← 辛普里丘

亚里士多德《论灵魂》注释

§100.16-101.32

灵魂能力的场所分割与感觉统一的难题

辛普里丘阐明了亚里士多德将灵魂视为诸能力之本原与限定的论点(413b10),在讨论灵魂各部分是否在空间上分割(413b13)时区分了身体的分割与灵魂的分割,并否定了亚历山大将“困难”(413b15)归于理智的观点,将其解释为使用不同器官的特有感觉之间的合一问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.37

" Νῦν δ’ ἐπὶ τοσοῦτον εἰρήσθω μόνον, ὅτι ἐστὶν ἡ ψυχὴ τῶν εἰρημένων τούτων ἀρχή." Τῶν εἰρημένων μὲν λέγει νοῦ τε καὶ αἰσθήσεως καὶ τῆς κινητικῆς τε καὶ θρεπτικῆς ζωῆς, ἀρχὴν δὲ τὴν εἰδητικὴν αἰτίαν. ἡ δὲ ψυχὴ τοιαύτη ὡς οὐ τὸ μετέχον αὐτῶν οὖσα, ἀλλ’ ὡς αὐτὸ δὴ τὸ νοητικόν τε καὶ αἰσθητικὸν πέρας. ἐπεὶ δὲ οὐ τὸ ἀμέριστόν ἐστιν εἶδος ἡ ψυχὴ οὐδὲ ὁ πρώτιστος ὅρος, εἰς λογικὴν δὲ ὑπέβη ἀνέλιξιν, οὐ μόνον αὐτὴν τούτων ἀρχήν, ἀλλὰ καὶ ὡρίσθαι τούτοις ἔφη. τὸ γὰρ συναμφότερον αὐτῇ ὁμοῦ ἐκ τῶν ἄκρων ἐπιτρέπει, τὸ οὕτως ἄρχον ὡς ὁριζόμενόν πως·1 ὧν ἡ μὲν ἀρχὴ τοῖς πρὸ αὐτῆς, τὸ δὲ ὡρίσθαι τοῖς μετ’ αὐτὴν κυρίως προσήκει. τῷ δὲ διανοητικῷ ἀντὶ τοῦ νοῦ χρώμενος δηλοῖ καὶ πρότερον διὰ τοῦ νοῦ τὸν λόγον σημαίνων.

“如今关于这一点仅当说到:灵魂乃是这些所述事物的本原。” 关于“所述事物”,他指的是理智与感觉,以及运动的和滋养的生命;而关于“本原”,他指的是形式因。灵魂的性质并非是分有它们的事物,而是理智的和感觉的界限本身。然而,由于灵魂并非不可分的形式,亦非最初的限定,而是下降到了理性的展开之中,因此他不仅称灵魂为这些生命的本原,而且称其受这些生命所限定。因为他同时把由两端结合而成的复合物赋予了灵魂,即以某种受限定的方式进行统治;在这些之中,作为本原主要属于先于灵魂的事物,而受限定则主要属于后于灵魂的事物。通过使用“推论能力”代替“理智”,他表明在此前他也通过“理智”指涉了“理性”。

