- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:93.27-94.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德在《论灵魂》第二卷第一章中从斧子的比喻过渡到对身体部分(眼睛与视觉)进行考察的段落。他阐明了眼睛与视觉之间两重形式与质料的关系并批判了亚历山大的解说,确认了灵魂作为第一完全现实态类似于清醒。
" Θεωρεῖν δὲ καὶ ἐπὶ τῶν μερῶν δεῖ τὸ λεχθέν." Ἀντὶ μὲν τοῦ ὅλου ζῴου τὸν ὀφθαλμὸν λαβών,1 ἀντὶ δὲ τῆς πάσης ψυχῆς τοῦ ζῴου τὴν ὄψιν. αὕτη γὰρ οὐσία ὀφθαλμοῦ ἡ κατὰ τὸν λόγον, τουτέστι κατὰ τὸ εἶδος, ὁ δὲ ὀφθαλμὸς ὕλη ὄψεως. οὐχ ὡς ὁ Ἀλέξανδρος ἐξηγεῖται, ὀφθαλμὸν νῦν λέγει τὸ σῶμα μόνον ἄνευ τῆς ὄψεως (εὐθὺς γοῦν ἐπάγει ὡς ἀπολιπούσης τῆς ὄψεως οὐκέτι ἐστὶν ὀφθαλμός), ἀλλ’ ἡ ὄψις διχῶς ἐστιν εἶδος τοῦ ὀφθαλμοῦ, πῇ μὲν ᾗ ὀργάνῳ χρῆται αὐτῷ ζωτικῷ, πῇ δὲ ᾗ ὄργανον αὐτὸν ἀποτελεῖ ζωτικόν· καὶ ὁ σὺν τῇ τοιαύτῃ ὄψει ὀφθαλμὸς ὕλη ἐστὶ τῆς χρωμένης ὄψεως, καὶ ἀπολιπούσης τῆς χρωμένης οὐκ ἔστιν ὀφθαλμός, ὅτι συναπολείπει καὶ ἡ ὡς ὄργανον αὐτὸ χαρακτηρίζουσα ὄψις. ἡ γὰρ χρωμένη καὶ ταύτης ἐνδοτικὴ παροῦσα, καὶ ἀφισταμένη κἀκείνην συναφίστησιν. εἰλήφθω τοίνυν, ὡς ἡ ὄψις πρὸς τὸν ὀφθαλμόν, οὕτως ἡ ὅλη αἴσθησις πρὸς τὸ ὅλον σῶμα τὸ αἰσθητικόν, καθὸ αἰσθητικόν. καὶ τοῦτο, ὡς σαφῶς καὶ αὐτὸς ἐπάγει, τὸ ἤδη ζῶν. οὐ γὰρ τὸ ἀποβεβληκὸς τὴν ψυχὴν ἢ ὡς τὸ σπέρμα εἴρηται τὸ δυνάμενον ζῆν, ἀλλὰ τὸ ἤδη ἔχον τὴν ζωήν· ἐπεὶ τὸ σπέρμα οὐ δυνάμει ζωὴν ἔχει, ἀλλὰ δυνάμει τοιόνδε ἐστὶ σῶμα, ὃ προσεχῶς ἐστι ζωῆς δεκτικὸν καὶ διὰ τοῦτο δυνάμει ζωὴν ἔχον, διὰ τὸ τῇ ζωῇ ὡς ὕλη ὑπεστρῶσθαι, τῇ τε ὡς ὄργανον αὐτὸ ὁριζούσῃ καὶ τῇ ὡς ὀργάνῳ αὐτῷ χρωμένῃ. καὶ γὰρ αὕτη εἶδος τοῦ ζῶντος σώματος, ὡς καὶ ὁ πλωτὴρ τοῦ πλοίου, ὅτι μὴ ἑαυτῆς οὖσα ζωοῖ καὶ κινεῖ τὸ σῶμα,2 καθάπερ τὸ οὐράνιον ἡ θειοτέρα ψυχή, ἀλλὰ ῥοπῇ καὶ νεύσει τῇ πρὸς αὐτό, καὶ πρὸς τὸ χρήσιμον κινοῦσα, ἀλλ’ οὐ διὰ μόνον τὸ ἤδη εἶναι ἐν τελειότητι. εἰκότως οὖν καὶ ὁ ὀφθαλμὸς ὕλη εἴρηται τῆς ὄψεως, καὶ τὸ ὅλον αἰσθητικὸν σῶμα καθὸ αἰσθητικόν, καὶ ἤδη ὂν αἰσθητικόν, ὕλη τῆς αἰσθήσεως τῆς ὡς ὀργάνῳ αὐτῷ χρωμένης.
