← 辛普里丘

亚里士多德《论灵魂》注释

§99.4-100.15

通过理智与感觉显示的生命与植物性灵魂

针对亚里士多德《灵魂论》第二卷第二章(413a22–413b4),辛普利丘分析了理智、感觉与运动如何各自表明生命,并阐明了植物性生命所具有的既包含内部运动始基又带有受他物唤醒特性的居中状态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.32

" Κἂν ἕν τι τούτων ἐνυπάρχῃ μόνον, ζῆν λέγομεν, οἷον νοῦς αἴσθησις καὶ τὰ ἑξῆς." Ζῆν γὰρ ἐκεῖνο λέγομεν, ᾧ ἄν ἕν τι τούτων ὑπάρχῃ. εἴληπται δὲ ὁ μὲν νοῦς ὡς τὴν λογικὴν δηλῶν ζωήν, ᾗ καὶ ἡ βούλησις συνείληπται, ἡ δὲ αἴσθησις οὐχ ὡς μόνης τῆς ἀλόγου καλουμένης σημαντικὴ γνώσεως, ἀλλὰ καὶ τῆς συμφυοῦς αὐτῇ ὀρέξεως. νοῦς μὲν οὖν καὶ αἴσθησις ζωῆς εἰσι προηγουμένως δηλωτικά, αἱ δὲ κινήσεις ἐνεργειῶν ζωτικῶν, ἡ μὲν κατὰ τόπον πρώτως τοῖς τελειοτέροις τῶν ζῴων ὑπάρχουσα, ἡ δὲ κατὰ τὴν θρεπτικὴν ἀλλοίωσιν ἅπασι τοῖς θνητοῖς.

“即使这些之中仅有一者内在,我们也说[它]活着,例如理智、感觉等。” 因为我们说,凡这些之中的任何一者属于它,它就活着。理智被理解为表明理性生命,其中意志亦被包含;而感觉被理解为不仅意指所谓非理性的认识,而且意指与其同构的欲求。因此,理智与感觉首要地表明生命,而运动则表明生命活动;依空间而发生的运动首要地属于较完满的动物,而依营养性变化而发生的运动则属于一切有死的生物。

§2.33

"Διὸ καὶ τὰ φυόμενα πάντα δοκεῖ ζῆν." Διὰ τὴν τροφήν τε καὶ αὔξησιν καὶ φθίσιν· καὶ τὸ δοκεῖ χώραν ἔσχε διὰ τὸ ἀτελὲς τῆς ζωῆς καὶ τὸ τῶν ζώντων τε καὶ μὴ ζώντων μεταίχμιον· ὅθεν καὶ παραμυθίας ἐδεήθη πρὸς πειθὼ τοῦ ζῆν τὰ φυόμενα. εἰ γὰρ πάντα τὰ προσθήκην τινὰ ὑπ’ ἄλλων δεχόμενα καθ’ ἕν τι δέχεται μόριον, καὶ οὐ κατὰ πάντα ὁμοίως τὰ ἀντικείμενα (καὶ γὰρ εἰ σφαιροειδῶς τι τῷ χαλκῷ προστιθείης, ἀλλ’ οὐχὶ καὶ κατὰ βάθος αὐτὸν αὐξήσεις), δῆλον ὡς τὰ κατὰ πᾶν ὁμοίως αὐξόμενα ἔνδοθεν ἕξει τῆς προσθήκης αἰτίαν.1 κίνησις δέ τις ἡ αὔξησις. κινήσεως οὖν ἔνδοθεν ἔχοντα ἀρχὴν ὀρθῶς ἀξιοῦμεν ζῆν. τὴν δὲ μεσότητα αὐτῆς πάλιν ἐνδεικνύμενος δύναμιν ἔφη καὶ ἀρχήν, διὰ μὲν τῆς ἀρχῆς τὸ ἡγεμονικόν, διὰ δὲ τῆς δυνάμεως τὸ ἀτελὲς αὐτῆς καὶ ὑφ’ ἑτέρου ἐγειρόμενον παριστῶν· ἐπὶ τούτων γὰρ εἴωθεν ὁ φιλόσοφος τὰ πλεῖστα τῷ τῆς δυνάμεως χρῆσθαι ὀνόματι. καὶ δεῖ τῆς τοιαύτης ζωῆς πᾶσι τοῖς θνητοῖς. ταύτῃ γὰρ γεννᾶταί τε καὶ τρέφεται καὶ διαμένει, σωματοειδεστάτῃ οὔσῃ ζωῇ καὶ συμμέτρῳ αὐτοῖς, καὶ διὰ τοῦτο ἐσχάτῃ καὶ οὐκ εἰλικρινεῖ ζωῇ. ἀλλ’ εἰ μὴ τὸ ὅλον ὑφ’ ἑαυτῶν ἐγείρεται, καὶ ὑφ’ ἑτέρου δὲ τὰ οὕτω ζῶντα,2 τί τὸ ἔξωθεν ἐγεῖρον; ἢ ταύτῃ τοῖς ἑτεροκινήτοις ἐοικότα κινοῖτο ἂν καὶ αὐτὰ ὡς τὰ στοιχεῖα κατὰ φύσιν ὑπὸ τοῦ ὑποστήσαντος ὡς ἑτέρωθεν καὶ ἔξωθεν· ἐπεὶ καὶ τὰ ἔνδοθεν ὅλα ἐγειρόμενα καὶ ὑπὸ τοῦ ὑποστήσαντος ἐγείρεται. ἀλλὰ ταῦτα μὲν διὰ τῆς πρὸς αὐτὸ συναφῆς, καὶ ὅσῳ μειζόνως συνάπτεται τῷ αἰτίῳ, μειζόνως ἐστὶν αὐτενέργητον, τὰ δὲ ἑτεροκίνητα διὰ τὴν ἀπόστασιν ἔχει τὴν δι’ ἑτερότητος παραδοχὴν τῆς ἐγέρσεως.

