← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§104.22-105.29

关系者的非独立存在与换位中的语法格

菲洛波诺斯完成了对普罗泰戈拉的驳斥,以寄生枝条和支撑木料为喻说明关系者缺乏独立实存而存在于其他范畴中,并梳理了关系者的分类、亚里士多德的教学法以及换位中的语法格关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1#3

εἰ μὲν οὖν ἀληθεύομεν, ψεύδεται Πρωταγόρας λέγων ὅτι πάντες ἀληθῆ λέγουσιν (ἡμεῖς γὰρ ἀληθεύομεν λέγοντές σε ταῦτα ψευδῆ λέγειν), εἰ δὲ ψευδόμεθα, ἔστιν ἄρα ψευδῆ λέγειν καὶ οὐ πᾶς ὁ λέγων τι ἀληθεύει’. ἄλλοι δὲ παρὰ τούτους ὀρθῶς εἶπον ὅτι τῶν πραγμάτων τὰ μέν ἐστι πρός τι τὰ δὲ αὐτὰ καθ’ αὑτά· πρός τι μὲν οἷον δεξιὸν ἀριστερόν, αὐτὰ δὲ καθ’ ἑαυτὰ οἷον σῶμα ἄνθρωπος· ὁ γὰρ ἄνθρωπος καθὸ ἄνθρωπος οὐκ ἔστι τῶν πρός τι. τὰ δὲ πρός τι ταῦτα οἰκείαν μὲν ὑπόστασιν οὐκ ἔχει, ἐν ταῖς ἄλλαις δὲ κατηγορίαις ἔχει τὸ εἶναι· ὅταν γὰρ εἴπω πατέρα, εἶπον ἐν οὐσίᾳ πρός τι, ὅταν δὲ πολὺ ἢ ὀλίγον, εἶπον ἐν ποσῷ πρός τι, ὅταν δὲ λευκότερον ἢ μελανώτερον, ἐν ποιῷ, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. καλῶς δέ τινες ἀπεικάζουσιν αὐτὰ παραφυάσιν, αἵτινες οὐκ ἰδίαν ἔχουσιν ὑπόστασιν, ἀλλ’ ἐν φυτοῖς ἔχουσι τὸ εἶναι. ἀπεικάζουσι δὲ αὐτὰ καὶ τοῖς ἀντερείδουσιν ἄλληλα ξύλοις· τούτων γὰρ τοῦ ἑτέρου ἀναιρεθέντος οὐκ ἔσται τὸ λοιπόν. Ἡ δὲ διαίρεσις αὐτῶν ἐστιν αὕτη· τῶν πρός τι τὰ μὲν καθ’ ὁμωνυμίαν λέγεται ὡς τὸ ὅμοιον ὁμοίῳ ὅμοιον, τὰ δὲ καθ’ ἑτερωνυμίαν. καὶ τῶν καθ’ ἑτερωνυμίαν τὰ μὲν ἀπὸ τῆς πρὸς ἄλληλα ὑπεροχῆς ἢ ἐλλείψεως ὡς τὸ πολὺ καὶ τὸ ὀλίγον καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον, τὰ δὲ κατὰ τὸ ἄρχον καὶ ἀρχόμενον ὡς ὁ δεσπότης δούλου δεσπότης, τὰ δὲ κατὰ τὸ κρῖνον καὶ κρινόμενον ὡς τὸ αἰσθητὸν αἰσθήσει αἰσθητὸν καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν, ἢ κατὰ τὸ μετέχον καὶ μετεχόμενον ὡς ὁ ἐπιστήμων τῷ μετέχειν ἐπιστήμης λέγεται ἐπιστήμων,1 ἢ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν ὡς ὁ πατὴρ υἱοῦ πατήρ, ἢ κατὰ τὸ ποιοῦν καὶ πάσχον ὡς ὁ τύπτων τυπτόμενον τύπτει, ἢ κατὰ τὴν ἐν τόπῳ διαφορὰν ὡς ὁ δεξιὸς ἀριστεροῦ δεξιός. Τρόπῳ δὲ διδασκαλίας κέχρηται τοιῷδε· οὐκ εὐθὺς παραδίδωσι τὸν ὑγιῆ τῶν πρός τι ὁρισμόν, ἀλλὰ πρότερον ἐκτίθεται ὃν οἱ παλαιοὶ ἔθεντο τῶν πρός τι ὁρισμόν, εἶτα δείκνυσιν ἄτοπα πάμπολλα τῷ ὁρισμῷ τούτῳ ἑπόμενα, καὶ οὕτως ἕτερον αὐτὸς ἴδιον ὁρισμὸν αὐτῶν ἀποδίδωσιν, ὃς μόνοις τοῖς πρός τι καὶ πᾶσιν ὑπάρχει· ἵνα γὰρ μὴ δόξῃ τῶν παλαιῶν κατατρέχειν, πρότερον τὸν αὐτῶν ὁρισμὸν ἐκτίθεται, καὶ δείξας τὰ παρακολουθοῦντα αὐτῷ ἄτοπα ἀνεπαχθῶς λοιπὸν τὸν οἰκεῖον ὅρον κρατύνει. Δεῖ δὲ εἰδέναι ὅτι τὰ πρός τι πάντως μὲν ἀπὸ εὐθείας ἄρχεται πτώσεως, ἀποδίδοται δὲ πρὸς μίαν τῶν πλαγίων. καὶ ἔστι μὲν ὅτε πρὸς ἣν ἀποδίδοται, πρὸς αὐτὴν καὶ ἀντιστρέφει,2 οἷον ὁ πατὴρ υἱοῦ πατὴρ καὶ ὁ υἱὸς πατρὸς υἱός, ἔστι δὲ ὅτε οὐ πρὸς ἣν ἀποδίδοται, πρὸς αὐτὴν καὶ ἀντιστρέφει ἀλλὰ πρὸς ἑτέραν, ὡς ἐπὶ τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ· ἡ γὰρ αἴσθησις αἰσθητοῦ αἴσθησις· ἐνταῦθα πρὸς γενικὴν ἡ ἀπόδοσις· ἀλλ’ οὐκ ἀντιστρέφει πρὸς γενικήν, ἀλλὰ πρὸς δοτικήν· τὸ γὰρ αἰσθητὸν τῇ αἰσθήσει αἰσθητόν. καὶ πρὸς αἰτιατικὴν δὲ γίνεται πολλάκις ἡ ἀπόδοσις, ὡς ὅταν λέγωμεν ‘ὁ τύπτων τυπτόμενον τύπτει’, καὶ πρὸς γενικὴν αὕτη τὴν ἀντιστροφὴν ποιεῖται·3 ὁ γὰρ τυπτόμενος ὑπὸ τύπτοντος τύπτεται.