§2.38

"Πότερον δὲ τούτων ἕκαστόν ἐστι ψυχὴ ἢ μόριον ψυχῆς." Ἐπειδὴ ἐν τοῖς λογικοῖς ζῴοις πᾶσαι αἱ εἰρημέναι ὑπάρχουσι ζωαί, προτίθεται μὲν ἐπισκέψασθαι, εἰ διαφόρων ἐστὶν ἑκάστη σωματικῶν μορίων ἐντελέχεια, ὡς ὁμοίως τὴν ψυχὴν τῷ σώματι μεμερίσθαι· ἐπειδὴ καὶ ἐπὶ τῷ τέλει τοῦ πρώτου οὐ ψυχὴν ἑκάστην, ἀλλὰ μόρια πάσας μιᾶς ἐτίθετο ψυχῆς, διὰ δὲ τὸ τέλειον τῆς διαιρέσεως καὶ αὐτὸ τοῦτο ὅπερ ἤδη διακέκριται προτείνει, πότερον ἑκάστη τούτων αὐτοτελής ἐστι ψυχὴ ἢ μόριον ψυχῆς. ἀλλὰ πρὸς θάτερον οὐδὲν ἀποκρινόμενος, ὡς ἐκεῖ διακρίνας ἱκανῶς, τὸ λοιπὸν ἐπεξεργάζεται, εἰ οὕτως ἐστὶ μόρια, ὡς μὴ τῷ λόγῳ μόνῳ τουτέστι τῇ ἰδιότητι διωρίσθαι ἀλλήλων, ἀλλὰ καὶ τῷ τόπῳ, τῶν διαφόρων ζωῶν διαφόροις τοῦ σώματος μορίοις ὡς ἐν τόποις ἱδρυμένων, ὡς δοκεῖ ὁ Τίμαιος τῇ μὲν κεφαλῇ τὸν λόγον, τῇ δὲ καρδίᾳ τὸν θυμόν, τῷ δὲ ἥπατι τὸ ἐπιθυμητικὸν ἐνοικίζων· αὐτὸς τὸν μὲν θεωρητικὸν λόγον καὶ παντελῶς χωρίζων τοῦ σώματος, τὰς δὲ λοιπὰς ζωὰς διὰ τὸ τὰ σωματικὰ μόρια ἐνίοτε πρὸς ὑποδοχὴν διαφόρων ζωῶν παρεσκευάσθαι μὴ καὶ αὐτὰς ὁμοίως ἐκείνοις νομίζων ἀπ’ ἀλλήλων μεμερίσθαι,2 δυναμένας τῷ αὐτῷ μορίῳ καὶ ἅμα πλείους ὑπάρχειν. ἄλλος γὰρ ὁ ψυχικὸς μερισμός, εἰ δεῖ καὶ μόρια λέγειν ἐπ’ αὐτῆς, παρὰ τὸν σωματικόν, καὶ ἅμα μὲν τὴν πρὸς τὰ εἴδη ὕφεσιν διὰ τὸν ὁποιονοῦν μερισμόν, ἅμα δὲ τὴν πρὸς τὰ σώματα ὑπεροχὴν τῆς ψυχῆς διὰ τὴν τῶν πασῶν ὁμοῦ ἐν ἑνὶ παρουσίαν δηλοῖ.

“而这些之中的每一个究竟是一个灵魂,还是灵魂的一个部分。” 既然在有理性的动物中存在上述的一切生命,他便打算考察,每一个生命是否都是不同身体部分的完全现实,从而使灵魂像身体一样被分割;又由于在第一卷的末尾,他主张每一个并不是独立的灵魂,而全都是单一灵魂的部分,因此为了划分的完备性,他提出了这个已经判定过的问题:究竟这些之中的每一个是自足的灵魂,还是灵魂的一部分。但他对前一个问题未作任何回答,仿佛在那里已经充分判定了一样,而是详细探究剩下的问题:它们是否作为部分到了这样一种程度,以至于不仅在定义上即固有性质上彼此区分,而且在空间上亦相区分,不同的生命仿佛处于空间中一样被安置在身体的不同部分——正如《蒂迈欧篇》所认为的那样,将理性安置在头部,将激情安置在心脏,将欲望安置在肝脏;而他自己则将观照的理性与身体完全分离开来,对于其余的生命,虽然身体部分有时被准备用来接受不同的生命,但他并不认为其余的生命也同样像那些部分一样彼此分割,因为多个生命能够同时存在于同一部分之中。因为灵魂的分割(如果在其上也可以使用‘部分’一词的话)有别于身体的分割,它既通过任何一种分割显明了灵魂相对于形式的下降,又通过一切生命在单一者中的同时显现显明了灵魂相对于身体的优越性。

§2.39

"Περὶ μέν τινων τούτων οὐ χαλεπὸν ἰδεῖν, ἔνια δὲ ἀπορίαν ἔχει." Οὐχὶ τῷ Ἀλεξάνδρῳ ἑπόμενος οἶμαι λέγειν αὐτὸν ἀπορίαν ἔνια ἔχειν διὰ τὸν νοῦν.3 ἐκεῖνον γὰρ διαρρήδην καὶ πρότερον ἀπεφήνατο μὴ συνέχειν τι σῶμα, καὶ ἐπάγει εὐθὺς μήπω μὲν εἶναι φανερὰ τὰ περὶ τῆς θεωρητικῆς δυνάμεως ὡς οὔπω τῆς τελέας περὶ αὐτῆς παραδεδομένης θεωρίας, εἶναι δέ τι ψυχῆς γένος ἕτερον καὶ χωρίζεσθαι καθάπερ τὸ ἀΐδιον τοῦ φθαρτοῦ. ἀλλ’ ἐπ’ ἐνίων μὲν ῥᾳδίαν εἶναι ἰδεῖν τὴν ἕνωσιν, τῶν τε φυτικῶν δυνάμεων τῆς τε θρεπτικῆς καὶ αὐξητικῆς καὶ γεννητικῆς καὶ ἐπὶ τῶν ζῴων τῆς αἰσθητικῆς καὶ ὀρεκτικῆς· καὶ γὰρ ἐν τοῖς φυτοῖς διαιρουμένοις ἡ ὅλη φυτικὴ ἐνυπάρχει ψυχή, καὶ τῶν ἐντόμων ἑκάτερον μόριον μέχρι τινὸς αἰσθάνεταί τε καὶ κινεῖται· ἔνια δὲ ἀπορίαν ἔχει, ὄψις ἀκοὴ ὄσφρησις γεῦσις, ἐπειδὴ διωρισμένοις χρῶνται ὀργάνοις. ἢ πρῶτον μὲν ἄν τις ἐκ τῶν ἄλλων καὶ περὶ τούτων τεκμήραιτο, ὡς οὐ καθ’ ἑαυτὰς ἀλλὰ διὰ τὰ ὄργανα διεστᾶσι μεριστῶς ἄλλο πρὸς ἄλλην γεγονὸς αἴσθησιν· ἔπειτα δὲ δηλοῖ τὸ ἡνωμένον καὶ τούτων πρὸς ἀλλήλας ἡ εἰς ἓν πασῶν συνδρομή, ὃ καὶ ξανθὸν καὶ γλυκὺ καὶ εὐῶδες ἐρεῖ τὸ μέλι.

