← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§108.32-109.31

关系者旧定义之缺陷与德性知识考

斐洛波诺斯解释说,亚里士多德将德性与认识说成是关系者并非确立教义,而是为了隐蔽地揭示旧有定义(关涉他物而被述说)的缺陷,指出该定义会导致九种偶性甚至作为部分的实体都荒谬地沦为关系者,并为柏拉图关于关系者的真实见解作辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7#2

λέγομεν ὅτι οὐ δογματίζων τοῦτό φησιν, ἀλλὰ λεληθότως, βουλόμενος κακίσαι τὸν ἀποδοθέντα ὁρισμόν· εἰ γὰρ τῷ λέγεσθαι ἑτέρων χαρακτηρίζονται τὰ πρός τι, καὶ ταῦτα τῶν πρός τι ἔσται· πρὸς ἕτερα γὰρ καὶ αὐτὰ λέγεται· ἡ γὰρ ἀρετὴ σπουδαίου ἀρετὴ καὶ ἡ κακία κακοῦ κακία καὶ ἡ ἐπιστήμη ἐπιστήμονος ἐπιστήμη καὶ ἡ ἄγνοια ἀγνοοῦντος ἄγνοια. τούτῳ δὲ τῷ λόγῳ συμβαίνει καὶ πάσας τὰς ἀπὸ τοῦ συμβεβηκότος κατηγορίας τῶν πρός τι εἶναι, λέγω δὴ τὰς ἐννέα· πᾶσαι γὰρ τῆς οὐσίας εἶναι λέγονται· αὐτῇ γὰρ ἐπισυμβεβήκασιν· ἡ γὰρ λευκότης λευκοῦ λέγεται λευκότης καὶ τὸ δίπηχυ ξύλου, εἰ τύχοι, δίπηχυ, καὶ τὸ ποτὲ δὲ καὶ τὸ ποῦ καὶ ποιεῖν καὶ πάσχειν καὶ τὰ λοιπὰ τινὸς λέγονται· οὐ γάρ ἐστί τι αὐτὸ καθ’ αὑτὸ τὸ ποτέ, ἀλλ’ οὐσίας ἐστί τι τὸ ποτέ, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. καὶ αὐτὴ δὲ ἡ οὐσία ὅταν ὡς μέρος λαμβάνηται, πρὸς ἕτερον λέγεται· τὸ γὰρ μέρος ὅλου λέγεται μέρος καὶ τὸ ὅλον τοῖς μέρεσιν ὅλον λέγεται. τοῦτο δὲ ἄτοπον, λέγω δὴ τὸ πάσας τὰς κατηγορίας πρός τι λέγεσθαι· ὅτι γὰρ ἐναργῶς διακρίνονται τῶν πρός τι αἱ ἄλλαι κατηγορίαι, ἐντεῦθεν δῆλον· εἰ γὰρ τῶν πρός τι ἦσαν, ἔδει1 ἐν τῷ ὁρισμῷ αὐτῶν παραλαμβάνεσθαι ἐκεῖνα πρὸς ἃ λέγονται· τὰ γὰρ πρός τι ὁριζόμενοι ἐξ ἀνάγκης μνημονεύομεν καὶ τῶν πρὸς ἃ λέγεται, οἷον εἰ πατέρα ὁριεῖ, ἀνάγκη μνησθῆναι καὶ υἱοῦ· πατέρα γὰρ φήσεις εἶναι υἱοῦ. τὰς δὲ ἄλλας κατηγορίας ὁριζόμενον2 οὐκ ἀνάγκη μνησθῆναι πρὸς ἃ λέγονται· τὸ γὰρ δίπηχυ, εἰ τύχοι, ὁριζόμενος οὐκ ἀνάγκην ἕξεις μνημονεῦσαί τινος τῶν ἄλλων, ὧν λέγεται δίπηχυ, οἷον ξύλου, καὶ ἐπὶ τοῦ ποιοῦ καὶ τῶν ἄλλων ὁμοίως. εἰ τοίνυν αἱ κατηγορίαι πρὸς ἕτερον μὲν λέγονται (τὰ γὰρ συμβεβηκότα τῆς οὐσίας εἶναι λέγεται καὶ τὰ μέρη δὲ τοῦ ὅλου) καὶ τῶν πρός τι οὔκ εἰσι, δῆλον ὅτι κακῶς ἀποδέδοται ὁ τῶν πρός τι ὁρισμός· περιλαμβάνει γὰρ καὶ τὰς ἄλλας κατηγορίας· οὐ γὰρ τὸ ἑτέρου λεγόμενον ἐν τούτῳ ἔχει τὸ εἶναι ἐν τῷ ἑτέρου λέγεσθαι, τὰ δὲ πρός τι ἐν τούτῳ ἔχουσι τὸ εἶναι ἐν τῷ πρός τι εἶναι· εἴ τι μὲν γάρ ἐστιν ἑτέρου, τοῦτο καὶ λέγεται ἑτέρου, οὐκ εἴ τι δὲ λέγεται ἑτέρου, ἤδη καὶ ἐν τούτῳ ἔχει τὸ εἶναι τῷ ἑτέρου λέγεσθαι. ἰστέον δὲ ὅτι ὅσοι λέγουσι τὸν Πλάτωνα οὕτως ὁρίζεσθαι τὰ πρός τι καὶ ἐν τῷ λέγεσθαι ἑτέρων οἴεσθαι αὐτὸν εἶναι τὴν τῶν πρός τι ὑπόστασιν, συκοφαντοῦσι τὸν φιλόσοφον· καὶ γὰρ ἀπὸ τῶν εἰρημένων ἐν τῷ Γοργίᾳ ἔστι γνῶναι ὅτι οὐχὶ τῷ λέγεσθαι ἀλλὰ τῷ εἶναι ἑτέρων αὐτὰ χαρακτηρίζει· φησὶ γὰρ ‘εἰ ἔστι τὸ ποιοῦν, ἀνάγκη τι εἶναι καὶ τὸ πάσχον’· εἶναι γὰρ εἶπε, καὶ οὐ λέγεσθαι.

