- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:96.1-97.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德借助舟子与舟的比喻探讨灵魂与身体关系,并从先前的概略定义转向包含原因的精确定义的方法论过渡(413a8–413a13)。他阐明了该比喻的意涵、普遍概略规定的局限,并结合《后分析篇》中定义的三种类型(结论、中项、完整推论)及几何学求方实例进行了分析。
" Ἔτι δὲ ἄδηλον, εἰ οὕτως ἐντελέχεια τοῦ σώματός ἐστιν ἡ ψυχή, ὥσπερ πλωτὴρ πλοίου." Διὰ τοῦ “ἐνίων γὰρ ἐντελέχεια τῶν μερῶν ἐστιν αὐτῶν” τὴν πάντων σωμάτων ἀχώριστον παραδοὺς ζωήν, διὰ δὲ τοῦ “οὐ μὴν ἀλλ’ ἔνιά γε οὐδὲν κωλύει διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας” τὴν πάντῃ χωριστήν, διὰ τούτων ἐπὶ τῆς αὐτῆς τὸ συναμφότερον ὁρᾷ. ἡ γὰρ ὡς χρωμένη ἐντελέχεια καὶ ἀχώριστός πῃ τῷ ὅλως χρῆσθαι καὶ χωριστή πῃ ὡς ἐξῃρημένως ὑπηρετοῦντι τῷ ὀργάνῳ χρωμένη.1 εἰ δὲ καὶ πῇ μὲν χρῆται, πῇ δὲ μηδ’ ὅλως, ὡς τὸ τοῦ πλωτῆρος δηλοῖ παράδειγμα, τὸ μὴ χρώμενον αὐτῆς πάντῃ ἐστὶ χωριστόν. διὰ τί οὖν ἄδηλον ἔτι εἶπεν, εἰ καὶ πλάσαι χαλεπόν; καὶ γὰρ ἐναργῶς ἡ θεωρητικὴ οὐδὲ ὡς ὀργάνῳ χρῆται. ἢ ἐπεὶ τὸ χρῆσθαι ὑπάρχει καὶ ταῖς ἀλόγοις, ἄδηλόν ἐστι πρὶν ἑκάστῃ ἰδιοτρόπως ἐπελθεῖν, τίνι τε διακριτέον τὸ χρήσιμον ἐπ’ αὐταῖς παρὰ τὸ τοῦ ὀργάνου ὁριστικόν, καὶ ἐπὶ τίνων δεῖ καὶ χωριστὰς ἐνεργείας ζητεῖν.
“此外,灵魂是否如同舟子之于舟那样是身体的完全现实态,依然是不明显的。” 通过“因为在某些部分上,现实态正是这些部分本身的[现实态]”表明了不可脱离一切身体的生命,通过“然而,没有什么能阻止至少某些部分,因为它们并不是任何身体的现实态”表明了全然可脱离的[生命],通过这些话他在同一个事物上同时看到了这两者。因为作为使用者的完全现实态,在整体上使用它这一点上在某种意义上是不可脱离的,而在作为超越于其上使用服侍的器官这一点上在某种意义上又是可脱离的。如果像舟子的例子所表明的那样,它在某种意义上使用,而在另一种意义上完全不使用,那么它那不使用的部分就是全然可脱离的。那么,如果连想象都是困难的,他为何还说“依然不明显”呢?因为显然思观的[生命]甚至不用它作为器官。抑或因为使用也属于无理性的[灵魂],所以在针对每一灵魂进行特有考察之前,根据什么将它们身上有用的东西与规定器官的东西区分开来,以及在哪些灵魂上应当寻求可脱离的活动,尚是不明显的?
"Τύπῳ μὲν οὖν ταύτῃ διωρίσθω." Τύπον καλεῖ καὶ ὑπογραφὴν τὸν ἀποδοθέντα τῆς ψυχῆς λόγον, ἐπειδὴ μόνον ἀπεδίδου τὸ κοινῇ πάσῃ ὑπάρχον, ὁ δὲ ἀκριβὴς λόγος κατὰ τὴν ἑκάστου ἴδιον ἀποδίδοται οὐσίαν. ἴδιος δὲ ἡ καὶ τὸ κοινὸν ἰδιοτρόπως ὁρίζουσα.
