- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:94.26-95.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解亚里士多德《论灵魂》413a4–6,探讨灵魂的不可脱离性与可脱离性。他论证指出,植物性与感觉性生命是身体器官不可脱离的完全现实态,而理性灵魂的思观理智全然不使用身体器官,因此能够脱离身体而独立存在。
" Ὅτι μὲν οὖν οὐκ ἔστιν ἡ ψυχὴ χωριστὴ τοῦ σώματος, ἢ μέρη τινὰ αὐτῆς, εἰ μεριστὴ πέφυκεν, οὐκ ἄδηλον." Διὰ τοῦδε τοῦ ῥητοῦ ὅτι καὶ πάσῃ1 τῶν θνητῶν ψυχῇ, περὶ ἧς ὁ λόγος, τὸ ἀχώριστον σώματος προσήκει, καὶ ὅτι τῇ λογικῇ καὶ τὸ χωριστόν, καὶ ὅτι πλεοναχῶς τὸ ἀχώριστον ἐνδείκνυται. καὶ πρός γε ὅτι οὐκ εἰ τὸ αὐτὸ καὶ χωριστὸν εἴη καὶ ἀχώριστον, μεριστὸν ἔσται, ἵνα κατὰ διάφορα μέρη ἔχῃ τὰ ἀντικείμενα, ἀλλ’ ἕτερον τρόπον καὶ οὐχ ὡς τὰ σώματα ὂν μεριστόν. διὸ καὶ ἐξ ὑποθέσεως ἔφη εἰ μεριστὴ πέφυκεν· οὐχ ὡς ἀγνοῶν ἢ ὡς μήπω δεδειχὼς ὅτι οὐ μεριστή, ἀλλ’ ὡς τρόπον μέν τινα ἀμέριστον πᾶσαν ψυχὴν καὶ εἰδὼς καὶ δεικνύς, ἐπειδὴ καὶ ἀσώματον (σῶμα γὰρ τὸ ἁπλῶς μεριστόν), τρόπον δὲ ἄλλον μέρη ἔχουσαν, εἰς τὴν ἐνέργειαν ἀπὸ τῆς οὐσίας διισταμένην βλέπων, καὶ εἰ τὸ μόνιμον τῆς λογικῆς καὶ 〈τὸ〉προϊὸν ὡς διάφορα καταριθμοίη μέρη, ὅλης ἅμα ἐν τῇ προβολῇ τῆς γενεσιουργοῦ ζωῆς καὶ προϊούσης καὶ μενούσης.2 οὕτω δὲ καὶ ἡ ὅλη σωμάτων ἀχώριστος λέγεται ἢ μέρη τινά, ἐπειδὴ καὶ τούτων ἑκάτερόν πως ἀληθὲς ἐπὶ τῆς λογικῆς, ὅλης τε ῥεπούσης καὶ προϊούσης εἰς σῶμα καὶ ὡς ὀργάνῳ αὐτῷ ὑπηρετοῦντι χρωμένης, καὶ αὖ μέρους τινὸς ὡς καὶ νῦν ἐχούσης τὸ μόνιμον, καὶ τούτου ὄντος χωριστοῦ· ἀλλὰ τὸ μὲν χωριστὸν ἴδιον τῆς λογικῆς, τὸ δὲ ἀχώριστον πάσης κοινὸν τῆς τῶν θνητῶν ψυχῆς, οὐχὶ ἑκάστης μόνως οὔσης ἀχωρίστου, ἀλλὰ τῆς λογικῆς τῆς καὶ τὸ χωριστὸν ἐχούσης. καὶ τὸ ἀχώριστον δὲ οὐχ ὡσαύτως ὑπάρχει ταῖς τε τῶν ὀργάνων ὡς ὀργάνων ὁριστικαῖς ζωαῖς καὶ ταῖς τούτοις χρωμέναις, οὐδὲ ταῖς φυτικαῖς τε καὶ ταῖς