← 辛普里丘

亚里士多德《论灵魂》注释

§91.29-92.29

灵魂与身体的合一及形式本质的定义

辛普里丘依据《形而上学》中关于存在与一的学说,从形式与复合体的关系解释了亚里士多德为何认为无需探究灵魂与身体是否为一(412b6),随后阐释了灵魂作为依据定义的本质之普遍定义(412b9)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.16

" Διὸ καὶ οὐ δεῖ ζητεῖν, εἰ ἓν ἡ ψυχὴ καὶ τὸ σῶμα." Ἀκριβέστερον ἐν τῇ Μετὰ τὰ φυσικὰ διήρθρωται, ἅπαν μὲν τὸ ὂν πάντως εἶναι καὶ ἕν, ἀλλὰ τὸ μὲν εἶδος καὶ ὂν καὶ ἓν πρώτως καὶ καθ’ αὑτὸ ὑπάρχον. τὸ γὰρ σύνθετον κατὰ τὸ εἶδος·1 ὡς γὰρ τοῦ εἶναι, οὕτω καὶ τοῦ ἑνὶ εἶναι τὸ εἶδος τῷ συνθέτῳ αἴτιον, ἐπὶ πάντων μὲν ὡς τὸ καθ’ ὅ, ἐπὶ δὲ τῶν ἐμψύχων καὶ ὡς τὸ ὑφ’ οὗ, διότι ἴδιον τῶν ἐμψύχων παρὰ τὰ ἄλλα φυσικὰ σώματα τὸ ἐν αὐτοῖς ἔχειν τὴν τοῦ κινεῖν ἀρχήν. πλεοναχῶς μὲν οὖν καὶ τὸ ἓν καὶ τὸ εἶναι, ὅτι ἢ καθ’ αὑτὸ ἢ καθ’ ἕτερον ἢ ὡς ἀτελὲς καὶ δυνάμει, οἷον τὸ ὑλικόν, τὸ δὲ κυρίως ἡ ἐντελέχειά ἐστιν, ἐπειδὴ καθ’ αὑτὸ καὶ πρώτως καὶ αἴτιον καὶ τῷ συνθέτῳ ἐξ ἀνάγκης ὄντι τε καὶ ἑνὶ ὄντι, ὡς κατὰ τὸ καθ’ αὑτὸ ὄν τε καὶ ἓν ὁριζομένῳ. ὡς γὰρ τὸ τῇ λευκότητι χαρακτηριζόμενον λευκόν, οὕτω καὶ τὸ τῷ ὄντι καὶ τῷ ἑνὶ ὄν τε καὶ ἓν κατὰ μέθεξιν καὶ συνθέτως, ἀλλ’ οὐχ ἁπλῶς οὐδὲ καθ’ αὑτό, ἵνα ὃν ἔχει λόγον τὸ λευκὸν πρὸς τὴν λευκότητα, τοῦτον ἔχῃ καὶ τὸ ὁριζομένως ὄν τε καὶ ἓν πρὸς τὸ εἰδητικῶς ὄν τε καὶ ἕν, κἂν μὴ τὰ ὀνόματα ἐπὶ τούτων ᾖ διάφορα, ὡς ἐπὶ τῆς λευκότητος καὶ τοῦ λευκοῦ.

“因此也无需探究灵魂与身体是否是一。” 在《形而上学》中已更精确地阐明,凡是存在者都无论如何也是一,然而形式在首要意义上且依其自身既是存在者也是一。因为复合体乃是依据形式[而是存在者且是一];因为如同是存在的原因一样,形式同样也是复合体成为一的原因——在一切事物上是作为“依其所在”[的原因],而在有生命者身上则也是作为“依其由之”[的原因],因为有生命者有别于其他自然身体的固有特征在于其自身内部具有推动的始基。因此,“一”和“存在”也是在多种意义上被说的,即或是依其自身,或是依他者,或是作为不完全者及潜在者(例如质料性的东西);但在本真意义上则是完全现实态,因为它依其自身且首要地[存在且是一],并且对于依据依其自身存在且是一者而被规定的复合体而言,也是使其必然既是存在者又是一的原因。因为如同以白特征化者是白物一样,依此,以“存在者”与“一”[特征化者]也是分有性地且复合地既是存在者又是一,但并非单纯地或依其自身,这是为了让被规定地存在且是一者对于形式性地存在且是一者所具有的比例,恰如白物对于白所具有的比例一样,哪怕在这些事物上名称并不像在白与白物上那样互有差别。