“还必须就各部分来考察所说的话。” [他]以眼睛代替整个动物,以视觉代替动物的整个灵魂[来论述]。因为这[视觉]乃是眼睛依其定义、亦即依其形式的实体,而眼睛则是视觉的质料。并非如亚历山大所解释的那样,他现在把没有视觉的单纯身体称为“眼睛”(无论如何他随即补充道,视觉离开后它就不再是眼睛),而是视觉在两重意义上是眼睛的形式:一方面在于它将眼睛用作生命性器官,另一方面在于它将眼睛造就为生命性器官;而与这样一种视觉结合在一起的眼睛,乃是使用它的视觉的质料,当使用它的[视觉]离开后,它就不是眼睛了,因为那将其表征为器官的视觉也一同离开了。因为使用它的[视觉]临在时也赋予这一[器官性视觉],离去时也使那一[视觉]一同离去。因此应当设想,正如视觉之于眼睛,整个感觉之于整个感觉身体亦是如此,就其作为感觉身体而言。而这,正如他自己明确补充的那样,乃是已经活着的事物。因为能够活着的事物,所指的并非已经丢弃灵魂的事物,也不是像种子那样的东西,而是已经具有生命的事物;因为种子并非潜在地具有生命,而是潜在地是这样一种直接能接纳生命并因此潜在地具有生命的身体,这是由于它作为质料奠基于生命之下——既奠基于将其规定为器官的生命之下,也奠基于将其作为器官使用的生命之下。事实上这[生命]也是活着身体的形式,如同水手之于船一样,因为它使身体获得生命并推动身体,并非留在自身之内,就像更神圣的灵魂对待天体那样,而是通过对身体的倾向与专注,并朝着有用的目标推动,而不仅是由于自身已处于完全之中。因此,合理地,眼睛也被称为视觉的质料,而整个感觉身体就其作为感觉身体而言,并且作为已经具有感觉的事物,被称为将身体作为器官使用的感觉的质料。
"Ὡς μὲν οὖν ἡ τμῆσις καὶ ἡ ὅρασις, οὕτω καὶ ἡ ἐγρήγορσις ἐντελέχεια." Τοῦτο ἐκείνου ἐστὶ τοῦ λόγου συμπέρασμα, δι’ οὗ ἐδείκνυτο ἡ ψυχὴ οὐχ ἡ δευτέρα οὖσα τοῦ σώματος ἐντελέχεια, ἀλλ’ ἡ προτέρα καὶ ἤδη μεριζομένη καὶ διισταμένην ἔχουσα τῆς οὐσίας τὴν ἐνέργειαν. ὑποδείγμασι δὲ δύο πρὸς τὴν τοῦ ζῴου οὐσίαν χρησάμενος, τῷ πελέκει καὶ τῷ ὀφθαλμῷ, εἰκότως καὶ τῇ τμήσει καὶ τῇ ὁράσει ἐνταῦθα ὡς τῇ ἐγρηγόρσει ἐπὶ τοῦ αἰσθητικοῦ χρῆται. ταῦτα μὲν οὖν δῆλα. ὁ δὲ ὀφθαλμὸς ἡ κόρη εἶναι καὶ ἡ ὄψις εἴρηται3 καὶ τὸ ζῷον ἡ ψυχὴ καὶ τὸ σῶμα κατὰ τὴν εἰς τὰ προσεχῆ αἴτια ἀναφοράν· ὡς γὰρ ἐξ ἀμφοῖν ὄν, ἐπειδὴ οὐδέποτε τὸ σύνθετον ἡ ὕλη ἔστι καὶ τὸ εἶδος, ἀλλ’ ἐκ τούτοιν.
“因此,正如切割与观看,清醒也是完全现实态。” 这是那个论证的结论,通过那个论证曾表明,灵魂并非身体的第二完全现实态,而是第一完全现实态,它已经被区分开来,并具有与其自身实体相分离的活动。既然他曾对动物的实体使用了两个范例,即斧子和眼睛,合理地,他在讨论感觉者时,在这里也把切割和观看用作对应于清醒。这些事情固然清楚。至于说眼睛被说成是瞳孔与视觉,动物被说成是灵魂与身体,乃是依据对直接原因的归结;因为[它们被如此言说]乃是作为由二者构成之物,因为复合体绝非质料和形式本身,而是由这两者所构成的。
- 2.20Ἀντὶ μὲν τοῦ ὅλου ζῴου τὸν ὀφθαλμὸν λαβών
分词 λαβών(主动不定过去时阳性单数主格)在上下文中指亚里士多德,句中未带限定动词,呈现为注疏体中常见的省略性独立分词结构,意为“[他]取……[而论述]”。
- 2.20ὅτι μὴ ἑαυτῆς οὖσα ζωοῖ καὶ κινεῖ τὸ σῶμα
属格 ἑαυτῆς 与 οὖσα 连用,作表所属或状态的属格表语,加上否定词 μὴ 表示“并非处于自身之内/并非仅属于自身”。它与后文的 ῥοπῇ καὶ νεύσει τῇ πρὸς αὐτό(“通过对身体的倾向与专注”)相呼应,用以对比天体灵魂保持超然自足,而生物灵魂则向身体倾斜而赋予其生命。
- 2.21ὁ δὲ ὀφθαλμὸς ἡ κόρη εἶναι καὶ ἡ ὄψις εἴρηται
此句为依附于被动语态动词 εἴρηται 的主格加不定式结构(nominativus cum infinitivo)。主语 ὁ ὀφθαλμός(以及下文的 τὸ ζῷον)搭配不定式 εἶναι,表语为主格的 ἡ κόρη καὶ ἡ ὄψις(以及 ἡ ψυχὴ καὶ τὸ σῶμα)。后接的 ὡς γὰρ ἐξ ἀμφοῖν ὄν 使用中性单数分词,修饰复合事物整体(τὸ σύνθετον),解释为“[被如此言说]乃是作为由二者构成之物”。
