- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:102.11-103.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作为讲授关系者的导论,注释者提出了五个考察论点(次序、标题、存在实存、划分、讲授方式),并解释了为何紧接量之后讨论关系者的次序理由,以及为何标题采用复数而非单数形式。
" Πρός τι δὲ τὰ τοιαῦτα λέγεται, ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται.1" Πρὸ τῆς τῶν πρός τι διδασκαλίας πέντε ταῦτα χρὴ ζητεῖν· πρῶτον τὴν τάξιν αὐτῶν τὴν πρὸς τὰς κατηγορίας, δεύτερον τὴν αἰτίαν τῆς ἐπιγραφῆς, τρίτον τὴν ὑπόστασιν αὐτῶν τίς ἐστι, τέταρτον τὴν εἰς τὰ εἴδη διαίρεσιν, πέμπτον τὸν τρόπον τῆς διδασκαλίας. πρῶτον οὖν τὴν τάξιν. διὰ ποίαν αἰτίαν μετὰ τὸν τοῦ ποσοῦ λόγον ἔταξε τὸν περὶ τῶν πρός τι καὶ μὴ τὸν περὶ τοῦ ποιοῦ, καίτοι γε τὸ ποιὸν εἶδός τι καθ’ αὑτὸ ἔχει καὶ ὑπόστασιν, ταῦτα δὲ ἰδίαν οὐκ ἔχει ὑπόστασιν ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις ἔχει τὸ εἶναι, τιμιώτερα δὲ τὰ καθ’ αὑτὰ ὑφεστηκότα τῶν ἐν σχέσει μόνῃ τὸ εἶναι ἐχόντων· δεῖ γὰρ αὐτό τι πρῶτον καθ’ αὑτὸ εἶναι, εἶθ’ οὕτως τὴν πρὸς ἕτερον ἀναλαβεῖν σχέσιν. λέγομεν οὖν ὅτι ὥσπερ ἐπὶ τοῦ ποσοῦ ἐποίησε καὶ δευτέραν ἔταξε τὴν περὶ τούτου διδασκαλίαν, διὰ τὸ μνημονεῦσαι αὐτοῦ ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ, ἵνα μὴ ἐπὶ πολὺ ἐάσῃ τὸν ἀκροατὴν ἀγνοοῦντα τί ποτέ ἐστι τὸ ποσόν, οὕτω καὶ ἐνταῦθα ποιεῖ· ἐπειδὴ γὰρ ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ ἐμνήσθη τῶν πρός τι, ἔνθα ἔλεγε τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον τῶν πρός τι εἶναι, ἵνα μὴ ἐπὶ πολὺ ἐάσῃ ἡμᾶς ἀγνοοῦντας τίς ἡ φύσις τῶν πρός τι, εὐθέως τὸν περὶ τούτων ποιεῖται λόγον. διὰ τί δὲ ἐπιγέγραπται Περὶ τῶν πρός τι καὶ μὴ περὶ τοῦ πρός τι, ὥστε εἶναι τὴν ἐπιγραφὴν ἑνικήν; λέγομεν ἐπειδὴ τὰ πρός τι σχέσις τίς ἐστιν, ἡ δὲ σχέσις τοὐλάχιστον ἐν δύο πράγμασι θεωρεῖται, διὰ τοῦτο πληθυντικῶς ἐπέγραψε· τὸ γὰρ δεξιὸν ἀριστεροῦ ἐστι δεξιὸν καὶ οὐκ ἄν τι εἴη αὐτὸ καθ’ αὑτὸ δεξιόν, καὶ ὁ πατὴρ υἱοῦ πατὴρ καὶ οὐκ ἄν τις καθ’ αὑτὸν εἴη πατὴρ μὴ πρὸς υἱὸν λεγόμενος. ἐπὶ δὲ τῆς οὐσίας δυνατόν, μᾶλλον δὲ ἀναγκαῖον ἓν πρᾶγμα καθ’ αὑτὸ εἶναι οὐσίαν, οἷον ἄνθρωπον. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ποσοῦ· δυνατὸν γὰρ τὸ δίπηχυ μόνον ποσὸν λέγεσθαι. δυνατὸν δὲ καὶ αὐτὰ μὲν τὰ πράγματα ‘τὰ περὶ τῶν πρός τί’ λέγεσθαι πληθυντικῶς, αὐτὴν δὲ τὴν κατηγορίαν ἑνικῶς ‘περὶ τοῦ πρός τι’, ὥσπερ καὶ ἐπὶ τοῦ ποσοῦ καὶ τῶν ἄλλων κατηγοριῶν ἑνικῶς προσφερόμεθα τὴν κατηγορίαν, δηλοῦντες διὰ τῆς ἐπιγραφῆς οὐ τὰ πράγματα τὰ ἐν αὐτῇ, ἀλλὰ τὴν κοινῶς κατ’ αὐτῶν λεγομένην φύσιν, ἐπεὶ καὶ ἡ σχέσις εἰ καὶ ἐν πλείοσίν ἐστιν, ἀλλ’ οὖν μία τίς ἐστι τῷ ὑποκειμένῳ, ὡς καὶ τὸ σπέρμα καὶ ὁ καρπὸς καὶ ἡ ἀνάβασις καὶ ἡ κατάβασις· μία γὰρ ἡ σχέσις τοῦ δούλου πρὸς τὸν δεσπότην, ἥτις ἀρχομένων μὲν ἡμῶν ἀπὸ τοῦ δούλου δουλεία λέγεται ἀπὸ δὲ τοῦ δεσπότου δεσποτεία.2 ὁμοίως καὶ ἐπὶ μαθητοῦ καὶ διδασκάλου καὶ τῶν λοιπῶν. ἀλλ’ ἵνα, ὡς εἴπομεν, ἐνδείξηται ὅτι ἡ τῶν πρός τι κατηγορία οὐδέποτε ἐν ἑνὶ πράγματι ὑφίσταται, διὰ τοῦτο πληθυντικῶς Περὶ τῶν πρός τι τὴν ἐπιγραφὴν πεποίηται.