“那么,就权且依这种方式概略地予以规定吧。” 他把所给出的灵魂定义称为概略和轮廓,乃是因为它仅仅给出了共同属于一切的事物,而精确的定义则是根据每一个所特有的实体给出的。特有的[实体]则是以特有方式规定共同者的实体。
"Ἐπεὶ δ’ ἐκ τῶν ἀσαφῶν μὲν φανερωτέρων δὲ γίγνεται τὸ σαφὲς καὶ κατὰ τὸν λόγον γνωριμώτερον." Ἐπεὶ οὐ τὸ ἀκριβὲς εἶχεν ὁ ἀποδοθεὶς λόγος διὰ τὸ μόνον ἐκφαίνειν τὸ κοινῇ πάσῃ ὑπάρχον, καὶ τοῦτο οὐχ ὡσαύτως, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς λεγόμενα, ὅθεν καὶ ἀδύνατον πασῶν ὁμοῦ τὸν ἀκριβῆ ἀποδοθῆναι λόγον, ἅτε μὴ συνωνύμων οὐσῶν, ἀλλὰ καθ’ ἑκάστην ἐπεξιέναι ἀνάγκη, εἰ τοῦ ἀκριβοῦς ἀντεχοίμεθα, πρὶν ἐπεξιέναι, τὸν τρόπον τῆς διδασκαλίας ἀφορίζεται2 ἐκ τῶν αἰτιατῶν εἰς τὰ αἴτια ἐπανιόντα. οὗτος γὰρ τοῖς μήπω τελείοις ἀλλ’ ἔτι ζητοῦσι σύμμετρος ὁ τρόπος. φύσει μὲν γὰρ καὶ τῷ ἑπομένῳ τῇ φύσει ἐπιστημονικῷ λόγῳ σαφέστερα τὰ αἴτια, πρὸς αἴσθησιν δὲ καὶ πρὸς ἡμᾶς τοὺς μήπω τελείους τὰ αἰτιατά, ὡς καὶ ἐν ἀρχῇ τῆς Φυσικῆς εἴρηται ἀκροάσεως. καὶ νῦν ἐκ τῶν ἀσαφῶν μέν, φησί, (ἐλλείπει δὲ τῇ λέξει τὸ τῇ φύσει καὶ τῷ λόγῳ) φανερωτέρων δὲ (καὶ πάλιν ἐλλείπει τὸ ὡς πρὸς ἡμᾶς καὶ τὴν αἴσθησιν) γίνεται τὸ σαφές· παρεῖται δὲ πάλιν τὸ τῇ φύσει, εἴρηται δὲ τὸ καὶ κατὰ τὸν λόγον γνωριμώτερον.
“然而,既然从[本性上]不清晰但[对我们]更显明的事物中,会产生出明晰且在理性上[本性上]更可知的事物。” 既然所给出的定义由于仅仅表明了共同属于一切的事物而缺乏精确性,并且这种属于并非以相同方式,而是作为由一物而言的事物,由此也不可能同时给出所有〔灵魂〕的精确定义,因为它们不是同名同义的,而是如果我们追求精确,就必须依次考察每一个;因此在进行考察之前,他规定了从结果上升到原因的教学方式。因为这种方式适合于那些尚未完满而仍在探求的人。事实上,正如在《自然哲学听读》开篇所说的那样,本性上以及对于遵循本性的科学理性而言,原因更为清晰,但对于感觉以及对于我们这些尚未完满的人而言,结果则更为显明。现在他说“从不清晰的(文句中省略了‘本性上和理性上’)但更显明的事物中(再次省略了‘对于我们和感觉而言’)产生出明晰的事物”;这里再次省略了“本性上”,但说了“并且在理性上更可知的事物”。
"Πειρατέον πάλιν οὕτως ἐπανελθεῖν." Τὸ μὲν πάλιν εἰπὼν ὡς ἤδη τινὰ ἀπογραφικὸν ἀποδοὺς λόγον, τὸ δὲ οὕτως ἐπανελθεῖν, ἐπειδὴ κρείττω καὶ ἀνώτερα τὰ τῷ λόγῳ γνώριμα τῶν πρὸς αἴσθησιν.
