- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:1.2-1.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·斐罗庞努斯列出了研读亚里士多德著作之前的十个预备论题(派别命名、著作分类、阅读起点、目的、方法、风格、晦涩之用意、听讲者与诠释者的素养、专著前的提要项目),并预告将探究为何恰好是这十项。
Καθάπερ ἀρχόμενοι τῶν Εἰσαγωγῶν ἐλέγομεν τὰ πρὸς πᾶσαν φιλοσοφίαν συντείνοντα, ἔπειτα ἀφωριζόμεθα τὸν σκοπὸν τοῦ προκειμένου βιβλίου, οὕτω καὶ νῦν ἀρχόμενοι πρὸ τοῦ Ἀριστοτελικοῦ συγγράμματος εἴπωμεν1 τὰ πρὸς πᾶσαν συντείνοντα τὴν Ἀριστοτελικὴν φιλοσοφίαν, εἶθ’ οὕτως τὸν σκοπὸν τοῦ προκειμένου τῶν Κατηγοριῶν βιβλίου διορισώμεθα. ἔστι δὲ τὰ ὀφείλοντα προληφθῆναι κεφάλαια δέκα· πρῶτον κατὰ πόσους τρόπους ὀνομάζονται αἱ τῶν φιλοσόφων αἱρέσεις, ἵνα γνῶμεν ἐκ ποίας αἱρέσεως ἦν ὁ φιλόσοφος, δεύτερον περὶ τῆς διαιρέσεως τῶν Ἀριστοτελικῶν συγγραμμάτων, τρίτον πόθεν ἀρκτέον τῶν Ἀριστοτελικῶν συγγραμμάτων,2 τέταρτον τί τὸ τέλος τῆς Ἀριστοτελικῆς φιλοσοφίας, πέμπτον τίς ἡ ὁδὸς ἡ ἐπὶ τὸ τέλος ἄγουσα, ἕκτον τί τὸ εἶδος τῆς Ἀριστοτελικῆς ἀπαγγελίας, ἕβδομον διὰ τί τὴν ἀσάφειαν ἐπετήδευσεν, ὄγδοον ποῖον δεῖ εἶναι τὸν ἀκροατήν, ἔνατον ποῖον δεῖ εἶναι τὸν ἐξηγούμενον, δέκατον πόσα δεῖ προλέγειν ἑκάστης Ἀριστοτελικῆς πραγματείας κεφάλαια. τὰ μὲν οὖν ὀφειλόμενα ζητεῖσθαι κεφάλαια ταῦτα. ζητητέον δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν ταῦτα μόνα ζητοῦμεν καὶ οὔτε πλείονα οὔτε ἐλάττονα. τὴν δὲ αἰτίαν σαφῶς ἂν μάθοιμεν ἐκ διαιρέσεως παραλαμβάνοντες3 τὸν λόγον * *.
正如我们在开始《导论》时讲述了关涉全部哲学的事项,随后界定了摆在面前之书的宗旨,同样地,现在在亚里士多德著作之前开始时,我们也当讲述关涉全部亚里士多德哲学的事项,然后以此界定摆在面前的《范畴篇》之书的宗旨。应当预先掌握的论题有十个:第一,哲学家的各派别按多少种方式命名,以便我们得知那位哲学家出自何派;第二,关于亚里士多德著作的划分;第三,应当从亚里士多德著作的何处开始;第四,亚里士多德哲学的目的是什么;第五,通向该目的的途径是什么;第六,亚里士多德文辞的风格是什么;第七,他为何故意采用晦涩;第八,听讲者应当是怎样的人;第九,诠释者应当是怎样的人;第十,在亚里士多德的每一部专著之前应当预先陈述多少个论题。因此,应当探讨的论题便是这些。但还须探究其原因,即为何我们只探讨这些,既不多也不少。若通过划分来展开论述,我们便能清楚地知晓这原因* *。
- 1.0εἴπωμεν
第一人称复数不定过去式虚拟语气,用作劝告/倡议('让我们讲述'),与后面的 διορισώμεθα 构成平行,作为主句的主要动词,与 καθάπερ 引导的过去未完成时直陈语气动词(ἐλέγομεν... ἀφωριζόμεθα)相对应。
- 1.0πόθεν ἀρκτέον τῶν Ἀριστοτελικῶν συγγραμμάτων
ἀρκτέον 是中动动词 ἄρχομαι('开始')的非人称动词性形容词,表示必然或义务('须从……开始');属格 τῶν Ἀριστοτελικῶν συγγραμμάτων 作为部分属格,与表起点的疑问副词 πόθεν 相应。
- 1.0ἂν μάθοιμεν ἐκ διαιρέσεως παραλαμβάνοντες
分词 παραλαμβάνοντες 起条件从句('如果我们展开/采用')的作用,与带有 ἂν 的潜能祈愿气动词 ἂν μάθοιμεν 构成条件句的主从配合。