“因此一切生长之物也都显得活着。” 乃是因营养、增盛和衰减[而显得如此]。使用“显得”一词,是因为其生命的不完满,以及它居于活着者与不活着者之间的中介边界;因此也需要解说,以令人信服生长之物活着。因为,如果一切从他物接受某种添加的事物,都只是在某一个部位接受,而非在一切对向部位同样接受(因为即使你将某物球状地添加到青铜上,也绝不会在深度上也使它增大),那么显然,在每一个部位均等增大的事物,将在内部具有添加的原因。增盛是某种运动。因此,凡具有来自内部的运动之始基者,我们理当认为它活着。而他再次指出其居中状态,称之为“潜能”和“始基”,通过“始基”表明其主导性,通过“潜能”表明其不完满且由他物唤醒的特性;因为哲学家在多数情况下习惯于就这类事物使用“潜能”之名。而此类生命对于一切有死之物皆为必需。因为它们正是由此得以生成、受滋养并存续,它是最具肉体特征的生命并与它们相称,因而也是末位的、非纯粹的生命。但是,若以此方式活着的事物并非整体由自身唤醒,而亦由他物唤醒,那么从外部唤醒者为何物?抑或是,在这一点上类似于由他物推动者,它们自身也会像元素依本性那样,由确立者推动,仿佛来自他处和外部?因为整体从内部唤醒的事物,也是由确立者唤醒的。然而,这些事物是通过与其结合而[被唤醒],并且越与原因紧密结合,就越是自发活动的;而由他物推动者由于距离,是通过差异性来接受唤醒的。

§2.34

"Χωρίζεσθαι δὲ τοῦτο μὲν τῶν ἄλλων δυνατόν, τὰ δὲ ἄλλα τούτου ἀδύνατον ἐν τοῖς θνητοῖς. φανερὸν δέ." Τοῦτο μὲν γὰρ ἀμέσως τὸ τῆς ζωῆς εἶδος τοῖς σώμασιν ἐφεστὼς τοῖς φθαρτοῖς διὰ τῆς ἐπιρροῆς αὐτὰ ἀναπληροῖ, τὰ δὲ ἄλλα οὐκ ἄνευ τούτου τοῖς θνητοῖς παραγίνεται, ὅτι καὶ γεννᾶται καὶ τρέφεται διὰ τούτου.

