- 底本
- Simplicius, In Aristotelis Libros De Anima Commentaria [Sp.?] (fort. auctore Prisciano Lydo). Commentaria in Aristotelem Graeca XI, ed. M. Hayduck, Berlin: Reimer 1882, pp. 1-329. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:90.28-91.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘剖析了亚里士多德灵魂定义中“潜在具有生命”与“器官性身体”所表征的生命的双重维度(被形式化的底层生命与使用并推动它的生命),论述了植物各部分的合目的工具性,并解释了提出普遍共同定义时的审慎留保(412b4)及省略该表述的原因。
" Σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος." Εἴρηται ὡς διττὴ ἡ ψυχικὴ τῶν θνητῶν ζωή, ἡ μὲν καθ’ ἣν τὸ ὄργανον ὡς ὄργανον εἰδοποιεῖται, ἵνα καὶ ὄργανον ᾖ ψυχῆς, ἡ δὲ ὡς χρωμένη τῷ ἤδη ζῶντι ὀργάνῳ, οὐχ ἑτέρα παντελῶς ζωή (οὐ γὰρ ἂν αὐτοφυῶς ἐχρῆτο, καὶ ἐκινεῖτο ἑτέρωθεν ζῶν),1 ἀλλ’ ἔστι μία τὸ δυοειδὲς ἐμφαίνουσα, τὸ μὲν ὡς εἰδητικὸν τοῦ ὀργάνου οὐχ ὡς κινοῦν, ἀλλ’ ὡς κινουμένου ζωτικῶς χαρακτηριστικόν, τὸ δὲ ὡς κινοῦν καὶ χρώμενον. καὶ γὰρ πᾶσα ψυχὴ ἡ τῶν θνητῶν κατ’ ἄμφω ἐστὶν ἐντελέχεια, ἐπειδὴ καὶ ζωτικῶς κινεῖται, καὶ τὸ κινοῦν ἔνδον. καὶ τὸ διττὸν αὐτῆς ὁ Ἀριστοτέλης κατὰ τὴν ἐντελέχειαν παραδίδωσι, τὴν αὐτὴν καὶ τοῦ δυνάμει ζωὴν ἔχοντος λέγων καὶ σώματος ὀργανικοῦ. καὶ συντρέχει μὲν ἄμφω πάντως, ὡς καὶ τὸ δυνάμει ζωὴν ἔχον ὄργανον εἶναι ψυχῆς, καὶ τὸ ψυχῆς ὄργανον δυνάμει ζωὴν ἔχειν· ἀλλ’ οὐ ταὐτὸν ὅμως ἄμφω σημαίνει, ἀλλὰ τὸ μὲν τὴν ἐσχάτην μόνην ἐμφαῖνον ζωήν, καθ’ ἣν ὡς κινούμενον ζωτικῶς εἰδοποιεῖται, τὸ δὲ τὴν ὡς χρωμένην αὐτῷ καὶ κινοῦσαν. διὸ ἀμφοῖν δεῖ τῷ τελείῳ τῆς ψυχῆς ὅρῳ, ἵνα καὶ ὅτι ὡς ὀργάνῳ χρῆται τῷ σώματι δηλῶται.
“潜在具有生命的自然身体的。” 前文已说明,有死之物的灵魂生命是双重的:其一依之使器官作为器官被形式化,以便它也成为灵魂的器官;其二则是使用已然活着的器官的生命。这绝非完全不同的生命(否则它就不是出于本性地使用它,而一个活物也会从外在处被推动),而是一条展现出双重形式的生命:一方面作为器官的形式性因素,不是作为推动者,而是作为生命性受动者的规定性特征;另一方面则是作为推动者与使用者。因为事实上,有死之物的一切灵魂在两方面都是完全现实态,既然它不仅生命性地被推动,且推动者就在内部。亚里士多德依据完全现实态阐释了它的这种双重性,把同一种现实态既说成是“潜在具有生命者”的,又说成是“器官性身体”的。固然两者必然重合,从而潜在具有生命者即是灵魂的器官,而灵魂的器官也潜在具有生命;然而二者表达的含义并不相同,一方仅表明那最底层的生命,器官依此生命作为生命性地被推动者而获得形式,而另一方则表明使用它并推动它的生命。因此在灵魂的完全定义中需要两者,以便也能表明灵魂把身体作为器官来使用。
"Ὄργανα δὲ καὶ τὰ τῶν φυτῶν μέρη." Ἐπειδὴ ἐσχάτη οὖσα ἡ τῶν φυτῶν ψυχὴ ἐντελέχεια μέν ἐστιν ἐναργῶς τοῦ δυνάμει ζωὴν ἔχοντος, οὐ δήλως δὲ τὸ ὡς ὀργάνῳ χρώμενον (οὐ γὰρ δοκεῖ ἐξῃρημένον τι ἔχειν, ἵνα καὶ κινῇ), πιστοῦται ὡς οὐ μόνον ζῇ τὰ τῶν φυτῶν μέρη, ἀλλὰ καὶ ὡς ὄργανα τῇ ψυχῇ ἄλλα πρὸς ἄλλων χρείαν ὑπηρετεῖ, ὡς καὶ ἐν τῇ φυτικῇ ψυχῇ τὸ χρώμενον εἶναι. οὐ γὰρ ἀπὸ ταὐτομάτου τὰ μὲν φύλλα σκέπει τὸ περικάρπιον, τοῦτο δὲ τὸν καρπόν, ἢ τὴν τροφὴν αἱ ῥίζαι ἀναλόγως στόματι ἕλκουσαι τῆς γῆς τῷ ὅλῳ διαπέμπουσι φυτῷ, κινούμεναι δὲ ὑπὸ τῆς ἐν αὐτῷ ψυχῆς2 ἕκαστα πρὸς ἄλληλά τε καὶ πρὸς τὸ ὅλον συνταττούσης καὶ κινούσης ἔνδοθεν ἕκαστα πρὸς τὸ οἰκεῖον ἔργον.