“凡是它们本身之所是就被说是属于他物的那些事物,都被称作关系者。” 在讲授关系者之前,必须考察以下五件事:第一,它们相对于各范畴的次序;第二,标题的缘由;第三,它们的存在实存是什么;第四,划分为各个种;第五,讲授的方式。首先是次序。由于什么原因,他在关于量的论述之后安排了关于关系者的论述,而不是关于质的论述呢?尽管质本身具有某种形式和存在实存,而这些事物并没有自己独特的存在实存,而是在其他范畴中具有其存在,且就自身而存在实存者比仅在关联中具有其存在者更为高贵。因为某种事物必须首先就自身而存在,然后才能以此方式承担朝向他物的关联。因此我们说,正如他在量上所做的那样,由于在关于实体的论述中提到了量,为了不让听者久久不知量究竟是什么,便把关于它的讲授排在第二位,在这里他也同样如此做;因为既然在关于量的论述中他提到了关系者,并在那里谈到大与小、多与少属于关系者,为了不让我们久久不知关系者的本性是什么,他便随即进行了关于它们的论述。那么,为什么标题被定为复数的《论关系者》,而不是单数的《论关系者》,从而使标题成为单数呢?我们说,因为关系者是某种关联,而关联至少在两个事物中被考察,因此他以复数加了标题;因为右是左的右,没有任何事物能就其自身而言是右,父是子的父,若非相对于子而言,没有任何人能就其自身而言是父。但在实体的情形中,单个事物就其自身而言是实体(例如人)是可能的,甚至可以说是必然的。在量的情形中也同样如此;因为两肘长的东西单独被称为量是可能的。事物本身以复数被称作“关于关系者们的事物”,而范畴本身以单数被称作“关于关系者”,这也是可能的,正如在量和其他范畴上我们以单数形式提出该范畴,通过标题所表明的并不是其中的事物,而是在它们之上被共同述说的本性;因为关联即使存在于多个事物之中,但在承载底层上终究是某种单一之物,就像种子与果实、上行与下行一样;因为奴隶相对于主人的关联是单一的,这一关联当我们从奴隶出发时被称为奴隶身份,而从主人出发[时]则被称为主人身份。在学生与教师以及其余事物上也是同样。但是,正如我们所说,为了表明关系者这一范畴绝不实存于单个事物之中,因此他用复数设立了标题《论关系者》。
- 4.1ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται
亚里士多德原文引文(6a36)的句法结构。关系代词 ὅσα(主格中性复数)作主语,与动词 λέγεται 连用,带不定词补足语 εἶναι ἑτέρων(属格“属于他物”)。插入短语 αὐτὰ ἅπερ ἐστίν(“它们本身之所是”)作不定词 εἶναι 的主语(宾格)。
- 4.1ἀρχομένων μὲν ἡμῶν ἀπὸ τοῦ δούλου δουλεία λέγεται ἀπὸ δὲ τοῦ δεσπότου δεσποτεία
ἀρχομένων μὲν ἡμῶν 为属格独立结构(genitive absolute),表示条件或情境(“当我们从……出发时”)。在后半句 ἀπὸ δὲ τοῦ δεσπότου 中,承前省略了分词结构 ἀρχομένων ἡμῶν 及动词 λέγεται,与前项保持平行的对称结构(δουλεία 对 δεσποτεία)。
