλλον καὶ ἧττον λέγεται." Ἐφ’ ἕτερον ἴδιον παρακολούθημα τῶν πρός τι μεταβαίνει καταγνοὺς τοῦ προτέρου,1 τὸ ἐπιδέχεσθαι τὰ πρός τι τὸ μᾶλλον καὶ τὸ ἧττον· λέγομεν γὰρ τόδε τῷδε μᾶλλον εἶναι ὅμοιον καὶ ἧττον, οἷον τὸ ἐν τοίχῳ λευκὸν μᾶλλον εἶναι ὅμοιον λέγομεν τῷ ἐν ἱματίῳ ἢ τῷ ἐν χιόνι. καὶ τοῦτο δὲ τὸ παρακολούθημα ὅμοιον τῷ πρὸ αὐτοῦ ὑπάρχει· οὐδὲ γὰρ τοῦτο πᾶσι τοῖς πρός τι παρακολουθεῖ· ὁ γὰρ πατὴρ οὐ λέγεται ἄλλου πατρὸς μᾶλλον εἶναι πατήρ, οὐδὲ ὁ υἱὸς ὁμοίως. καὶ τοῦτο εἰκότως· εἴρηται γὰρ ὅτι ὅπου ἡ ἐναντιότης θεωρεῖται, ἐκεῖ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττόν ἐστιν, ὅπου δὲ ἐναντιότης οὐκ ἔστιν, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον. ἐπεὶ οὖν τοῖς πρός τι ἐναντιότης ὑπάρχει, ἔστιν ἐν αὐτοῖς καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπειδὴ δὲ οὐ πᾶσιν ὑπάρχει ἡ ἐναντιότης, διὰ τοῦτο οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον πᾶσιν ὑπάρχει. ἴσως δὲ ζητήσειεν ἄν τις ὅτι εἰ ἐν οἷς τὰ ἐναντία ὑπάρχει, ἐν τούτοις καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον τῇ μίξει τῶν ἐναντίων γίνεται, καὶ διὰ τοῦτο ἐν τῷ ποσῷ ἐπειδὴ μή ἐστι τὰ ἐναντία, διὰ τοῦτο οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον, πάλιν δὲ εἰ τὸ ἴσον καὶ ἄνισον εἶναι τοῦ ποσοῦ ἐστιν ἴδιον, πῶς φησιν ἐνταῦθα ὅτι ἄνισον μᾶλλον καὶ ἧττον λέγεται·2 ἐλέγομεν γὰρ ὅτι τὸ πρός τι εἰ μὲν ἐν κατηγορίᾳ γένηται ἐχούσῃ ἐναντίον, καὶ αὐτὸ τὰ ἐναντία ἐπιδέχεται, εἰ δὲ ἐν κατηγορίᾳ μὴ ἐπιδεχομένῃ τὰ ἐναντία, οὐδ’ αὐτὸ τὰ ἐναντία δέχεται. εἰ οὖν τὸ ἴσον καὶ ἄνισον πρός τί ἐστιν ἐν ποσῷ συνιστάμενον, τῷ δὲ ποσῷ οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τὸ ἴσον καὶ ἄνισον ἐναντία εἰσίν. ὅπου δὲ οὐκ ἔστιν ἐναντίον, οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον. οὐκ ἄρα τὸ ἄνισον μᾶλλον καὶ ἧττον λέγεται· εἰ γὰρ τὸ μᾶλλον καὶ ἧττον τῇ ἐπιμιξίᾳ γίνεται τῶν ἐναντίων, οὐ κιρνᾶται δὲ τῷ ἀνίσῳ τὸ ἴσον, οὐδ’ ἂν εἴη μᾶλλόν τι καὶ ἧττον ἄνισον· τὸ γὰρ ἧττον ἄνισον τῷ μᾶλλον μετέχειν τοῦ ἴσου ἧττον ἄνισον λέγεται. καὶ ἄλλως εἰ ἔστι τι μᾶλλον καὶ ἧττον ἄνισον, ἔστι καὶ ἧττον ἴσον καὶ μᾶλλον· τὸ γὰρ ἧττον ἄνισον μᾶλλόν ἐστιν ἴσον τοῦ ἀνίσου μᾶλλον, ὥσπερ τὸ ἧττον λευκὸν μᾶλλόν ἐστι μέλαν τοῦ μᾶλλον λευκοῦ. εἰ οὖν μὴ ἐνδέχεται τοῦ ἴσου μᾶλλον εἶναι ἴσον καὶ ἧττον (τὸ γὰρ τοῦ ἴσου ἐξελθὸν ἐπὶ τὸ πλέον ἢ ἐπὶ τὸ ἔλαττον οὐκέτι ἴσον),3 οὐδ’ ἄρα ἄνισον μᾶλλον καὶ ἧττόν ἐστιν· ἔστι γὰρ τὸ ἄνισον στέρησις μᾶλλον καὶ ἀοριστία, οὐκ ἐναντίον τῷ ἴσῳ. μήποτε οὖν ἢ κατεχρήσατο ἐνταῦθα εἰρηκὼς τὸ ἄνισον μᾶλλον καὶ ἧττον εἶναι οὐκ ἀκριβολογησάμενος ἢ καὶ κατὰ προσθήκην πρός τινων ὕστερον τοῦτο προσετέθη.
