← 辛普里丘

亚里士多德《论灵魂》注释

§89.13-90.27

生成中的在先性与作为第一完全现实态的灵魂

辛普利丘针对亚里士多德“知识在生成上在先”的说法,探讨了灵魂若是未生成的,何以被规定为第一完全现实态。他借助伊安布里柯的观点,将灵魂界定为未生成者与生成者之间的中介,并断定灵魂是因其现实活动与实体的分割而依照其生成方面成为第一完全现实态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.12

" Προτέρα δὲ τῇ γενέσει ἐπὶ τοῦ αὐτοῦ ἡ ἐπιστήμη." Ἐπὶ γὰρ πάσης γενέσεως ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον ἡ προκοπή, καὶ τὰ πρότερα τῶν ὑστέρων ἀτελέστερα καὶ ἡ ἄνευ τοῦ ἐνεργεῖν ἐπιστημονικὴ ἕξις ἧττον τελεία τῆς μετὰ τοῦ ἐνεργεῖν. τῇ μὲν οὖν φύσει καὶ τῇ οὐσίᾳ καὶ ὡς αἴτιον πρότερον τοῦ ἀτελοῦς τὸ τέλειον· ἐν δὲ τῷ γίνεσθαι πρότερον κατὰ χρόνον τὸ ἀτελὲς τοῦ τελείου. καίτοι τότε ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ ἄμφω τό τε ἀτελὲς καὶ τὸ τέλειον θεωρεῖται, ἐπεὶ κἀν τῇ γενέσει ἄλλο τι δεῖ τέλειον προυπάρχειν, ἐξ οὗ τὸ ἐν ἄλλῳ ἀτελές, οἷον τὸ σπέρμα ἐκ τοῦ ἤδη τελείου τοῦ γεννῶντος αὐτὸ ζῴου. ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ τὸ ἀτελέστερον πρότερον· σπέρμα γὰρ πρότερον, εἶτα ἔμβρυον, εἶτα ζῷον. ἀλλ’ εἰ ἀγένητος ἡ ψυχή, πῶς κατὰ τὸ ἀτελέστερον οὐσιωμένη ὕστερόν ποτε τὸ τελειότερον ἴσχει, ὅταν ἐνεργῇ; σαφῶς γὰρ καὶ ὁ Ἀριστοτέλης τὸ οὕτω πρότερον τῇ γενέσει ἀπέδωκεν, καὶ διὰ τοῦτο τῇ ψυχῇ προσήκειν τὴν πρώτην ἐντελέχειαν ὡς μὴ παντελῶς τελείαν· καὶ οὐ δήπου ὡς Πλάτων τῷ τῆς γενέσεως ὀνόματι χρώμενος ἐπὶ τῆς ψυχῆς διὰ τὴν πρώτην εἰς μερισμὸν ὑπόβασιν, ἀλλ’ οὐχ ὡς ποτὲ οὔσης, ἀγενήτου καὶ ἀνωλέθρου αὐτῷ δεικνυμένης καὶ τῆς ἡμετέρας ψυχῆς, οὔπω λέγω τῆς κρείττονος, ἣν ἀρίστην προσαγορεύει τῶν γενητῶν· ἀλλ’ ὅ γε Ἀριστοτέλης ἐπὶ τῶν ποτὲ ὄντων τῷ γενητῷ χρῆται.1 ἢ εἰ καὶ μὴ κατ’ οὐσίαν, ἀλλὰ κατ’ ἐνέργειαν καὶ τελειότητα τὸ γενητὸν καὶ φθαρτὸν σαφὲς ἐπὶ τῆς ἀνθρωπίνης ψυχῆς, καὶ κακυνομένης καὶ πεδουμένης ποτέ. εἰ δέ, ὡς τῷ Ἰαμβλίχῳ δοκεῖ, οὐκ ἂν ἐξ ἀπαθοῦς καὶ τελείας οὐσίας διεστραμμένη καὶ ἀτελὴς προΐοι ἐνέργεια, εἴη ἂν παθαινομένη πως καὶ κατ’ οὐσίαν· ὡς καὶ ταύτῃ εἶναι μέση οὐ τῶν μεριστῶν μόνον καὶ ἀμερίστων οὐδὲ τῶν μενόντων καὶ προεληλυθότων οὐδὲ τῶν νοερῶν καὶ ἀλόγων, ἀλλὰ καὶ τῶν ἀγενήτων καὶ γενητῶν, κατὰ μὲν τὸ μόνιμον ἑαυτῆς καὶ νοερὸν καὶ ἀμέριστον ἀγένητος οὖσα, κατὰ δὲ τὴν πρόοδον καὶ τὸ μεριστὸν καὶ τὴν πρὸς τὸ ἄλογον κοινωνίαν γινομένη, οὐδὲ τὸ ἀγένητον εἰλικρινὲς ἔχουσα, οἷον τὸ νοερόν, ἐπειδὴ οὐδὲ τὸ ἀμέριστον ἢ τὸ μόνιμον, οὐδὲ τὸ γενητὸν τοῖς ἐσχάτοις ὅμοιον, τοῖς ὅλως ποτὲ μὴ οὖσιν· ἀλλὰ τὸ μὲν οἷον ἐξίστασθαί πως ἑαυτοῦ ποτε τῇ πρὸς τὴν γένεσιν κοινωνίᾳ καὶ οὐχ ἁπλῶς ἔτι μένειν, ἀλλὰ τὸ συναμφότερον ὁμοῦ μένειν τε ὅπερ ἐστὶ καὶ γίνεσθαι, τὸ δὲ οὐδέποτε τοῦ ἀγενήτου ἀπολειπόμενον, ἀλλ’ ἀεὶ αὐτῷ συνηρτημένον καὶ ἔνδοθεν ἔχον τὸ διαμένειν καὶ οἷον ἐπιρρέον καὶ ἀναπληρωματικὸν τοῦ ἀπογινομένου. ἀλλὰ τὸ μὲν γενητὸν αὐτῆς καὶ προϊὸν οὐδέποτε ἄνευ τοῦ μονίμου καὶ ἀγενήτου, τὸ δὲ ἀγένητον αὐτῆς ποτε πάσης ἀπαλλάσσεται τῆς πρὸς γένεσιν κοινωνίας ἐν τῇ χωριστῇ ἀπὸ σωμάτων ζωῇ. διὸ καὶ ἀθάνατος ἡ ψυχὴ καὶ μόνιμος, ἀεὶ μὲν τῆς νοερᾶς ζωῆς ὑφειμένην ἔχουσα τὴν ἀθανασίαν καὶ μονιμότητα, καὶ πρὸς ἑαυτὴν δὲ ἡ ἡμετέρα διαφορουμένη· καὶ ἀκραιφνὲς μέν, ὅσον αὐτῇ προσήκει, τὸ ἀθάνατον καὶ μόνιμον καὶ ἀμέριστον ἀπολαμβάνουσα ἐν τῇ χωριστῇ καὶ νοερᾷ ζωῇ· χωρισθεῖσα γάρ, ὡς ἐρεῖ, ἔστιν ὅπερ ἐστίν· ἐν δὲ τῇ πρὸς τὰ ἔξω ῥοπῇ οὐ παντελῶς μὲν ἀπολείπουσα ἑαυτὴν μένει, (δηλοῖ δὲ πᾶσα λογικὴ ἐνέργεια, οὐκ ἄνευ τῆς πρὸς ἑαυτὴν γινομένη ἐπιστροφῆς, ὅθεν καὶ ἡ πίστις μετὰ τὴν συγκατάθεσιν, τὸ γνωσθὲν ὅτι ἀληθὲς ἐπικρινούσης καὶ τότε συγκατατιθεμένης·2 τοῦτο γὰρ ἡ πίστις· δηλοῖ δὲ καὶ ἡ ἔνδοθεν αὖθις ἐπὶ τὸ κρεῖττον ἀνάκλησις καὶ ἡ ὑφ’ ἑαυτῆς τελείωσις), οὐ μὴν καθαρὸν τὸ ἑαυτῆς σώζουσα μόνιμον. διὰ γὰρ τὴν ἔξω ῥοπὴν ὁμοῦ ὅλη καὶ μένει καὶ πρόεισι, καὶ οὐδέτερον ἔχει παντελῶς οὐδὲ ἀπηλλαγμένον τοῦ λοιποῦ (ὅθεν καὶ τὸ ἀθάνατον αὐτῆς τότε ἀναπίμπλαται τοῦ θνητοῦ κατὰ πᾶν ἑαυτό, καὶ οὐ μένει μόνον ἀθάνατον, καὶ τὸ ἀγένητον γινόμενόν πως τυγχάνει ὄν, ὡς καὶ τὸ ἀμέριστον αὐτῆς μεριζόμενον), οὐκέτι τῇ οὐσίᾳ οὖσα ἐνέργεια, καθ’ ὅσον αὐτῇ θέμις. κατὰ τὸ γενητὸν οὖν ἑαυτῆς ἡ πρώτη ἐστὶν ἐντελέχεια διὰ τὸν ἀπὸ τῆς οὐσίας τῆς ἐνεργείας μερισμόν, καὶ οὐ κατὰ τὸ ἐπιστάμενον (οὐ γὰρ ἦν τὸ σύνθετον), ἀλλ’ ὡς ἡ ἐπιστήμη ἤτοι ὡς τὸ εἶδος.

