← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§106.1-107.31

关系者的旧定义与不同格位的关联

斐洛庞努斯注解了亚里士多德所引用的古代关于关系者的定义(6a36–37)及其例证(6b2–11),阐释了动词“被称为”的用意、向与格换位的规则,以及作为关系者之种的“姿态”与作为范畴的“处于状态(被放置)”之间的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2

" Πρός τι δὲ τὰ τοιαῦτα λέγεται." Τῷ λέγεται ἐχρήσατο ὡς μὴ ἀρεσκόμενος τῷ λόγῳ·1 ἄτοπα γὰρ πολλὰ δείξει τῷ ὁρισμῷ ἀκολουθοῦντα καὶ αὐτὸς ἄλλον θήσει ὁρισμόν.

“诸如此类者被称为关系者。” 他使用了“被称为”,仿佛对这一定义并不满意;因为他将指出随着这一定义而来的许多荒谬之处,并且他自己将确立另一个定义。

§4.3

"Ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται.2" Οἷον δεξιὸς ἄνθρωπος οὐ καθὸ ἄνθρωπος ἑτέρου λέγεται δεξιός, ἀλλὰ καθὸ δεξιός.

“凡是依其自身恰好所是者而被称为属于其他事物的那些事物。” 例如,一个居右的人并非就其为人而言被称为属于他人的右者,而是就其为右者而言。

§4.4

"Ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον." Ἐπειδὴ πρὸς γενικὴν τὴν ἀπόδοσιν ἐποιήσατο εἰπὼν τὸ ἑτέρων εἶναι λέγεται, ἵνα μὴ ὑπολάβῃς ὅτι πρὸς μόνην γενικὴν ἀποδίδοται τὰ πρὸς τι, φησὶν ὅτι ἢ ὁπωσοῦν ἄλλως, τοῦτ’ ἔστιν εἴτε πρὸς δοτικὴν εἴτε πρὸς αἰτιατικὴν ἡ ἀπόδοσις γένηται.

“或者以无论何种其他方式关涉另一事物。” 由于他通过说“被称为属于其他事物”而作出了对属格的对应,为了使人不至于以为关系者仅仅对应于属格,他便说“或者以无论何种其他方式”,也就是无论对应是向着与格还是向着宾格作出。

§4.5

"Ἔστι δὲ καὶ τὰ τοιαῦτα τῶν πρός τι οἷον ἕξις διάθεσις αἴσθησις ἐπιστήμη θέσις." Ἐπειδὴ τὰ πρότερα τοῦ ποσοῦ ἐστι ταῦτα δὲ τοῦ ποιοῦ, εἰκότως ἔδοξεν αὐτὰ χωρίζειν, εἰρηκὼς ἔστι δὲ καὶ τὰ τοιαῦτα, ἢ ὅτι τὰ μὲν ἀνωτέρω πρὸς γενικὴν ἀποδέδωκε πτῶσιν, καὶ τὴν ἀντιστροφὴν πάλιν εἶχον πρὸς γενικήν, ταῦτα δὲ πρὸς δοτικὴν ἀντιστρέφει, ἐπίτηδες ὡς ἀπὸ ἑτέρας ἀρχῆς ταῦτα ἐκτίθεται. τὰ δὲ παραδείγματα ἐκτιθέμενος τέχνας ἡμῖν παραδίδωσι τῆς ἀνακάμψεως τῶν πρός τι· ταῦτα γάρ, ὡς ἔφθην εἰπών, πρὸς γενικὴν ἀποδιδόμενα πρὸς δοτικὴν τὴν ἀντιστροφὴν ποιεῖται· ἡ γὰρ ἕξις ἑκτοῦ ἕξις· ἐνταῦθα πρὸς γενικὴν ἡ ἀπόδοσις, ἡ δὲ ἀντιστροφὴ πρὸς δοτικήν· τὸ γὰρ ἑκτὸν ἕξει ἑκτόν. ὁμοίως δὲ καὶ ἡ διάθεσις διαθετοῦ διάθεσις καὶ τὸ διαθετὸν διαθέσει διαθετόν, καὶ ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη τὸ δὲ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν.

“属于关系者的也有诸如此类者,如习性、状态、感觉、知识、姿态。” 由于前者属于数量而这些属于性质,他通过说“属于关系者的也有诸如此类者”而合理地看似将它们区分开来;或者是因为,先前那些是对应于属格的,并且换位时也同样是对应于属格,而这些则是对应于与格进行换位,故而他故意仿佛从另一个始基出发来阐明它们。他在列举例证的同时,向我们传授了关系者换位的技巧;因为正如我先前所说,这些事物在对应于属格的同时,换位则是对应于与格作出的;因为习性是被具有者的习性——在此是对属格的对应,而换位是对与格的;因为被具有者由于习性而是被具有的。同样,状态是被配置者的状态,被配置者由于状态而是被配置的;知识是可知者的知识,可知者由于知识而是可知的。

§4.6

"Ἔτι δὲ καὶ ἡ ἀνάκλισις καὶ ἡ στάσις καὶ ἡ καθέδρα θέσεις τινές." Βουλόμενος καὶ τὴν ἀνάκλισιν καὶ τὴν στάσιν καὶ τὴν καθέδραν τῶν πρός τι εἰπεῖν, κατασκευάζει τοῦτο ἐκ τοῦ γένους, λέγω δὴ τῆς θέσεως, ἥτις ἐστὶ γένος τῶν εἰρημένων, αὕτη δὲ τῶν πρός τι· ἡ γὰρ θέσις κειμένου θέσις ἐστίν. εἰ δὲ τὸ γένος τῶν πρός τι, δῆλον ὅτι καὶ τὰ τούτου εἴδη, ἅπερ ἐστὶ τὰ εἰρημένα· ἢ γὰρ ὅλον τὸ σῶμα ὀρθόν ἐστι καὶ καλεῖται στάσις, ἢ ὅλον πλάγιον κεῖται καὶ καλεῖται ἀνάκλισις, ἢ μέρος μέν τι αὐτοῦ ἵσταται μέρος δὲ κεῖται καὶ καλεῖται καθέδρα. ζητητέον δὲ εἰ ταῦτα ὑπὸ τὰ πρός τι ἀνάγεται, τί ἀνάξομεν ὑπὸ τὸ κεῖσθαι. λέγομεν οὖν ὅτι ἄλλο ἐστὶ στάσις καὶ ἄλλο ἑστάναι, ἄλλο ἀνάκλισις καὶ ἄλλο ἀνακεκλίσθαι, ἄλλο καθέδρα καὶ ἄλλο καθῆσθαι· ἡ μὲν γὰρ στάσις καὶ ἡ ἀνάκλισις καὶ ἡ καθέδρα αὐτὴν τὴν σχέσιν δηλοῖ, τὸ δὲ ἵστασθαι καὶ ἀνακεκλίσθαι καὶ καθῆσθαι οὐ μόνον τὴν σχέσιν ἀλλὰ καὶ αὐτὴν τὴν οὐσίαν δηλοῖ, τήν τε ἀνακεκλιμένην καὶ τὴν ἐν ᾗ ἀνακέκλιται. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἐκεῖνα οὖν ὡς σχέσιν σημαίνοντα ὑπὸ τὰ πρός τι ἀνάγονται, ταῦτα δὲ μετὰ τῆς σχέσεως καὶ τὰ πράγματα περὶ ἅ ἐστιν ἡ σχέσις δηλοῦντα ὑπὸ τὸ κεῖσθαι ἀνάγονται· ὥσπερ γὰρ ἄλλο μέν ἐστι τὸ ἐν χρόνῳ ἄλλο δὲ ὁ χρόνος, καὶ ἄλλο μὲν τὸ ἐν τόπῳ ἄλλο δὲ ὁ τόπος (ὁ μὲν γὰρ χρόνος καὶ ὁ τόπος ποσά ἐστι συνεχῆ, τὸ δὲ ἐν τόπῳ ὑπὸ τὸ ποῦ ἀνάγεται καὶ τὸ ἐν χρόνῳ ὑπὸ τὸ ποτέ), οὕτω καὶ ἐπὶ τούτων ἔχει, καθὼς εἴρηται, ὃ καὶ αὐτὸς δηλῶν ἐπήγαγε· τὸ δὲ ἀνακεῖσθαι ἢ ἑστάναι ἢ καθέζεσθαι αὐτὰ μὲν οὔκ εἰσι θέσεις, παρωνύμως δὲ ἀπὸ τῶν εἰρημένων θέσεων εἴληπται. οὐκ εἴ τι δὲ παρωνύμως λέγεται, ταὐτόν ἐστιν ἐκείνῳ τῷ ἀφ’ οὗ λέγεται· ἀπὸ μὲν γὰρ τῆς στάσεως τὸ ἑστάναι λέγεται ἀπὸ δὲ τῆς ἀνακλίσεως τὸ ἀνακεκλίσθαι ἀπὸ δὲ τῆς καθέδρας τὸ καθέζεσθαι. ὥσπερ δὲ ταῦτα ἀπὸ τῶν εἰδῶν τῆς θέσεως μετηνέχθησαν, οὕτως καὶ ἀπὸ τοῦ γένους τούτων, τοῦτ’ ἔστι τῆς θέσεως, μετενεχθήσεται τὸ κεῖσθαι, ἥτις ἐστὶ μία τῶν κατηγοριῶν γένος οὖσα σύστοιχον τοῦ ἑστάναι καὶ ἀνακεκλίσθαι καὶ καθέζεσθαι.3 ὥστε ἓν εἶδος τῶν πρός τι, τοῦτ’ ἔστιν ἡ θέσις, μίαν ἔτεκε κατηγορίαν τὸ κεῖσθαι. καὶ οὐδὲν θαυμαστόν, ὅπου γε καὶ ὁ χρόνος τίκτει τὸ ποτὲ καὶ ὁ τόπος τὸ ποῦ, τοῦ ποσοῦ ὄντα εἴδη, οὐχ ὅτι αὐτὸς ὁ χρόνος ποτέ ἐστιν οὐδὲ ὁ τόπος ποῦ, ἀλλὰ τὰ ἐν χρόνῳ καὶ ἐν τόπῳ γινόμενα πράγματα.