αἰσθητικαῖς· καὶ ἐν ταύταις δὲ πολὺ τὸ πρὸς ἀλλήλας διάφορον, καὶ ἔτι μειζόνως πρὸς πάσας τὸ ἐν ταῖς λογικαῖς ἀχώριστον, ἀρχικὸν ὂν τοῦτο καθαρῶς σωμάτων, ὅπερ οἶμαι καὶ αὐτὸς δηλῶν ἐπιφέρει· "Ἐνίων γὰρ ἡ ἐντελέχεια τῶν μερῶν ἐστιν αὐτῶν." Ἐνίων γὰρ λέγων ψυχῶν οὕτως ἔχειν τὴν ἐντελέχειαν, ὡς αὐτῶν τῶν σωματικῶν οὖσαν μερῶν, ὁποῖαι αἱ τῶν ὀργάνων ὡς ὀργάνων ὁριστικαὶ καὶ αἱ τοῖς φυσικοῖς πλησιάζουσαι εἴδεσιν ἐναργέστερον ἔχουσι τὸ εἶναι σωμάτων ἐντελέχειαι ἀχώριστοι· αἱ γὰρ χρώμεναι τοῖς ζῶσιν ὡς ὀργάνοις ἧττόν εἰσιν ἀχώριστοι καὶ μᾶλλον ἐμφαίνουσαι τὸ κατ’ οὐσίαν ὑπερέχον. δι’ ὧν ἅμα καὶ τὸ διάφορον τοῦ ἀχωρίστου ἐνδειξάμενος, ἐφεξῆς ὅτι καὶ πάντῃ χωριστή ἐστιν ἡ τῆς ψυχῆς οὐσία σαφῶς ὑπέμνησε, καὶ τὴν αἰτίαν προσθείς.
“因此,灵魂不是可脱离身体而独立的,或者如果它本性上是可分的,它的某些部分[不可脱离身体],这是显而易见的。” 通过这段话指明,关于正在讨论的有死者的所有灵魂,不可脱离身体属于它们,而可脱离性也属于理性灵魂,并且不可脱离性是在多种意义上〔属于它们〕的。此外还[表明],即使同一个事物既是可脱离的又是不可脱离的,它也不会为了根据不同部分拥有对立属性而成为可分的,而是以另一种方式可分,并不像物体那样可分。因此他在假设的前提下说“如果它本性上是可分的”;并非因为他不知晓,或者尚未证明灵魂不是可分的,而是因为一方面他既知晓又指明一切灵魂在某种方式上是不可分的,既然它也是无形体的(因为唯有物体才是纯粹可分的),但另一方面看到活动与其自身实体的区分,并且如果把理性灵魂的留住方面与流出方面列为不同部分,它就以另一种方式拥有部分,因为整个灵魂在产生生成的生命的放射中,既流出又同时留住。由此,整个灵魂或其某些部分被称为不可脱离身体,既然在理性灵魂上这两者中的每一方都以某种方式成真,整个灵魂既倾注并流向身体且把身体作为从属器官来使用,又在某个部分上即便是现在也保持着其留住方面,而这部分是可脱离的。然而可脱离性是理性灵魂特有的,而不可脱离性则对有死者的一切灵魂是共通的,这并非指每一灵魂都仅仅是不可脱离的,而是理性灵魂同时也拥有可脱离性。而且不可脱离性在那些将器官作为器官来规定的生命中,与在那些使用器官的生命中,存在的方式并不相同,在植物性生命与感觉性生命中也不相同;在这些生命之间彼此存在巨大差异,并且与所有这些相比,理性灵魂中的不可脱离性差异更大,因为它完全是物体的统摄者,我想他自己也是为了表明这一点而接着说道: “因为对于某些而言,现实态正是这些部分本身的[现实态]。” 因为他说某些灵魂的现实态具有这样的状态,即它是身体部分本身的现实态,例如那些将器官作为器官来规定的生命以及那些接近自然形式的生命,更明显地具有作为身体不可脱离的完全现实态的性质;因为那些将活着的事物作为器官来使用的生命较少是不可脱离的,并且更多展现出实体上的超越性。通过这些同时指明了不可脱离性的差异之后,他紧接着明确提醒道,灵魂的实体也是全然可脱离的,并附上了原因。
