- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:97.27-99.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了413a20–413a22,阐明有灵魂者何以通过活着(内在的自发活动性)而与无灵魂者相区别,并通过完全分有(动物)与不完全分有(植物)在名词与动词使用上的差异,分析了“活着”的多重含义。
" Λέγομεν οὖν ἀρχὴν λαβόντες τῆς σκέψεως διωρίσθαι τὸ ἔμψυχον τοῦ ἀψύχου τῷ ζῆν." Τὸν τρόπον τῆς διδασκαλίας ὁρίσας ὡς ἀπὸ τῶν πρὸς ἡμᾶς σαφῶν ἐπὶ τὰ τῇ φύσει τοιαῦτα ἐπανιόντα, καὶ ὅτι χρὴ τὸν καλῶς ἔχοντα ὅρον τῆς αἰτίας ἔχεσθαι ὑπομνήσας, καὶ ταύτης ἀκριβῶς, ἀλλ’ οὐ τύπῳ τινὶ καὶ ὑπογραφικῶς, διὰ μὲν τὸν τῆς διδασκαλίας τρόπον ἀπὸ τῶν τῇ αἰσθήσει γνωρίμων τῆς περὶ ψυχῆς ἄρχεται θεωρίας, ὅπερ καὶ εὐθὺς ποιεῖ τῷ τὸ ἔμψυχον τοῦ ἀψύχου διωρίσθαι τουτέστι διαφέρειν τῷ ζῆν· διὰ δὲ τῆς εἰς τὸ αἴτιον ἀναδρομῆς οὐ τῷ ἐμψύχῳ ἐμμένει, ἀλλ’ εἰς τὸ αἴτιον αὐτοῦ τὴν ψυχὴν ἀναγόμενος. ἵνα δὲ μὴ τύπῳ ἔτι ἀλλὰ ἀκριβεῖ αὐτὴν θεωρῇ ὅρῳ, οὐ κοινῶς ἀλλ’ ἕκαστον εἶδος ψυχῆς ἰδίᾳ ὁρίζεται· ἐπεὶ καὶ ὁ κοινὸς ἀποδοθεὶς τῆς αἰτίας εἴχετο (ἡ γὰρ ἐντελέχεια εἶδος καὶ αἰτία τοῦ κατ’ αὐτὴν τελειουμένου), ἀλλ’ οὐδὲ εἰ τὸ κοινὸν συνωνύμως κατηγορεῖτο, οὐδ’ οὕτως ἡ τοῦ κοινοῦ θεωρία ἱκανὴ πρὸς ἀκρίβειαν χωρὶς τοῦ ἰδίου. ἀλλὰ πῶς τὸ ἔμψυχον διορίζεται τοῦ ἀψύχου τῷ ζῆν; διὰ τὸ ἔνδοθεν κινεῖσθαι, ὡς καὶ τῷ Πλάτωνι δοκεῖ καὶ ἡ ἐνάργεια δηλοῖ. καὶ τὸ κινοῦν τοίνυν ἔνδοθεν. ἀλλ’ εἰ τοῦτο, πῶς οὐκ αὐτοκίνητος ψυχὴ ἡ ἀφ’ ἑαυτῆς ἐγειρομένη; κίνησις γάρ τις ἡ ἔγερσις. ἢ ἐπειδὴ πράγματα μὲν τὰ αὐτὰ καὶ ὡσαύτως ὁ Ἀριστοτέλης νοεῖ τῷ Πλάτωνι, ὀνομάζει δὲ τὴν συνήθειαν ἐνίοτε ὑπειδόμενος οὐχ ὡσαύτως·1 οὐ γὰρ αὐτοκίνητον τὴν ψυχήν, ἐπειδὴ μηδὲ κίνησιν αὐτῆς προσαγορεύει τὴν ἐνέργειαν. ὀρθὸν οὖν καὶ κατ’ αὐτὸν ἀποδιδόναι αὐτῇ τὸ αὐτενέργητον ὡς ὑφ’ ἑαυτῆς ἐγειρομένῃ. ἐνέργεια δέ τις ἡ ἔγερσις· τὸ δὲ οἷον ζέον καὶ ὑφ’ ἑαυτοῦ βράττον ἡ ζωὴ δηλοῖ.