“而植物的部分也是器官。” 由于植物的灵魂处于最末等,它固然明白地是潜在具有生命者的完全现实态,但它作为将身体当作器官来使用的一方却不明显(因为它似乎并不拥有某种超拔独立的要素用以推动),因此这里证明,植物的部分不仅活着,而且一些作为器官为了另一些的需要而服侍灵魂,从而在植物性灵魂中也有使用者。因为绝非出于偶然,树叶遮蔽外果皮,外果皮遮蔽果实,或者根部如同嘴巴一样从大地吸取养分并输送给整个植物;相反,它们乃是受其中的灵魂推动而如此,这灵魂将各部分相互之间以及与整体协调起来,并从内部推动每一部分走向其固有的功能。
"Εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν." Τῆς ἔξω δηλαδὴ τεινομένης πρὸς τὸ σῶμα νευούσης, ἣ καὶ ὡς ὀργάνῳ χρῆται τῷ σώματι· ὡς τήν γε ἐν αὐτῇ μένουσαν καὶ οὐ τοῦ σώματος τῇ πρὸς αὐτὸ ῥοπῇ γινομένην, ἀλλ’ ἑαυτῆς ἐκεῖνο ποιουμένην νοῦν προσαγορεύει. ἐπεὶ δὲ τὸ κοινὸν οὐ συνώνυμον, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς λεγόμενα,3 τῶν δὲ τοιούτων εἴρηται ὡς ἀδύνατον ἄνευ τοῦ καθ’ ἕκαστον ἰδίου ἀκριβῆ ἀποδοῦναι ὅρον, δεῖ δὲ ἑκάτερον καὶ τὸ κοινὸν καὶ τὸ ἴδιον γνωρίσαι, διὰ τοῦτο καὶ λέγει τὸ κοινῇ πάσῃ ὑπάρχον, καὶ μετά τινος ἐπιτιμήσεως ἐφιστάνει εἰ δεῖ λέγειν, ἐπειδὴ ἀναγκαῖον μὲν λέγειν, οὐκ ἀρκεῖ δὲ εἰ μὴ προστεθῇ καὶ τὸ ἴδιον. μνησθεὶς δὲ τοῦ κοινοῦ ὅρου παρῆκε τὸ δυνάμει ζωὴν ἔχον, ὡς πάντως τῷ τῆς ψυχῆς προσεχεῖ ὀργάνῳ συνεισαγόμενον· ζῆν γὰρ αὐτὸ ἀνάγκη, ἵνα διὰ τῆς ζωῆς τῇ κινούσῃ συναπτόμενον ψυχῇ ἀβιάστως καὶ μόνῃ τῇ ὁρμῇ τῆς ψυχῆς ἐγείρηται.
“那么,如果必须说出对一切灵魂共同的某种东西。” 显然这是指朝向外部伸展并偏向身体的灵魂,它也把身体作为器官使用;因为对于留居在自身之中、并不因向着身体的倾斜而属于身体,反而使身体归属于自身的灵魂,他[亚里士多德]称之为理智。然而由于这共同者并非同名同义的,而是属于从一个源头所说的事情,对于这类事情已经说过,若没有每一事物的特有属性,便不可能给出严格的定义,但知晓共同者与特有者两者又是必要的,正因如此,他不仅指出了共同属于一切者的东西,而且带着某种批评与审慎强调“如果必须说出”,因为说出固然是必要的,但若不附加特有者便不够充分。在提及共同定义时,他省略了“潜在具有生命”,因为这一要素完全随灵魂的直接器官一同被引入;因为这器官自身必须活着,以便通过生命与推动着的灵魂相连接,从而不带强迫地、仅仅凭借灵魂的冲力便被激发起来。
- 2.13οὐ γὰρ ἂν αὐτοφυῶς ἐχρῆτο, καὶ ἐκινεῖτο ἑτέρωθεν ζῶν
带有 ἄν 与未完成过去时直说法的无显式条件从句的虚拟/非现实假设句(省略了“如果灵魂与身体的生命全然不同”的前提)。前一动词 ἐχρῆτο 的主语是灵魂,而后一动词 ἐκινεῖτο 的主语则是具有生命的身体(由中性主格单数分词 ζῶν 修饰,指代作为活体器官的事物)。
- 2.14κινούμεναι δὲ ὑπὸ τῆς ἐν αὐτῷ ψυχῆς
阴性主格复数分词短语,与前文的否定分句 οὐ γὰρ ἀπὸ ταὐτομάτου... 构成对照。在语法上它与紧邻的前述主语 αἱ ῥίζαι(根)一致,但在意义上则统括承接叶、果皮等植物各部分的活动,说明它们均由内在灵魂所推动。
- 2.15ὡς τὰ ἀφ’ ἑνὸς λεγόμενα
哲学用语,指以某一根源为准的“核心多义性”(即以单一源头为基准而被述说者,aph' henos / pros hen)。它指明灵魂的共同定义并非纯粹同名同义的(如同一属之于种),而是参照主要者而构成的阶序性共同表述。
