- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:107.32-108.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯对《范畴篇》6b15中关于“关系者中的对立性”的阐述作出注解,并通过关系者所依附的基础范畴(实体、数量还是性质)的特征,解释了为何对立性并非适用于所有关系者的真正固有特性。
" Ὑπάρχει δὲ καὶ ἐναντιότης τοῖς πρός τι, οἷον ἀρετὴ κακίᾳ ἐναντιότης, ἑκάτερον τῶν πρός τι ὄν, καὶ ἐπιστήμη ἀγνοίᾳ." Διαλεχθεὶς περὶ τοῦ πρός τι κατὰ τὰ τοῖς παλαιοῖς περὶ αὐτοῦ δόξαντα, νυνὶ τὸ ἴδιον αὐτοῦ βούλεται ἀποδοῦναι, καὶ πρότερον ἐκτίθεται τὰ δοκοῦντα μὲν ἴδια εἶναι τῶν πρός τι μὴ ὄντα δὲ κατὰ ἀλήθειαν, ὥσπερ καὶ ἐπὶ τῆς οὐσίας ἐποίησε καὶ τοῦ ποσοῦ, ἵνα μὴ ὁ ἐπιπολῆς προσβάλλων τούτοις οἰηθῇ αὐτὰ ὄντως ἴδια εἶναι. καὶ πρῶτον μὲν ἴδιον αὐτῶν φησι τὸ ἐπιδέχεσθαι τὰ ἐναντία· τῇ γὰρ ἀρετῇ, φησίν, ἐναντίον ἡ κακία καὶ τῇ ἐπιστήμῃ ἡ ἄγνοια καὶ τῇ δικαιοσύνῃ ἡ ἀδικία· ἕκαστον γὰρ τούτων πρὸς ἕτερον λέγεται· ἡ γὰρ ἀρετὴ σπουδαίου ἀρετὴ λέγεται καὶ ἡ ἐπιστήμη ἐπιστητοῦ ἢ ἐπιστήμονος ἐπιστήμη καὶ ἡ κακία κακοῦ κακία, καὶ ἀντιστρέφουσί γε. οὐ πάντα δὲ τὰ πρός τι ἐπιδέχεται ἐναντιότητα. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ παραφυάσιν ἔοικε τὰ πρός τι, ὥσπερ ἐλέγομεν, καὶ πράγματα οὐκ ἔχει ἀφωρισμένα πρὸς οἰκείαν ὑπόστασιν, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις εὑρίσκονται, μιμεῖται ἐκείνας αἷς προσπλέκεται, καὶ ὅσαι μὲν τῶν κατηγοριῶν ἐπιδέχονται τὰ ἐναντία, καὶ τὰ ἐν αὐταῖς συνιστάμενα πρός τι ἔχουσιν ἐναντιότητα, ὅσαι δὲ οὐδὲν ἔχουσιν ἐναντίον, οὐδὲ τὰ ἐν αὐταῖς πρός τι ἐπιδέχονται ἐναντιότητα· οἷον ἐπειδὴ τῇ οὐσίᾳ καὶ τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον, οὐδὲ τοῖς πρός τι τοῖς περὶ αὐτὰ ὑφισταμένοις ἔσται τι ἐναντίον, οἷον τῷ τριπλασίῳ· τὸ γὰρ τριπλάσιον καὶ πρός τί ἐστι (τινὸς γὰρ τριπλάσιον) καὶ ὅμως οὐκ ἔχει τινὰ ἐναντιότητα, ἐπειδὴ συμπλέκεται, ὡς εἶπον, κατηγορίᾳ μηδὲν ἐχούσῃ ἐναντίον, λέγω δὴ τῷ ποσῷ. ὁμοίως καὶ ἐπὶ οὐσίας, οἷον δεσπότῃ υἱῷ δεξιῷ ἀριστερῷ· τούτοις γὰρ οὐδέν ἐστιν ἐναντίον διὰ τὸ οἷς συμπλέκεται, λέγω δὴ ἀνθρώποις, ὑπὸ κατηγορίαν ἀνῆχθαι μηδὲν ἔχουσαν ἐναντίον.1 ἐπειδὴ δὲ τῇ ποιότητί ἐστί τι ἐναντίον, διὰ τοῦτο καὶ τοῖς περὶ αὐτὴν πρός τί ἐστιν ἐναντίον, οἷον ἀρετὴ καὶ κακία ἐναντία καὶ ἐπιστήμη καὶ ἄγνοια· ταῦτα γὰρ ποιά ἐστιν. ἰστέον δὲ ὅτι ταῦτα ἄλλοις μέν ἐστιν ἐναντία ἄλλοις δὲ ὡς πρός τι·2 οἷον 〈ἡ〉 ἀρετὴ σπουδαίου ἀρετὴ καὶ ὁ σπουδαῖος ἀρετῇ σπουδαῖος, ὁμοίως καὶ ἡ κακία κακοῦ κακία καὶ ὁ κακὸς τῇ κακίᾳ κακός. τούτοις μὲν οὖν πρός τι, ἐναντία δὲ ἀρετῇ μὲν κακία σπουδαίῳ δὲ κακός. εἰκότως τοίνυν καὶ ἐναντιότης θεωρεῖται ἐν τοῖς πρός τι καὶ οὐ πᾶσι τοῦτο παρακολουθεῖ. Ζητητέον δὲ πῶς τὴν ἀρετὴν καὶ τὴν κακίαν τῶν πρός τι λέγει καὶ τὴν ἐπιστήμην καὶ τὴν ἄγνοιαν.