我们回答说,他这样说并非是在确立教义,而是隐蔽地、意图贬斥所给出的定义。因为,如果关系者是通过被称为属于其他事物而被特征化的,那么这些事物也将属于关系者;因为它们自身也是关涉其他事物而被述说的:德性是优秀者的德性,恶德是恶劣者的恶德,认识是认识者的认识,无知是无知者的无知。并且依照这一推论,由偶性而来的所有范畴、即九个范畴,也都将属于关系者;因为它们全都被说成是实体的,因为它们附随于实体:白被称为白者的白,两肘长如果碰巧的话被称为木料的两肘长,而何时、何地、主动、受动以及其余各项也都被说成是某物的;因为何时本身并非任何自立之物,而是何时是实体的某物,对其余各项亦同样如此。并且实体本身当作为部分被取用时,也是关涉另一事物而被述说的;因为部分被称为全体的部分,全体被称为对诸部分而言的全体。但这乃是荒谬的,我指的是所有范畴都被称为关系者。因为其余诸范畴与关系者有显然的区别,这一点从下述事实中是清楚的:因为如果它们属于关系者,那么在它们的定义中本应当把它们所关涉而被述说的那些事物一同纳入;因为在定义关系者时,我们必然也要提及它们所关涉而被述说的事物,例如如果你定义父亲,就必然也要提及儿子;因为你会说父亲是儿子的[父亲]。但对于定义其余范畴的人来说,则没有必要提及它们所关涉而被述说的事物;因为当你定义譬如两肘长时,你将没有任何必要去提及它被称为两肘长的其余事物之一、比如木料,在性质上以及其余范畴上亦同样如此。因此,如果诸范畴虽然关涉另一事物而被述说(因为偶性被说成是实体的,部分也被说成是全体的),却并不属于关系者,那么显然关系者的定义给得并不恰当;因为它把其余诸范畴也包含进去了。因为被称为属于另一事物者,并不是在被称为属于另一事物之中具有其存在,而关系者则是在作为关系者之中具有其存在;因为如果某物属于另一事物,它也被称为属于另一事物,但并非只要某物被称为属于另一事物,它就已经在被称为属于另一事物之中具有其存在了。但必须明白的是,凡是说柏拉图如此定义关系者、并说他认为关系者的自立存在在于被称为属于其他事物之中的人,都是在诬蔑这位哲学家;因为从《高尔吉亚篇》中所说的话便可知晓,他不是通过被述说、而是通过属于其他事物来特征化它们的;因为他说‘如果有施动者,必然也有某种受动者’;因为他说的是‘存在’,而不是‘被述说’。

语法注2 条
  1. 4.7ἔδει

    非人称过去时动词 ἔδει 在不带小词 ἄν 的情况下引导反事实条件句的归结节,意为“本应当被纳入”(呼应未完成过去时的条件节 εἰ ... ἦσαν)。表示义务与必然性的动词过去时在此构成反事实断言的常见惯用句式。

  2. 4.7ὁριζόμενον

    宾格分词,充当由非人称表达 οὐκ ἀνάγκη [ἐστί] 所支配的不定词 μνησθῆναι 的逻辑主语。承接前句的第二人称(ὁριεῖ)而转入泛指的施事主体(“对于定义……的人而言”),以宾格表示不定词的主体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:108.32-109.31