“关于这些之中的某些,看清并不困难,但有些则包含困难。” 我并不追随亚历山大而认为他所说的“有些包含困难”是由于理智。因为他先前也已经明确断言,理智并不统合任何身体;并且他紧接着指出,关于观照能力的事情尚未明朗(因为关于它的完备考察尚未传授),但它是灵魂的某种相异的属,就像永恒者脱离可毁灭者一样被分离开来。相反,在某些能力上,看清其合一是容易的,例如植物性能力(即滋养的、生长的与繁殖的能力),以及动物的感觉能力与欲望能力;因为在被切断的植物中内在存在着整个植物性灵魂,而昆虫的每一个部分在一段时期内也既有感觉又有运动;但有些则包含困难,如视觉、听觉、嗅觉、味觉,因为它们使用各自区分的器官。或者,人们首先也可以从其他能力推测这些感觉:它们并非在自身上、而是由于器官才可分地隔开,各个器官是针对各个感觉而生成的;其次,所有感觉向着单一者的汇聚显明了它们彼此之间的合一,正是这单一者宣称蜂蜜既是黄色的、又是甜的、且是芳香的。

语法注3 条
  1. 2.37τὸ γὰρ συναμφότερον αὐτῇ ὁμοῦ ἐκ τῶν ἄκρων ἐπιτρέπει, τὸ οὕτως ἄρχον ὡς ὁριζόμενόν πως

    τὸ συναμφότερον(结合体/两者)是主要动词 ἐπιτρέπει(赋予/认同)的直接宾语,后面的 τὸ οὕτως ἄρχον ὡς ὁριζόμενόν πως(以某种受限定的方式进行统治)与其构成同位语。主语依上下文为亚里士多德,与格 αὐτῇ 指代灵魂。ἐκ τῶν ἄκρων(由两端所成)由紧随其后的 ὧν ἡ μὲν ἀρχὴ ... τὸ δὲ ὡρίσθαι(作为本原与受限定)加以具体说明。

  2. 2.38αὐτὸς τὸν μὲν θεωρητικὸν λόγον καὶ παντελῶς χωρίζων τοῦ σώματος, τὰς δὲ λοιπὰς ζωὰς ... μὴ καὶ αὐτὰς ὁμοίως ἐκείνοις νομίζων ἀπ’ ἀλλήλων μεμερίσθαι

    主语 αὐτός(亚里士多德本人)统摄通过 μὲν ... δέ 相对置的两个现在分词 χωρίζων(分离开来)与 νομίζων(认为),句子缺乏限定动词,构成了破格句(anacoluthon)。在句法上,它承接了前句的主要动词 ἐπεξεργάζεται(详细探究),以分词结构对亚里士多德的观点进行补充阐述。

  3. 2.39Οὐχὶ τῷ Ἀλεξάνδρῳ ἑπόμενος οἶμαι λέγειν αὐτὸν ἀπορίαν ἔνια ἔχειν διὰ τὸν νοῦν

    否定词 οὐχὶ 位于句首并修饰 οἶμαι(我认为),但在语义上它否定了不定式从属部分的内容(否定词前置/否定提升),即反驳了亚历山大所持的“亚里士多德是因为理智而称其包含困难”的观点,意为“我不赞同亚历山大的看法,认为他是由于理智而说……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:100.16-101.32