“此外,斜卧、直立与就坐也是某种姿态。” 他意欲说明斜卧、直立与就坐也属于关系者,便从其属出发确立了这一点,我指的正是“姿态”,它是前述诸项的属,而它自身属于关系者;因为姿态是处于被放置状态者的姿态。而如果该属属于关系者,显而易见其各种亦然,即前述诸项;因为要么整个身体是挺直的并被称为直立,要么整个身体是斜躺的并被称为斜卧,要么其一部分立着而一部分躺着并被称为就坐。但必须探究的是,如果这些被归入关系者之下,我们当把什么归入“处于状态(被放置)”之下。因此我们说,直立是一回事,立着是另一回事;斜卧是一回事,斜躺着是另一回事;就坐是一回事,坐着是另一回事;因为直立、斜卧与就坐表明了关系本身,而立着、斜躺着与坐着不仅表明了关系,也表明了实体本身,即躺着的实体以及它在其中躺着的实体。在其余诸项上亦是如此。因此,前述诸项作为表示关系者被归入关系者之下,而这些后述者连同关系也表明关系所围绕的事物,从而被归入“处于状态”之下;因为正如在时间中的事物是一回事而时间是另一回事,在位置中的事物是一回事而位置是另一回事(因为时间与位置是连续的数量,而在位置中的事物被归入‘何处’,在时间中的事物被归入‘何时’),在这些事物上也正如所说的那样成立;对此他自己也通过补充阐明道:“但斜躺、立着或坐着本身并不是姿态,而是从前述姿态中由同源词派生得来的。”而且并非只要某物是依同源词述说的,就与其所由以述说的那物相同;因为“立着”是由“直立”述说的,“斜躺”是由“斜卧”述说的,“坐着”是由“就坐”述说的。正如这些是从姿态的诸种转用而来的,同样,从它们的属、即“姿态”,作为诸范畴之一并作为立着、斜躺与坐着的同列之属的“处于状态”也将被转用而来。从而关系者的一个种、即“姿态”,产生了“处于状态”这一范畴。这毫不奇怪,正如时间产生了‘何时’而位置产生了‘何处’,它们虽是数量的种,却不是因为时间本身是‘何时’或位置本身是‘何处’,而是因为在时间中与在位置中生成的事物是如此。

语法注3 条
  1. 4.2ὡς μὴ ἀρεσκόμενος τῷ λόγῳ

    连词 ὡς 配合分词 ἀρεσκόμενος 表示主语(亚里士多德)的主观动机或态度:“仿佛对这一定义不满意/以对该定义不满意为由”。

  2. 4.3Ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται

    关系从句 ὅσα... 构成被定义项。αὐτὰ ἅπερ ἐστίν 是与主语 ὅσα 一致的主格成分(“依其自身恰好所是者”),而 ἑτέρων 是表示关系的属格(“属于其他事物的”)。全句构成受人称被动式 λέγεται 支配的主格不定式结构。

  3. 4.6ἥτις ἐστὶ μία τῶν κατηγοριῶν γένος οὖσα σύστοιχον τοῦ ἑστάναι καὶ ἀνακεκλίσθαι καὶ καθέζεσθαι

    阴性关系代名词 ἥτις 的性被其表语名词 μία τῶν κατηγοριῶν 吸引同化,尽管其语义先行词是中性冠词不定式 τὸ κεῖσθαι(“处于状态/被放置”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:106.1-107.31