“应当尝试再次以这种方式回溯。” 说“再次”,是因为已经给出了某种描述性的定义;而说“以这种方式回溯”,是因为在理性上可知的事物比起相对于感觉的事物更为优越和崇高。
"Οὐ γὰρ μόνον τὸ ὅτι δεῖ τὸν ὁριστικὸν λόγον δηλοῦν." Τοῦ ἐπανελθεῖν τὴν αἰτίαν ἐπάγει, διὸ καὶ τῷ αἰτιολογικῷ χρῆται συνδέσμῳ, ἐπειδὴ μὴ ἐμμένειν δεῖ τοῖς αἰτιατοῖς, ἀλλ’ ἐντεῦθεν εἰς τὰ αἴτια ἀνάγεσθαι. εἴρηται δὲ ἐν τοῖς δευτέροις Ἀναλυτικοῖς, ὡς ὁ μέν τίς ἐστιν ὁρισμὸς συμπέρασμα ἀποδείξεως, ὁ δὲ μέσος ὅρος τοῦ συλλογισμοῦ, ὁ δὲ ὅλος συλλογισμὸς θέσει διαφέρων τῆς ἀποδείξεως. καὶ διώρισται ὡς ὁ μὲν κατὰ τὸ συμπέρασμα τοῦ αἰτιατοῦ καὶ τοῦ εἰδοποιουμένου ἐστὶν ὁρισμός, ὅπερ νῦν πρᾶγμα καλεῖ, ὁ δὲ κατὰ τὸν μέσον ὅρον τοῦ εἴδους καὶ τοῦ αἰτίου, ὁ δὲ θέσει τῆς ἀποδείξεως διαφέρων ὁ τὸ αἰτιατὸν ἅμα λέγων καὶ τὸ αἴτιον. οἷον ὁ ἄνθρωπος ζωῇ χαρακτηρίζεται λογικῇ, πεπερασμένα ἐχούσῃ μέτρα· τοῦτο δέ ἐστι ζῷον λογικὸν θνητόν, καὶ ἔστιν οὗτος τοῦ συνθέτου ὅρος, ἡ δὲ πεπερασμένα ἔχουσα μέτρα λογικὴ ζωὴ τὸ εἶδος τὸ καὶ τοῦ συμπεράσματος καὶ τοῦ πράγματος αἴτιον, τοῦ συνθέτου φημί. καὶ ἐφ’ οὗ αὐτὸς χρῆται παραδείγματος, ἐπειδὴ ἐὰν τρεῖς ὦσιν εὐθεῖαι ἀνάλογον, τὸ ἀπὸ τῆς μέσης ἀναγραφόμενον τετράγωνον ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ἄκρων περιεχομένῳ ὀρθογωνίῳ, ἑτερομήκει δηλαδὴ ὄντι, ὁ μὲν τὸ τετραγωνίσαι ἑτερόμηκες ὁριζόμενος τῷ ἴσον ἑτερομήκει ὀρθογώνιον εἶναι ἰσόπλευρον αὐτὸ τὸ ἀποτελούμενον καὶ δεικνύμενον ὁρίζεται,3 ὃ δὴ συμπέρασμα καλεῖ ὡς γεωμετρικῶς ἀποδεικνύμενον· ὁ δὲ μέσης τῶν τοῦ ἑτερομήκους ἀνίσων πλευρῶν εὕρεσιν αὐτὸ ὁριζόμενος τὴν αἰτίαν λέγει, δι’ ἧς καὶ γίνεται ἑτερομήκει ἴσον τετράγωνον καὶ δείκνυται, ὡς οὐ τοῦ συμπεράσματος μόνου εἰρῆσθαι τὴν αἰτίαν, ἀλλὰ καὶ τοῦ πράγματος.