"Οὐ μὴν ἀλλ’ ἔνιά γε οὐθὲν κωλύει διὰ τὸ μηθενὸς εἶναι σώματος ἐντελεχείας." Ἔνια δηλαδὴ μέρη, ἐπειδὴ ἡ ὅλη ψυχὴ ἅμα τε μένει καὶ προέρχεται, καὶ θεωρεῖ οὐδὲν τοῦ σώματος δεομένη, κἂν πράττουσά τι χρῆται τῷ σώματι. μέρη δὲ τρόπον τινὰ αὐτῆς τὸ μόνιμόν τε καὶ τὸ θεωρητικὸν καλεῖται, καὶ αὖ τὸ προϊόν τε καὶ τὸ πρακτικόν. οὐδὲν δὲ κωλύειν ἔφη διὰ τὸ πᾶσαν ψυχὴν σώματος ἐντελέχειαν εἰρῆσθαι· ἐκώλυε γὰρ ἄν, εἰ καὶ καθ’ ὅλην αὐτὴν καὶ κατὰ πᾶσαν ἐνέργειαν ἑαυτῆς σώματος ἦν ἐντελέχεια. οὐδὲν δὲ κωλύει, εἰ ἔστι μέν, μὴ καθ’ ὅλην δὲ ἑαυτὴν μηδὲ κατὰ πᾶσαν ἐνέργειαν· ἔσται γὰρ ταύτῃ οὐδενὸς σώματος ἐντελέχεια. ὁ γὰρ νοῦς εἴ τι συνέχει σῶμα καὶ πλάσαι χαλεπόν,3 ὡς ἐν τῷ πρώτῳ εἶπε, [καὶ] ἐπειδὴ ὡς ἐν τῷ τρίτῳ ἐρεῖ, οὐδὲ ὡς ὀργάνῳ χρῆται τῷ σώματι ὁ θεωρητικός. διὸ οὐδὲ ἀμβλύνεται πρὸς τὴν τῶν ἐλασσόνων γνῶσιν ὑπὸ τῆς τῶν μειζόνων, ὡς ἡ αἴσθησις.
“然而,没有什么能阻止至少某些[可脱离],因为它们并不是任何身体的现实态。” “某些”显然是指部分,因为整个灵魂既留住又同时流出,并在进行思观时丝毫不需要身体,即使在实行某种行为时会使用身体。在某种方式上,它的留住的思观方面,以及流出的实践方面,被称为部分。他说“没有什么能阻止”,乃是因为曾说过一切灵魂都是身体的完全现实态;因为如果它依其全貌并且依其每一个活动都是身体的完全现实态,那确实会有所阻止。但如果它虽是完全现实态,却并非依其全貌也并非依其每一个活动,那就没有任何阻止了;因为在这方面它并不是任何身体的完全现实态。因为正如他在第一卷中所说,若问理智是否维系着某种身体,甚至很难想象;因为正如他在第三卷中所要说的,思观理智甚至不用身体作为器官。因此,它并不像感觉那样,会因为对更大事物的认识而在对较小事物的认识上变得迟钝。
- 2.22Διὰ τοῦδε τοῦ ῥητοῦ ὅτι καὶ πάσῃ
句首介词短语 Διὰ τοῦδε τοῦ ῥητοῦ 与句末的主要动词 ἐνδείκνυται 相连,后者统领一系列并列的 ὅτι 从句(ὅτι καὶ πάσῃ... καὶ ὅτι τῇ λογικῇ... καὶ ὅτι πλεοναχῶς... 以及下一句的 καὶ πρός γε ὅτι...;第二、三个 ὅτι 从句中承前省略 προσήκει)。
- 2.22ὅλης ἅμα ἐν τῇ προβολῇ τῆς γενεσιουργοῦ ζωῆς καὶ προϊούσης καὶ μενούσης
此为属格独立结构,以 ὅλης(整个灵魂)为逻辑主语,两分词 καὶ προϊούσης καὶ μενούσης 与 ἅμα 结合,表示灵魂在显现中“流出的同时又保持留住”的双重活动状态。
- 2.24ὁ γὰρ νοῦς εἴ τι συνέχει σῶμα καὶ πλάσαι χαλεπόν
该结构承袭亚里士多德《论灵魂》第一卷(411b18–19)的论述。主语 ὁ νοῦς 置于句首,间接疑问从句 εἴ τι συνέχει σῶμα(是否维系着某种身体)充当不定式 πλάσαι(想象)的宾语,依附于形容词 χαλεπόν(难以想象)。
