- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:92.30-93.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德以斧子为喻说明灵魂相对于身体的形式性规定之处(412b11–15),辛普利丘探讨了无灵魂的人工工具与有生命的器官性身体在工具性上的差异,并阐明了分离所带来的后果。
" Καθάπερ εἴ τι τῶν ὀργάνων φυσικὸν ἦν σῶμα, οἷον πέλεκυς "Ὄργανα τῆς ψυχῆς οὐ τὰ κατ’ αὐτὴν ζῶντά ἐστι σώματα μόνα, ἀλλὰ καὶ ἄψυχα· τὰ μὲν φυσικὰ οἷον λίθοι καὶ ξύλα τὰ ἐκκοπέντα, τὰ δὲ τεχνητά, ὡς τὰ φυσικὰ μὲν καὶ αὐτά, οὐχ ᾗ δὲ φυσικά, χρείαν τινὰ τῇ χρωμένῃ παρεχόμενα ψυχῇ, ἀλλὰ κατὰ τέχνην εὖ παρεσκευασμένα, ὡς ἀσπὶς καὶ ξίφος. εἴ τι οὖν τῶν τεχνητῶν ὀργάνων, φησί, (ταῦτα γὰρ νῦν ὄργανα καλεῖ, ὡς καὶ τὸ τοῦ πελέκεως δηλοῖ ὑπόδειγμα) φυσικὸν ἦν σῶμα, ὅπερ ὀργανικὸν φυσικὸν σῶμα δυνάμει ζωὴν ἔχον ἐν τῷ τῆς ψυχῆς ἔλεγεν ὁρισμῷ, εἰ τοιοῦτον ἦν ὁ πέλεκυς, ἦν ἂν τοῦτο τὸ εἶναι πελέκει. εἴωθε δὲ ὁ Ἀριστοτέλης ἐπὶ τῶν εἰδοποιουμένων αὐτὸ μὲν τὸ εἰδοποιούμενον προσαγορεύειν, τὸ δὲ εἶδος δηλοῦν τῷ εἶναι αὐτῷ.1 σημανεῖ δὲ αὐτῷ καὶ ἡ οὐσία πολλαχοῦ τὸ εἶδος, ὥσπερ καὶ νῦν ἑρμηνεύων τὸ τί ἦν εἶναι τῷ πελέκει τὴν οὐσίαν εἶπε, τουτέστι τὸ εἶδος. ἦν δ’ ἂν τοῦτο ἡ ψυχή, εἰ τὸ δυνάμει ζωὴν ἔχον ὁ πέλεκυς ἦν, καὶ ἦν ἂν καὶ ζωτικὸν ὄργανον καὶ τὸ χρώμενον ἔνδον ἔχον, καὶ χωρισθείσης ἐκείνης οὐκέτι ἔμενεν ὅπερ ἦν. κατὰ γὰρ τὸ εἶδός ἐστιν ἕκαστον ὅπερ ἐστί, τὰ μὲν ἁπλῶς φυσικὰ τὸ τοῦ κινεῖσθαι ἄρχον, τὰ δὲ ἔμψυχα τὸ καὶ τοῦ κινεῖσθαι ζωτικῶς καὶ αὐτὸ ὂν κινητικόν.2 ἐπιστῆσαι δὲ δεῖ ὡς οὐ πάντως φθείρεσθαι βούλεται ἀφισταμένην τοῦ σώματος τὴν ψυχήν· ὁ γὰρ χωρισμὸς ἐπὶ τῶν καὶ μετὰ τὴν διάλυσιν ὑφισταμένων λέγεται μᾶλλον. ἀλλ’ ἢ ὁμωνύμως φησί,3 διὰ τὸ καὶ τὰ τῶν τεθνεώτων ζῴων σώματα ὁμωνύμως τοῖς ζῶσι λέγεσθαι, κύνα φέρε καὶ ἵππον, καὶ τὰ μέρη ὡσαύτως, κεφαλὴν τυχὸν ἱππείαν.