因此,如果我们说的是真话,普罗泰戈拉在说所有人都在说真话时就是在说谎(因为我们在说你说这些假话时说的是真话),而如果我们是在说谎,那么说假话就是可能的,并且并非每个有所述说的人都在说真话。” 然而,在这些人之外,其他人则正确地指出,在事物中,有些是关系者,有些则是其自身自在的:关系者如右与左,自身自在者如身体与人;因为人就其为人而言并不属于关系者。而这些关系者并不具有自身特有的存在实存,却在其他范畴中具有其存在;因为每当我说“父”时,我是在实体中述说了关系者;每当我说“多”或“少”时,我是在数量中述说了关系者;每当我说“较白”或“较黑”时,是在性质中;其余诸项依此类推。有些人将它们比作寄生枝条是恰当的,寄生枝条并不具有独立的存在实存,而是在植物中具有其存在。他们还将它们比作相互支撑的木料;因为这些木料中一旦移除其一,其余的便不复存在。 它们的划分如下:在关系者中,有些是依同名性述说的,如类似者对类似者是类似的;有些则是依异名性述说的。而在依异名性述说的关系者中,有些是出于彼此间的过度或不及,如多与少、大与小、较大与较小;有些是依统治者与被统治者,如主人是奴隶的主人;有些是依判断者与被判断者,如可感觉者对于感觉是可感觉的,可认知者对于知识是可认知的;或者依分有者与被分有者,如有知识者因分有知识而被称作有知识者;或者依原因与结果,如父是子的父;或者依施动者与受动者,如击打者击打被打者;或者依位置上的差异,如右者是左者的右者。 他采用了如下的教学方式:他并不是立即传授关于关系者的健全定义,而是首先阐述古代人所确立的关于关系者的定义,继而指出随着这一定义而来的极多荒谬之处,从而他自己给出了另一个属于它们自身的固有定义,这一定义仅仅且完全属于关系者;因为为了不显得攻击古代人,他首先阐明他们的定义,并在指明随之而来的荒谬之后,毫不引人反感地确立了属于他自己的固有定义。 必须知晓的是,关系者全都是自主格开始,而对应于诸斜格之一。有时它所对应的格,也正是它换位时所对应的格,例如父是子的父,子也是父的子;但有时它换位时所对应的并不是它所对应的那个格,而是另一个格,正如在感觉与可感觉者上那样;因为感觉是可感觉者的感觉——这里是对应于属格——然而它并不是对应于属格换位,而是对应于与格;因为可感觉者对于感觉而言是可感觉的。此外,对应也常常是对宾格作出的,例如当我们说“击打者击打被打者”时,而它是对应于属格作出换位的;因为被打者是由击打者所击打的。

语法注3 条
  1. 4.1ὁ ἐπιστήμων τῷ μετέχειν ἐπιστήμης λέγεται ἐπιστήμων

    带中性定冠词的与格不定式 τῷ μετέχειν 表示原因或手段(“因分有”)。属格 ἐπιστήμης 受动词 μετέχω(分有)支配作为宾语。

  2. 4.1ἔστι μὲν ὅτε πρὸς ἣν ἀποδίδοται, πρὸς αὐτὴν καὶ ἀντιστρέφει

    ἔστιν ὅτε 是表示“有时/有……的情况”的惯用短语。关系从句 πρὸς ἣν [πτῶσιν] ἀποδίδοται(“它所对应于的[格]”)与后面主句中的前置词短语 πρὸς αὐτήν(“正是对它”)形成呼应关系。

  3. 4.1καὶ πρὸς γενικὴν αὕτη τὴν ἀντιστροφὴν ποιεῖται

    指示代词 αὕτη 为阴性主格单数,作主语指代前文的 ἡ ἀπόδοσις(“对应/指定”)。全句结构为“而这一对应则是对应于属格作出其换位”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:104.22-105.29