“因为定义的言论不仅应当表明事实…” 他提出了回溯的原因,因此也使用了表原因的连词,因为不应停留在结果上,而应从那里上升到原因。在《后分析篇》中已经说过,一种定义是证明的结论,另一种是三段论的中项,还有一种是与证明仅在排列上不同的整个三段论。并且已经规定,依结论的定义是关于结果和被赋予形式者的(他现在称之为‘事物’),依中项的定义是关于形式和原因的,而在排列上与证明不同的定义则是同时陈述结果与原因的。例如,人以具有有限尺度的理性生命为特征;这就是‘有死且有理性的动物’,这是复合实体的定义,而具有有限尺度的理性生命则是作为结论与事物(我指的是复合实体)之原因的形式。在他自己所使用的例子中也是如此:如果三条直线成比例,由中项所作的正方形等于由外项所围成的长方形,即不等边四角形;那么,将长方形的正方形化定义为‘与长方形相等的等边矩形’的人,定义的是被制作出来并被证明的事物本身,正如几何学上所证明的那样,他确实称之为‘结论’;而将它定义为‘在长方形的不等边之间寻找比例中项’的人,陈述的则是使与长方形相等的正方形得以生成并被证明的原因,因此不仅说明了结论的原因,而且说明了事物的原因。
- 2.25ἡ γὰρ ὡς χρωμένη ἐντελέχεια καὶ ἀχώριστός πῃ τῷ ὅλως χρῆσθαι καὶ χωριστή πῃ ὡς ἐξῃρημένως ὑπηρετοῦντι τῷ ὀργάνῳ χρωμένη
主语是“作为使用者的完全现实态”(ἡ ὡς χρωμένη ἐντελέχεια),其后由 καὶ... καὶ 并列连接两个表语短语:“在某种意义上不可脱离”(ἀχώριστός πῃ)与“在某种意义上可脱离”(χωριστή πῃ)。前者的依据由与格冠词不定词 τῷ ὅλως χρῆσθαι 给出,后者的依据则由分词短语 ὡς ἐξῃρημένως... χρωμένη 说明。
- 2.27Ἐπεὶ οὐ τὸ ἀκριβὲς εἶχεν ὁ ἀποδοθεὶς λόγος ... πρὶν ἐπεξιέναι, τὸν τρόπον τῆς διδασκαλίας ἀφορίζεται
整个句子的骨架始于一个冗长的由 Ἐπεὶ οὐ τὸ ἀκριβὲς εἶχεν... 引导的原因从句,其内部嵌套了多个从属短语与从句(διὰ τό..., ὅθεν καί..., ἅτε μή..., ἀλλά... εἰ...),最终引向主句 πρὶν ἐπεξιέναι, τὸν τρόπον τῆς διδασκαλίας ἀφορίζεται(“在考察之前,他规定了教学方式”)。主动词为 ἀφορίζεται,隐含主语为亚里士多德。
- 2.29ὁ μὲν τὸ τετραγωνίσαι ἑτερόμηκες ὁριζόμενος τῷ ἴσον ἑτερομήκει ὀρθογώνιον εἶναι ἰσόπλευρον αὐτὸ τὸ ἀποτελούμενον καὶ δεικνύμενον ὁρίζεται
主语是分词短语 ὁ... ὁριζόμενος(“……定义的人”),谓语动词是 ὁρίζεται(“定义”),其直接宾语是 αὐτὸ τὸ ἀποτελούμενον καὶ δεικνύμενον(“被制作出来并被证明的事物本身”)。与格冠词不定词短语 τῷ ἴσον ἑτερομήκει ὀρθογώνιον εἶναι ἰσόπλευρον 表述定义内容,意为“通过作为与长方形相等的等边矩形”。