“关系者似乎也容纳较多与较少;因为相似与不相似被称为较多与较少,相等与不相等也被称为较多与较少。” 他在断定前一个[随伴特征]不足之后,过渡到关系者的另一个固有随伴特征,即关系者容纳较多与较少;因为我们说这个对那个更为相似或较不相似,例如我们说墙上的白相对于雪中的白而言,对斗篷上的白更为相似。但这一个随伴特征也处在与它之前那一个类似的状态中;因为这也并不随伴所有的关系者;因为父亲并不被称为比另一个父亲更是父亲,儿子亦同样如此。而这是合乎情理的;因为已经说过,在观察到对立的地方,那里也有较多与较少,而在没有对立的地方,也就没有较多与较少。既然对立属于关系者,在它们之中也就有较多与较少;然而既然对立并不属于一切关系者,因此较多与较少也并不属于一切关系者。或许有人会提出疑问:如果在那些对立者属于的事物中,在这些事物中较多与较少也是通过对立者的混合而产生的,并且因此在数量中既然没有对立者,因此也就没有较多与较少,而另一方面,作为相等与不相等又是数量的固有特征,那么他在这里如何说不相等被称为较多与较少?因为我们曾说,关系者如果出现在具有对立面的范畴中,它自身也容纳对立面,但如果出现在不容纳对立面的范畴中,它自身也就不接纳对立面。因此,如果相等与不相等是在数量中成立的关系者,而数量又没有任何对立面,那么相等与不相等也就不是对立面。而在没有对立面的地方,也就没有较多与较少。由此可见,不相等并不被称为较多与较少;因为如果较多与较少是通过对立者的混杂而产生的,而相等并不与不相等混合,那么也就没有任何东西会是较多或较少不相等的;因为较少不相等者乃是通过较多分有相等而被说成较少不相等的。此外,如果某物是较多与较少不相等的,也就有较少与较多相等的;因为较少不相等者比较多不相等者更为相等,正如较少白者比较多白者更为黑一样。因此,如果不可能有比相等更为相等和较不相等(因为脱离了相等而走向较多或较少者,便不再是相等),由此可见不相等也就没有较多与较少;因为不相等毋宁是匮乏与不定,并非相等的对立面。那么,可能是他在这里说不相等是较多与较少乃是没有严格措辞而转用了语词,或者是被某些人作为增补在后来添加上去的吗?