“因此我们作为考察的开端说,有灵魂者以活着而与无灵魂者相区别。” 他在将教学方式规定为从对我们明了的事物上升到本性上如此的事物,并提醒一个良好的定义必须把握住原因,且是精确地而非依某种概略和轮廓把握之后,便按照教学方式从感觉可知的事物开始对灵魂的思观;他通过有灵魂者以活着而与无灵魂者相区别、即发生差异这一事实,立刻践行了这一点;但通过向原因的回溯,他并没有停留在有灵魂者上,而是被提升到其原因——灵魂。而为了不再依概略而是依精确的定义来思观灵魂,他分别规定了灵魂的每一种形式,而非共同地规定;因为虽然先前给出的共同定义也把握了原因(现实态对于依其得以完满者而言乃是形式和原因),但即便该共同特征是同名同义地被述说的,若是没有特有的特征,对共同者的思观无论如何也不足以达到精确。然而,有灵魂者如何因活着而与无灵魂者相区别?乃是因为从内部被推动,正如柏拉图所认为的那样,而且明晰的事实也表明了这一点。因此推动者也在内部。但是若是如此,由自身唤醒的灵魂怎么能不是自我运动的呢?因为唤醒是某种运动。抑或是因为亚里士多德在思想上与柏拉图相同且有着同样的认识,却由于有时戒惕日常语用,而并未以相同方式命名?因为他甚至不把它的活动称为运动,从而不称灵魂为自我运动的。因此,即便依他而言,将自发活动性赋予灵魂、视其为由自身所唤醒者,也是正确的。唤醒是某种活动;而生命所昭示的,正是仿佛由自身沸腾、由自身翻滚的东西。
"Πλεοναχῶς δὲ τοῦ ζῆν λεγομένου." Τὸ πλεοναχῶς ἢ ἐπὶ τῶν ὁμωνύμων, ἢ ἐπὶ τῶν ὡς ἀφ’ ἑνὸς εἴωθε λέγειν. ἀλλ’ ὁμωνύμως οὐκ εἴρηται νῦν, ἐπειδὴ καὶ ὡς πράγματος ἑνὸς μίαν τοῦ ζῆν προβαλλόμεθα ἔννοιαν. ἐν δὲ τοῖς ἀφ’ ἑνὸς λεγομένοις, ὅσα μὲν τελείως, κἂν δευτέρως ἢ τρίτως ἢ ἐσχάτως, τελείως δὲ μετέχει, καὶ τῷ τῆς φύσεως τοῦ πράγματος προηγουμένως δηλωτικῷ καλεῖται ὀνόματι καὶ τῇ ἐξ αὐτοῦ παραγομένῃ μεθέξει· ὅσα δὲ ἀτελῶς μετέχει, τῇ μὲν ἀπ’ αὐτοῦ μεθέξει προσαγορεύεται, οὐ μὴν ἔτι τῷ τοῦ πράγματος προηγουμένως σημαντικῷ ὀνόματι. οἷον τὸ ἔτι γινόμενον εἶναι μὲν λέγομεν, ὂν δὲ οὐ φαμέν, καὶ λελευκάνθαι μὲν τὸ ἀτελὲς ἔτι, οὐχὶ δὲ λευκόν· καὶ ἰατρεύειν καὶ κιθαρίζειν τοὺς ἔτι μανθάνοντας, οὐ μὴν ἰατροὺς καὶ κιθαριστάς, καὶ τρέχειν μὲν καὶ γράφειν τοὺς παῖδας, οὐ δρομέας δὲ καὶ γραφέας. τοὺς μέντοι τελείους ὄντας καὶ εἶναι λέγομεν κιθαριστὰς καὶ κιθαρίζειν, καὶ τὰ ἄλλα ὡσαύτως. οὕτω δὴ καὶ ζῷα μὲν καλεῖ ὁ φιλόσοφος, ὅσα κατὰ τελείαν τὴν ἀφ’ ἑαυτῶν ἐγειρομένην χαρακτηρίζεται ζωήν, καὶ τὰ μὲν πρώτως ὡς 〈ἀφ’〉 ἑαυτῶν εἰς ἑαυτὰ ἐνεργοῦντα, τὰ δὲ δευτέρως ὡς ἀφ’ ἑαυτῶν εἰς ἄλλα, τὰ δὲ μέσως ὡς ἐφ’ ἑκάτερα, καὶ ταῦτα κατὰ διάφορα μέτρα· ἅπερ ἅπαντα καὶ ζῷα καὶ ζῆν λέγει. ὅσα δὲ ἀτελῆ καὶ οὐκ εἰλικρινῆ τὴν ἔνδοθεν ἔχει ἔγερσιν, ἀλλὰ μέσην ταύτης τε καὶ τῆς τοῦ πάντῃ ἑτεροκινήτου, ἵνα μὴ καὶ ἀμέσως τὸ ἀφ’ ἑαυτοῦ τῷ ἑτέρωθεν συνεχίζηται2 (τοιαῦτα δὲ τὰ κατὰ τὴν φυτικὴν ζῶντα ψυχήν), ζῆν μὲν λέγει, οὐ μὴν ἔτι ζῷα προσαγορεύει. διὸ καὶ τὴν διαφορὰν ὑποδεικνὺς τῶν ἐμψύχων πάντων πρὸς τὰ ἄψυχα τῷ ζῆν αὐτὰ διακρίνει, ὃ κοινὸν τῶν ὁπωσοῦν ζώντων ἐστίν· ὡς ὅταν γε ἀντιδιαιρῇ τὸ ζῆν πρὸς τὸ ζῷον, πρόδηλον ὅτι τὸ κατὰ τὴν ἀτελῆ μέθεξιν τῆς ζωῆς παραλαμβάνει ζῆν· τὸ γὰρ κατὰ τὴν τελείαν καὶ τῷ ζῴῳ προσήκει.
“既然活着是在多种意义上被述说的。” 他习惯于就同名异义的事物,或者由一物而言的事物使用“在多种意义上”。但现在并不是同名异义地被述说,因为我们也像对待单一事物那样提出了活着的一个概念。然而在由一物而言的事物中,凡是完全分有者,即便居于第二位、第三位或末位,只要是完全分有,就既以首要表明该事物本性的名称来称呼,又以由此派生的分有来称呼;但凡是不完全分有者,虽以由此派生的分有来称谓,却不再以首要意味该事物的名称来称谓。例如,对于仍在生成之中的事物,我们虽说它“存在着”,却不说它是“存在者”;对于尚未完满的事物,虽说它“已被弄白”,却不说它是“白色的”;对于仍在学习的人,虽说他们“行医”和“弹琴”,却绝不说他们是“医生”和“琴手”;对于孩童,虽说他们“奔跑”和“书写”,却不说他们是“奔跑者”和“记录者”。然而对于完满的人,我们既说他们是琴手,又说他们弹琴,其余皆依此类推。这样,这位哲学家也将凡以由自身唤醒的完满生命为特征的事物称为“动物”:有些首要地作为由自身作用于自身者,有些次要地作为由自身作用于他物者,有些居中地作为作用于两者,并且是依不同的尺度;对于所有这些,他既称之为“动物”,又说它们“活着”。但是凡在内部具有不完满且非纯粹的唤醒、而是居于此种唤醒与全然由他物推动者的唤醒之间,以便使由自身者与由他处者不致毫无中介地相连续的事物(依植物性灵魂而活着的事物正是如此),他虽说它们“活着”,却不再称它们为“动物”。因此,在指明一切有灵魂者相对于无灵魂者的差异时,他也以活着来区分它们,这是对无论以何种方式活着者所共同的;所以当他把活着与动物相对区分时,显而易见他所采取的是依对生命的不完全分有而言的活着;因为依完全分有而言的活着,也属于动物。
- 2.30ὀνομάζει δὲ τὴν συνήθειαν ἐνίοτε ὑπειδόμενος οὐχ ὡσαύτως
副词 οὐχ ὡσαύτως(不依相同方式)后置修饰动词 ὀνομάζει(命名),中间插入了分词短语 τὴν συνήθειαν ἐνίοτε ὑπειδόμενος(有时戒惕日常语用)。句子的核心骨架是在概念思考的相同性与语词命名的差异性之间建立对比。
- 2.31ἵνα μὴ καὶ ἀμέσως τὸ ἀφ’ ἑαυτοῦ τῷ ἑτέρωθεν συνεχίζηται
在表示目的的 ἵνα 从句中,主语是带有中性定冠词的介词短语 τὸ ἀφ’ ἑαυτοῦ(由自身而来者),动词 συνεχίζηται 支配与格补足语 τῷ ἑτέρωθεν(由他处而来者),意为“与……相连续”。这在句法上表达了新柏拉图主义关于无中介飞跃的层级连续性原则。