“对立性也属于关系者,例如德性对于恶德是对立性,二者都属于关系者,以及认识对于无知。” 在依照古人关于关系者的意见讨论了关系者之后,如今他意欲提出其固有特性;正如他在实体与数量上所做的那样,他首先阐述了那些看似是关系者的固有特性但在真理上并非如此的性质,以使浮浅接触这些问题的人不至于以为它们真是固有特性。并且他首先说,接纳对立面是它们的固有特性;因为他说,对于德性而言恶德是对立的,对于认识而言无知是对立的,对于正义而言不正义是对立的;因为这些之中的每一项都是关涉另一事物而述说的;因为德性被称为优秀者的德性,认识被称为可知者的认识或认识者的认识,恶德被称为恶劣者的恶德,并且它们确实是换位的。然而并非所有关系者都接纳对立性。这乃是理所当然的;因为正如我们曾说过的,关系者类似于侧生之芽,不具有为自身特有自立存在所界定的事物,而是在其余诸范畴中被发现,因此它们模仿它们所交织于其中的那些范畴;在诸范畴中凡是接纳对立面的,在其中构成的关系者也具有对立性,而凡是没有任何对立面的,在其中的关系者也同样不接纳对立性。例如,由于对于实体和数量而言没有任何对立面,因此在围绕它们而成立的关系者中也不会有任何对立面,比如“三倍”;因为三倍既是关系者(因为它是某物的三倍),然而却没有对立性,因为正如我所说,它与一个没有任何对立面的范畴相交织,我指的正是数量。在实体上同样如此,比如主人、儿子、右、左;因为对于这些而言没有任何对立面,乃是因为它们所交织的事物、即人类,被归入了一个没有任何对立面的范畴之下。但由于对于性质而言存在某种对立面,正因如此在围绕它展开的关系者中也存在对立面,例如德性与恶德是对立的,认识与无知也是对立的;因为这些是性质。但必须明白的是,这些对于某些事物是对立的,而对于另一些事物则是作为关系者而存在的:例如,德性是优秀者的德性,优秀者由于德性而是优秀的;同样恶德是恶劣者的恶德,恶劣者由于恶德而是恶劣的。因此对于这些而言它们是关系者,但对立者则是恶德之于德性,恶劣者之于优秀者。因此,理所当然地,对立性既在关系者中被观察到,却又并非伴随所有关系者。但必须探究的是,他何以说德性与恶德、以及认识与无知属于关系者。
- 4.7διὰ τὸ οἷς συμπλέκεται, λέγω δὴ ἀνθρώποις, ὑπὸ κατηγορίαν ἀνῆχθαι μηδὲν ἔχουσαν ἐναντίον
这是一个表示原因的冠词不定式结构,由介词 διά 和宾格冠词 τό 支配不定式 ἀνῆχθαι 构成。其主语部分插入了关系从句 οἷς συμπλέκεται 以及起解释说明作用的同位短语 λέγω δὴ ἀνθρώποις,句式骨架为“因为它们所交织的事物(即人类)被归入了一个没有任何对立面的范畴之下”。
- 4.7ταῦτα ἄλλοις μέν ἐστιν ἐναντία ἄλλοις δὲ ὡς πρός τι
与格 ἄλλοις ... ἄλλοις 分别附属于随后的 ἐναντία 与 ὡς πρός τι,表示双重的相对关系:“对于某些事物而言是对立的,而对于另一些事物而言则是作为关系者而存在的”。后文紧接着的具体对应(德性与恶德彼此对立,但各自又关涉优秀者与恶劣者)阐明了这种对比。