“正如若某种工具是自然身体,例如斧子”灵魂的工具不仅是依据它而生活的身体,而且也是无灵魂之物:有些是自然的,例如被采伐的石头和木材;有些是人工的,即它们自身也是自然之物,却非就其作为自然之物而言,向使用它们的灵魂提供某种用途,而是依照技艺精心制备的,例如盾和剑。他说,因此,若人工工具中的某种(因为他现在称这些为工具,正如斧子的例子所示)是自然身体——正如他在灵魂的定义中所说的潜在具有生命的器官性自然身体——若斧子是这样的东西,这就会是斧子之所是。亚里士多德习惯于在被形式塑形的事物上,称呼被塑形者本身,而以“对其而言之所是”来表明形式。实体在他那里在很多地方也将表示形式,正如现在他在解释“斧子的本质所在”时称其实体,即形式一样。若斧子是潜在具有生命者,这就会是灵魂,它也会是生命性器官且在内部具有使用者,并且在那[灵魂]被分离之后,它就不再保持其原先所是。因为每一事物都依其形式而成其所是:单纯自然之物是依据主导其被推动的[形式],而有灵魂之物则是依据主导其生命性地被推动且自身亦具有推动力的[形式]。但应当注意,他决非意指灵魂在离开身体时毁灭;因为“分离”更多是用在解体后仍存续的事物上。他说“除非同名异义地”,因为死去的动物身体也是与活着的身体同名异义地被言说,比如狗和马,其各个部分同样如此,比如马头。
"Νῦν δ’ ἐστί πέλεκυς καὶ τὰ ἑξῆς." Ἐκ τῆς ἀντιπαραθέσεως τῶν ἀψύχων καὶ ὀργάνων ὁποῖόν ἐστι τὸ ζωτικὸν ὄργανον δηλοῖ. τὸ μὲν γὰρ ἄψυχον, καὶ αὐτὸ τῇ ψυχῇ πρός τινα ὑπουργοῦν χρῆσιν, καὶ χωρισθείσης τῆς χρωμένης οὐδὲν ἧττον τὴν ἑαυτοῦ ἔχει δύναμιν, ὅτι μὴ κατ’ αὐτὴν ὡρίζετο· τὸ δὲ ζωτικὸν καὶ ἔμψυχον οὐκέτι,4 ὅπερ φυσικὸν μέν ἐστι σῶμα καὶ οὐ τεχνητὸν ἢ τοιοῦτον, δεῖ δὲ ὡς δυνάμει ζωὴν ἔχον καὶ ὡς ζωτικῶς εἰδοποιούμενον ὀργανικὸν εἶναι τῇ ψυχῇ, εἴ γε τὸ τί ἦν εἶναι αὐτοῦ καὶ ὁ λόγος ἡ ψυχή, καὶ ὡς ὄργανον αὐτῇ ὑπηρετοῦν. ἐν αὐτῷ γὰρ ἡ τῆς κινήσεως καὶ στάσεως ἀρχὴ ὡς κινοῦσα καὶ ἱστῶσα, ὅπερ τῶν ἐμψύχων ἴδιον. οὕτω μὲν οὖν διὰ τῆς τῶν ἀνομοίων παραθέσεως τῶν ἀψύχων ὁποῖον τὸ τῶν ἐμψύχων παρέστησεν. ἐφεξῆς δὲ διὰ τῶν ὁμοίων· διὰ γὰρ τῶν μερῶν αὐτοῦ ὁποῖον καὶ τὸ ὅλον σαφηνίζει.
“但如今它是斧子,等等。” 通过并置对比无灵魂且为工具之物,他表明了生命性器官是何种事物。因为无灵魂之物即使自身为了某种用途而向灵魂效劳,在使用者分离之后也毫不减损地保持自身的功用,因为它并未依据灵魂而被规定;而生命性且有灵魂之物则不再如此。后者固然是自然身体而非人工的或此类的事物,但既然其本质所在与定义是灵魂,它作为潜在具有生命且被生命性地赋予形式者,就必须对于灵魂是器官性的,并作为工具为灵魂服务。因为在它内部有作为推动者与使静止者的运动与静止的始基,这正是有生命者的固有特征。因此,他就这样通过并置非类似的无灵魂之物,展示了有生命者的状况。紧接着他又通过类似的事物来展示;因为通过其各个部分,他也阐明了整体是何种事物。
- 2.18τῷ εἶναι αὐτῷ
此处指亚里士多德用与格表达本质的特有结构(即所谓的本质与格)。它与前文的 αὐτό(宾格)相对照:后者指质料性或复合性个体本身,而带有与格的冠词加不定式结构(τῷ εἶναι + 与格)则被解释为用以指示事物形式本质的惯用语。
- 2.18τὰ μὲν ἁπλῶς φυσικὰ τὸ τοῦ κινεῖσθαι ἄρχον, τὰ δὲ ἔμψυχα τὸ καὶ τοῦ κινεῖσθαι ζωτικῶς καὶ αὐτὸ ὂν κινητικόν
承接前文述语 κατὰ γὰρ τὸ εἶδός ἐστιν ἕκαστον ὅπερ ἐστί(“因为每一事物都依其形式而成其所是”),对比的主语(τὰ μὲν ἁπλῶς φυσικά 与 τὰ δὲ ἔμψυχα)与表示其形式具体内涵的成分(τὸ ... ἄρχον 及 τὸ ... ὂν κινητικόν)作为同位语性的表语补足成分并列。语法上通过补足前文的 κατὰ 或 ἐστί 来理解。
- 2.18ἀλλ’ ἢ ὁμωνύμως φησί
前一句澄清灵魂离开身体并不意味灵魂消灭之后,此处引述并解释紧接前述否定句“不再保持其原先所是”(οὐκέτι ἔμενεν ὅπερ ἦν)之后的亚里士多德原文(412b14)。否定表达之后的 ἀλλ’ ἢ 是表示“除非、除了”的惯用结构,意为:他说“除非同名异义地”。
- 2.19τὸ δὲ ζωτικὸν καὶ ἔμψυχον οὐκέτι
此句与前文关于无灵魂工具的分句(τὸ μὲν γὰρ ἄψυχον... οὐδὲν ἧττον τὴν ἑαυτοῦ ἔχει δύναμιν,“无灵魂之物……毫不减损地保持自身的功用”)形成对照。在 οὐκέτι 之后省略了前面的述语成分(τὴν ἑαυτοῦ ἔχει δύναμιν,“保持自身的功用”),意为“而生命性且有灵魂之物则不再[保持其功用]”。