§2.17

"Καθόλου μὲν οὖν εἴρηται τί ἐστιν ψυχή· οὐσία γὰρ ἡ κατὰ τὸν λόγον. τοῦτο δὲ τὸ τί ἦν εἶναι τῷ τοιῳδὶ σώματι." Ἔστι μὲν οὖν τοῦτο συμπέρασμα τῶν ἐν τῷ δευτέρῳ βιβλίῳ προειρημένων. τὸ δὲ καθόλου οὐχ ὡς τὸ συνωνύμως κατηγορούμενον ἀκουστέον, ἀλλ’ ὡς τὸ κοινὸν ἅμα καὶ ἐξηλλαγμένον. τὸ δὲ οὐσία γὰρ ἡ κατὰ τὸν λόγον ἀντὶ τοῦ ἡ κατὰ τὸ εἶδος εἴρηται. καὶ ἁρμόζει μᾶλλον ἐπὶ τῆς ψυχῆς τὸ κατὰ τὸν λόγον φάναι ἢ κατὰ τὸ εἶδος, διὰ τὴν εἰς ἀνέλιξιν ἐκ τοῦ ἀμερίστου ὑπόβασιν. πρὸς δὲ τῆς εἰδητικῆς ἐστιν αἰτίας καὶ ὁ λόγος, ἀλλ’ ἐπεὶ καὶ εἴδη καὶ λόγοι οἱ μέν εἰσι χωριστοὶ πάντῃ σωμάτων, οἱ δὲ ἀχώριστοι, οὐχ ὡς οὐσιούμενοι ἐν αὐτοῖς (οὐσίαι γὰρ πρῶται τὰ εἴδη) ἀλλ’ ὡς σωμάτων ὁριστικοὶ καὶ ταύτῃ ἀχώριστοι, οὐ χωριστὸν εἶδος ἢ λόγον εἶναι συμπεραίνεται τὴν ψυχήν, ἀλλ’ ὡς τὸ τί ἦν εἶναι τῷ τοιῷδε οὖσαν σώματι2 (τοῦτο γὰρ ὀργανικοῦ ἦν σώματος ἐντελέχεια), ἐπειδὴ τοῦτο ἦν κοινὸν καὶ τῇ λογικῇ ἐν ἡμῖν ζωῇ πρὸς τὰς ἄλλας ψυχάς. τὸ δὲ κοινὸν ἰδεῖν ἐβουλόμεθα πρῶτον. τὸ γὰρ ὅσον τῆς λογικῆς ψυχῆς χωριστὸν καὶ ἤδη ἐν τῷ πρώτῳ ᾐνίξατο καὶ ὕστερον ἐν τῇ ἰδίᾳ θεωρίᾳ παραδώσει. μεμνῆσθαι δὲ χρή, ὡς τὸ τί ἦν εἶναι τοῦ φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος σώματος διττόν, τὸ μὲν ὡς τὸ χρώμενον καὶ κινοῦν, τὸ δὲ ὡς τὸ καθ’ ὅ ἐστι ζωτικὸν ὄργανον καὶ ζωτικῶς κινούμενον.

“因此,普遍地说明了灵魂是什么:因为它是依据定义的实体。而这就是对于此类身体的本质所在。” 因此,这是第二卷中前述诸内容的结论。但“普遍地”不可理解为同义地被述说者,而应理解为同时是共同的且有所差异者。而“因为它是依据定义的实体”是用来替代“依据形式的[实体]”而说的。并且对于灵魂而言,说“依据定义”比说“依据形式”更为贴切,这是由于它从不可分割者向展开状态下降的缘故。定义也属于形式因,但既然无论形式还是定义,有些完全与身体相分离,有些则不可分离——不可分离并非由于它们在身体中获得实体化(因为形式乃是第一实体),而是作为身体的规定者并在此意义上不可分离——因此得出结论,灵魂并非分离的形式或定义,而是作为此类身体的本质所在而存在(因为这就是器官性身体的完全现实态),既然这一点对于我们内部的理性生命而言与其余灵魂也是共同的。而我们此前正是希望先考察这共同者;因为理性灵魂中分离的部分,不仅已经在第一卷中有所暗示,而且随后将在其固有的理论考察中加以传授。但应当记住,潜在具有生命的自然器官性身体的本质所在是双重的:一方面是作为使用者与推动者,另一方面则是作为〔身体〕依其而是生命性器官并生命性地被推动的那一者。

语法注2 条
  1. 2.16τὸ γὰρ σύνθετον κατὰ τὸ εἶδος

    此处承接前句的谓词(“形式在首要意义上且依其自身既是存在者也是一”),省略了谓语部分,应补充理解为“因为复合体乃是依据形式[而是存在者且是一]”。

  2. 2.17οὐ χωριστὸν εἶδος ἢ λόγον εἶναι συμπεραίνεται τὴν ψυχήν, ἀλλ’ ὡς τὸ τί ἦν εἶναι τῷ τοιῷδε οὖσαν σώματι

    主动词 συμπεραίνεται(无人称被动态,“得出结论为……”)起初引导带有主格宾格 τὴν ψυχήν 的宾格不定式结构(οὐ χωριστὸν εἶδος ... εἶναι),但在后半句对比中通过错格(anacoluthon)转接为与 τὴν ψυχήν 一致的宾格分词(ἀλλ’ ὡς ... οὖσαν),语义为“得出结论:灵魂并非分离的形式,而是作为本质所在而存在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:91.29-92.29