← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§103.18-104.22

关系者的实在性与对约定论及普罗泰戈拉的反驳

菲洛波诺斯讨论了关系者的存在实存,一方面借助身体器官和统治秩序的本性驳斥了关联仅为约定的观点,另一方面引述亚里士多德与柏拉图的反驳否定了普罗泰戈拉万物皆为关系者的相对主义学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1#2

Περὶ δὲ τῆς ὑποστάσεως ταῦτά φαμεν· τινές φασι μηδὲν εἶναι τῶν πρός τι φύσει, ἀλλὰ ἀνάπλασμα εἶναι ταῦτα τῆς ἡμετέρας διανοίας, λέγοντες ὅτι οὕτως οὐκ ἔστι φύσει τὰ πρός τι ἀλλὰ θέσει, ὅτι δυνατὸν1 καὶ τὸν δεξιὸν ἀριστερὸν γενέσθαι καὶ τὸν ἀριστερὸν δεξιόν, καὶ ὁ πατὴρ καὶ υἱός ἐστι καὶ ὁ δοῦλος θέσει δοῦλος· οὐδεὶς γάρ ἐστι φύσει δοῦλος· ὁ αὐτὸς γὰρ καὶ δεσπότης κατὰ ταὐτὸν ἑτέρου γένοιτ’ ἄν. οὗτοι δὲ οὐκ ὀρθῶς λέγουσιν· οὕτω γὰρ ἔγνωσται ταῦτα τῇ φύσει, ὡς καὶ τὰ μόρια τοῦ σώματος ἐν σχέσει τινὶ τῇ πρὸς ἄλληλα θεωρεῖται· τὸ μὲν γάρ τι ὑπὸ τῆς φύσεως δεξιὸν τέτακται οἷον τὸ ἧπαρ, τὸ δέ τι ἀριστερὸν οἷον ὁ σπλήν, καὶ οὐκ ἄν ποτε γένοιτο οὔτε τὸ ἧπαρ ἀριστερὸν οὔτε ὁ σπλὴν δεξιός, ἀλλ’ εἰ ἀμειφθείη τούτων ἡ τάξις, διέφθαρται τὸ ζῷον. καὶ ὁ θεὸς ἄρχει μόνως ἡμεῖς δὲ πάντες ὑπ’ αὐτοῦ ἀρχόμεθα, καὶ ἡ ψυχὴ μόνως κινεῖ τὸ σῶμα καὶ ἡ φύσις, τὸ δὲ σῶμα μόνως κινεῖται ὑπ’ αὐτῶν καὶ οὐκ ἀντικινεῖ αὐτά. τινὲς δὲ ἐκ διαμέτρου τούτοις ἔχοντες2 πάντα τὰ πράγματα πρός τι ἔλεγον, ὧν εἷς ἦν Πρωταγόρας ὁ σοφιστής· ἔλεγε γὰρ οὗτος ὅτι οὐδὲν τῶν πραγμάτων ὡρισμένην ἔχει φύσιν, διὸ καὶ ἔλεγεν ὅτι οὐκ ἔστι τινὰ ψευδῆ λέγειν· ἕκαστος γὰρ κατὰ τὸ φαινόμενον αὐτῷ καὶ δοκοῦν περὶ τῶν πραγμάτων ἀποφαίνεται οὐκ ἐχόντων ὡρισμένην φύσιν ἀλλ’ ἐν τῇ πρὸς ἡμᾶς σχέσει τὸ εἶναι ἐχόντων· τοιγαροῦν οἱ μὲν ἰκτεριῶντες τὸ μέλι φασὶ πικρὸν εἶναι καὶ ἀληθεύουσί γε (ὃ γὰρ δοκεῖ καὶ φαίνεται αὐτοῖς, τοῦτο καὶ λέγουσιν), οἱ δὲ ὑγιαίνοντες γλυκὺ καὶ αὐτοὶ ὁμοίως ἀληθεύοντες. καὶ ὁ τράχηλος δὲ τῆς μελαίνης περιστερᾶς ἐν ἡλίῳ ἑστώσης τοῖς μὲν φαίνεται ἁλουργὸς τοῖς δὲ χρυσοειδής, καὶ ἄλλοις ἄλλως πως πρὸς τὴν διάφορον αὐτῆς τε καὶ τῶν ὁρώντων θέσιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων· τὸ γὰρ ἄλλῳ δοκοῦν ἀληθὲς ἄλλος ψευδὲς εἶναι οἴεται, καὶ τὸ τῷδε καλὸν εἶναι δοκοῦν ἄλλῳ φαῦλον νενόμισται, τὸ ἀντικείμενον δὲ ἀληθές. νόμῳ οὖν πικρόν φαμεν νόμῳ γλυκύ, θάτερον δὲ οὐδέν. ὥστε οὐδὲν τῶν πραγμάτων ὡρισμένην τινὰ ἔχει ὑπόστασιν, ἀλλὰ τῶν πρός τί ἐστι. τοῦτον δὲ ἐλέγχει μὲν καὶ ὁ Ἀριστοτέλης ἐν τῷ τρίτῳ λόγῳ τῆς Μετὰ τὰ φυσικὰ πραγματείας λέγων ὅτι εἰ πᾶν ὃ οἴεταί τις ὅτι ἐστί, τοῦτο καὶ ἀληθές ἐστιν, ἐπειδὴ οἱ μαινόμενοι ὑπολαμβάνουσι τὸ πῦρ τρέφειν καίειν δὲ μή, ἐχρῆν αὐτοῖς προσαγόμενον τὸ πῦρ τρέφειν καὶ μὴ καίειν,3 ἢ ἐπειδὴ τὸν ἄρτον ὑπολαμβάνουσι καίειν, ἐχρῆν τὸν ἄρτον καίειν αὐτοὺς καὶ μὴ τρέφειν. ἐλέγχει δὲ καὶ ὁ Πλάτων ἐν τῷ Θεαιτήτῳ τῷ διαλόγῳ αὐτὸ τοῦτο προθέμενος ἐλέγξαι, ἐν ᾧ μετὰ πολλὰς ἀποδείξεις καὶ τοῦτον ἐπιφέρει χαριέντως τὸν λόγον· ‘ἐπειδὴ ἡμεῖς,’ φησίν, ‘ὦ Πρωταγόρα, φαμέν σε μὴ ἀληθεύειν, ἆρα ἀληθεύομεν λέγοντες περὶ σοῦ ὅτι ψεύδῃ ἢ ψευδόμεθα;

关于存在实存,我们说如下这些话。有些人声称,关系者没有一个是出于本性的,而全都是我们思维的虚构,并说关系者是这样地不出于本性而出于约定,因为右者变左、左者变右都是可能的,且父也是子,奴隶也是因约定而是奴隶——因为没有任何人本性上是奴隶;因为同一个人完全可以同时成为他人的主人。但这些人说得不对;因为这些事物对于本性而言已被这样确立,以至于身体的各个部分也是在彼此之间的某种关联中被考察的。因为某一部分被本性安排为右,例如肝脏,而某一部分被安排为左,例如脾脏,肝脏绝不可能变成左,脾脏也绝不可能变成右,相反,如果它们的次序被调换,动物就会毁灭。而且神仅仅是统治,我们众人则全都被他统治;灵魂和本性仅仅是推动身体,身体则仅仅被它们推动,而绝不反向推动它们。另一方面,另有一些人采取与这些人截然相反的立场,主张一切事物都是关系者,智者普罗泰戈拉就是其中之一;因为他说没有任何事物具有确定的本性,由此他也说任何人都不可能说假话;因为每个人都是按照对他显现和看起来的样子来陈述事物,而事物并不具有确定的本性,却是在对我们的关联中具有其存在。因此,患黄疸病的人说蜂蜜是苦的,并且他们确实在说真话(因为对他们而言看起来和显现为如何,他们就如何说),而健康的人则说蜂蜜是甜的,他们自己也同样在说真话。立于阳光下的黑鸽子的颈部,对一些人显现为紫色,对另一些人则显现为金黄色,并且根据它自身与观看者各不相同的相对位置,对其他人则以某种其他方式显现。在所有其余事物上也是同样;因为一人看起来为真的东西,另一人认为为假,在这一人看来美好的东西,在另一人看来被视为卑劣,而相反者为真。因此我们依习俗说是苦,依习俗说是甜,但二者皆非[出于本性]。从而没有任何事物具有某种确定的存在实存,而是属于关系者。亚里士多德在《形而上学》论著的第三篇论述中也驳斥了此人,指出如果某人认为是如此的每件事物这也就是真的,那么既然发疯的人认为火是滋养而非焚烧,火在被移近他们时就应当滋养而非焚烧,或者既然他们认为面包是焚烧,面包就应当焚烧他们而非滋养。柏拉图在对话录《泰阿泰德》中也驳斥了他,正是以驳斥此事为旨趣,他在其中经过多次论证之后,又巧妙地提出了这样一条论述:“普罗泰戈拉啊,”他说,“既然我们声称你说的不是真话,那么我们在谈论你、说你说谎时,究竟是说了真话,还是在说谎呢?”

语法注3 条
  1. 4.1λέγοντες ὅτι οὕτως οὐκ ἔστι φύσει τὰ πρός τι ἀλλὰ θέσει, ὅτι δυνατὸν

    连续出现了两个 ὅτι 从句。第一个 ὅτι 引导由分词 λέγοντες 支配的宾语从句(“说关系者不是出于本性而是出于约定”),而第二个 ὅτι 则充当原因连词(“因为……是可能的”),为前述论断提供根据。

  2. 4.1ἐκ διαμέτρου τούτοις ἔχοντες

    介词短语 ἐκ διαμέτρου 是表示“截然、针锋相对地”的习惯副词用法。分词 ἔχοντες 与副词连用表达某种状态,与格 τούτοις 则表示对比的对象(“与这些人截然对立”)。

  3. 4.1ἐχρῆν αὐτοῖς προσαγόμενον τὸ πῦρ τρέφειν καὶ μὴ καίειν

    非人称动词的未完成过去时 ἐχρῆν 支配不定式 τρέφειν 与 καίειν,构成未实现的与事实相反的结果主句(“应当滋养而非焚烧[而实际上并非如此]”),对应于前面的条件从句。表示义务的非人称动词在未完成过去时中通常无需小词 ἄν 即可表达反事实结果。分词 προσαγόμενον 为附随/时间分词,与 τὸ πῦρ 一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:103.18-104.22