"Πάντα δὲ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, οἷον ὁ δοῦλος δεσπότου δοῦλος λέγεται καὶ ὁ δεσπότης δούλου δεσπότης." Ἐφ’ ἕτερον παρακολούθημα μεταβέβηκε τῶν πρός τι, ὅπερ καὶ κυρίως αὐτῶν ἐστιν ἴδιον, τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι. ἵνα δὲ μάθωμεν τί ἐστι πρὸς ἀντιστρέφοντα λέγεσθαι, μάθωμεν πρότερον τί ἐστιν ἀντιστροφή, πρὸ δὲ τούτου τί ἐστι στροφή. στροφὴ τοίνυν ἐστὶν ἡ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀποκατάστασις· διὰ τοῦτο γὰρ καὶ στρέφεσθαι λέγομεν τὸ πᾶν, ἐπειδὴ κύκλῳ κινούμενον ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ πάλιν ἀποκαθίσταται. καὶ ἡμεῖς δὲ στρέφεσθαι λεγόμεθα, ὅταν ἐξ οὗ ἠρξάμεθα τόπου εἰς ἐκεῖνον καταλήξωμεν. ἀντιστροφὴ δέ ἐστιν οἱονεὶ ἰσοστροφή· τὸ γὰρ ἀντὶ παρὰ τοῖς παλαιοῖς τὸ ἴσον σημαίνει, ὥσπερ τὸ ἀντίθεον ἀντὶ τοῦ ἰσόθεον καὶ ἀντιάνειρα ἡ ἰσουμένη ἀνδράσι, καὶ ἀντίχειρα δὲ τὸν μέγαν φαμὲν δάκτυλον διὰ τὸ ἴσην ἔχειν δύναμιν τοῖς ἄλλοις. ἰσοστροφὴ δέ ἐστιν ὅταν μηδὲν μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου κατηγορῆται ἢ ἐκεῖνο τοῦ λοιποῦ,4 οἷον ὁ πατὴρ οὐδὲν μᾶλλον πρὸς υἱὸν λέγεται ἢ ὁ υἱὸς πρὸς τὸν πατέρα. τὰ οὖν πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, οἷον ὁ δοῦλος δεσπότου δοῦλος καὶ ὁ δεσπότης δούλου δεσπότης.
“然而所有的关系者都是关涉可换位者而被述说的,例如奴隶被称为主人的奴隶,主人被称为奴隶的主人。” 他过渡到了关系者的另一个随伴特征,这甚至本真地是它们所特有的,即关涉可换位者而被述说。为了让我们明白关涉可换位者而被述说是何意,让我们先了解换位是什么,而在那之前先了解回转是什么。那么,回转就是从同一个向着同一个的复原;因为正因此我们也说整个宇宙在回转,因为它作圆周运动,从同一点再次复原到同一点。而我们每当终结于我们出发的那个地方时,也被说成是在回转。而换位则可以说是等位回转;因为在古人那里,“换”意指“等”,正如“换神”代指“等神”,“换男人者”指与男人们平等的妇女,并且我们把大拇指称为“换手”,也是因为它具有与其余各指相等的效力。而等位回转是指:一方被述说于另一方,绝不比那一方〔被述说于〕余者更为多,例如父亲关涉儿子而被述说,绝不比儿子关涉父亲[而被述说]更为多。因此,关系者乃是关涉可换位者而被述说的,例如奴隶是主人的奴隶,主人是奴隶的主人。
- 4.8καταγνοὺς τοῦ προτέρου
动词 καταγιγνώσκω 支配属格补足语 τοῦ προτέρου 的分词结构,意为“断定前一个(特征)不足/予以否定”。指前一段讨论中指出“接纳对立面”并非关系者的普遍特征之后,转入下一个特征。
- 4.8ἴσως δὲ ζητήσειεν ἄν τις ὅτι εἰ ἐν οἷς τὰ ἐναντία ὑπάρχει... πῶς φησιν ἐνταῦθα ὅτι ἄνισον μᾶλλον καὶ ἧττον λέγεται
在主句 ἴσως δὲ ζητήσειεν ἄν τις(或许有人会提出疑问)之后,ὅτι 引导整个间接疑问/陈述复合句。其内部结构为一个由 εἰ... 以及并列的 πάλιν δὲ εἰ... 构成的长前提条件从句,最终落实到疑问核心 πῶς φησιν ἐνταῦθα ὅτι...
- 4.8τὸ γὰρ τοῦ ἴσου ἐξελθὸν ἐπὶ τὸ πλέον ἢ ἐπὶ τὸ ἔλαττον οὐκέτι ἴσον
中性名词化分词 τὸ ἐξελθόν 充当主语,带有一个表示分离的属格 τοῦ ἴσου(“脱离相等者”)。表语 οὐκέτι ἴσον 处省略了系动词 ἐστίν。
- 4.9ὅταν μηδὲν μᾶλλον τὸ ἕτερον τοῦ ἑτέρου κατηγορῆται ἢ ἐκεῖνο τοῦ λοιποῦ
由 ὅταν 引导、带虚拟语气 κατηγορῆται 的时间/条件从句。采用了 μηδὲν μᾶλλον... ἢ...(“不比……更多”)的比较结构,其中 τοῦ ἑτέρου 与 τοῦ λοιποῦ 均为受 κατηγορῆται 支配的属格,表示被述说的对象。