“在有死之物中,此一者脱离其他各者是可能的,而其他各者脱离此一者则是不可能的。这显然可见。” 因为这种生命形式直接临照可朽的身体,通过流入来补充它们,而其他形式若无此一者便不能出现在有死之物中,因为它们正是通过此一者才得以生成并受滋养。

§2.35

"Τὸ μὲν οὖν ζῆν διὰ τὴν ἀρχὴν ταύτην ὑπάρχει πᾶσι τοῖς ζῶσι." Οὐχ ἁπλῶς τὸ ὁπωσοῦν ζῆν (ἦν γὰρ καὶ τὸ κατὰ νοῦν καὶ κατ’ αἴσθησιν ζῆν), ἀλλὰ τὸ ἀντιδιαιρούμενον πρὸς τὸ ζῷον, τουτέστι τὸ ἀτελῶς3 καὶ ἡ ἐσχάτη ζωή. ἀντιδιαιρεῖ γὰρ λέγων τὸ μὲν ζῆν διὰ ταύτην, τὸ δὲ ζῷον διὰ τὴν αἴσθησιν πρώτως.

“因此,活着是通过这一始基而属于一切活着者。” 并非简单指以无论何种方式活着(因为亦有依理智和依感觉而活着),而是指与动物相对区分的活着,即不完全地[活着]和末位的生命。因为他区分说,活着是通过这一始基,而动物首先是通过感觉。

§2.36

"Αἰσθήσεως δὲ πρῶτον ὑπάρχει πᾶσιν ἁφή." Σωματοειδεστάτη οὖσα τῶν αἰσθήσεων καὶ παθητικωτάτη, διὸ καὶ τῶν πλησίον ἀντιλαμβάνεται μόνων. τῇ γὰρ ἁφῇ συνείληπται καὶ ἡ γεῦσις, καὶ ἔστιν ἀναγκαιοτάτη τοῖς ζῴοις, ὡς καὶ τοῦτο ῥηθήσεται ὕστερον.

“而在感觉中,触觉首先属于一切。” 因为它在诸感觉中是最具肉体特征的,也是最被动的,因此它仅仅感知邻近之物。因为味觉亦包含在触觉中,它对于动物是最必需的,这一点稍后亦将论及。

语法注3 条
  1. 2.33εἰ γὰρ πάντα τὰ προσθήκην τινὰ ὑπ’ ἄλλων δεχόμενα καθ’ ἕν τι δέχεται μόριον, καὶ οὐ κατὰ πάντα ὁμοίως τὰ ἀντικείμενα (καὶ γὰρ εἰ σφαιροειδῶς τι τῷ χαλκῷ προστιθείης, ἀλλ’ οὐχὶ καὶ κατὰ βάθος αὐτὸν αὐξήσεις), δῆλον ὡς τὰ κατὰ πᾶν ὁμοίως αὐξόμενα ἔνδοθεν ἕξει τῆς προσθήκης αἰτίαν.

    该句的主干为条件句结构“εἰ γὰρ πάντα τὰ δεχόμενα... δέχεται..., δῆλον ὡς... ἕξει...”。括号内的插入句包含假定条件句与结论的组合(“εἰ... προστιθείης”为希求法,“ἀλλ’ οὐχὶ... αὐξήσεις”为将来时直陈语气),用以例证外部的添加无法在深度方向上产生均等的增大。

  2. 2.33ἀλλ’ εἰ μὴ τὸ ὅλον ὑφ’ ἑαυτῶν ἐγείρεται, καὶ ὑφ’ ἑτέρου δὲ τὰ οὕτω ζῶντα

    连词短语“καὶ... δέ”表示递进与对比(“同时也……”)。后半分句的主语“τὰ οὕτω ζῶντα”承前省略了动词“ἐγείρεται”,整句读作“若以此方式活着的事物亦由他物唤醒”。

  3. 2.35τουτέστι τὸ ἀτελῶς

    中性冠词“τὸ”与副词“ἀτελῶς”结合形成名词化表达。它阐释了前文的“τὸ ἀντιδιαιρούμενον πρὸς τὸ ζῷον”,承前补出省略的“ζῆν”,意为“不完全地[活着]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:99.4-100.15