“但在同一事物中,知识在生成上在先。” 因为在一切生成中,进步都是从不完全走向完全,较在先者比在后者更不完全,而不伴随活动的知识品格比起伴随活动的知识品格更不完全。因此,在本性上、实体上以及作为原因而言,完全者先于不完全者;但在生成过程中,不完全者在时间上先于完全者。然而即便那时,不完全者与完全者两者也是在同一事物上被考察的,因为甚至在生成中,也必须有某种别的完全者预先存在,从其中产生出在另一者之中的不完全者,例如从产生它的已经完全的动物中产生的种子。但在同一事物上,较不完全者在先;因为首先是种子,其次是胚胎,再次是动物。然而,如果灵魂是未生成的,它如何依据较不完全者而具实体性,而在活动时却在后来某一刻获得较完全者呢?因为亚里士多德也显然把这样在先者归于生成,并因此认为第一完全现实态属于灵魂,因其并非全然完满;而且他绝非像柏拉图那样,由于灵魂向着分割的最初降下而对灵魂使用“生成”之名,却并非认为它是一时存在的,因为在柏拉图看来,我们的灵魂(姑且不说那更卓越的灵魂,他称之为生成物中至善者)也被表明是未生成且不朽的;然而亚里士多德至少是对那些一时存在的事物使用“生成者”一词。或者,即便不是在实体上,难道在现实活动与完满性上,生成与毁灭在人的灵魂中也是显而易见的,因为它有时甚至会变恶并受到桎梏吗?但是,正如伊安布里柯所认为的,如果不受动的、完全的实体不可能产生出扭曲且不完全的活动,那么灵魂在其实体上也就会以某种方式受到变动受动;从而灵魂在这方面不仅介于可分与不可分之间、留居与外倾之间、理智与非理性之间,而且也介于未生成与生成之间:依据自身的持存、理智与不可分的方面它是未生成的,而依据进出、可分性以及与非理性的结合它是生成的,它既不纯粹地拥有未生成(如理智那样,既然它也不纯粹拥有不可分或持存),也不使生成方面类似于最末等的、完全曾经不存在的事物。反而,一方面在于由于与生成的结合在某种程度上脱离自身,不再单纯留居,而是兼具二者,既留居为其所是又处于生成之中;而另一方面则绝不脱离未生成,而是始终与它相连,从内部具有持存的力量,如同流注灌充一般填补着消退的部分。然而灵魂之生成的、进出的方面绝不能脱离持存与未生成而存在,而它的未生成方面有时则在与身体分离的生命中摆脱与生成的全部结合。因此灵魂也是不死的和持存的,其不死性与持存性虽然始终低于理智的生命,但我们的灵魂即使与自身相比也是有区别的:在分离的理智生命中,在适合它的限度内,它接受纯粹的不死、持存与不可分(因为正如他将要说的那样,分离之后它就是其所是);而在向外的倾斜中,它并未全然舍弃自身而留居着(这由一切理性活动所表明,理性活动并非不伴随着向自身的回归而发生,由此在认同之后产生了信念,即灵魂对所知者评判其为真,并在那时予以认同;因为这就是信念;此外,从内部再次向着更卓越者的召回以及通过自身而达到的成全也表明了这一点),然而它并不保全自身纯粹的持存。因为由于向外的倾斜,它整体上既留居又进出,哪一方面都不全然拥有,也都不脱离另一方(因此那时它的不死方面在自身各处都被有死者渗透,不再仅仅是不死的,而它的未生成方面也以某种方式成为生成的,正如它的不可分方面被分割一样),在合乎其分寸的限度内不再在实体上即是活动。因此,依照自身的生成方面,由于活动从实体中的分割,它是第一完全现实态,不是作为知晓者(因为并不是复合体),而是作为知识,即作为形式。

语法注2 条
  1. 2.12ἀλλ’ ὅ γε Ἀριστοτέλης ἐπὶ τῶν ποτὲ ὄντων τῷ γενητῷ χρῆται

    该句作为主句,与前文 οὐ δήπου ὡς Πλάτων...(绝非如柏拉图那样……)形成强烈的转折对置(ὅ γε Ἀριστοτέλης)。它指出了术语用法上的差异:柏拉图用“生成”指涉灵魂向着分割的原初下降,而亚里士多德则将“生成者”严格用于经历时间性生灭的存在物(τῶν ποτὲ ὄντων)。

  2. 2.12ἐπικρινούσης καὶ τότε συγκατατιθεμένης

    属格分词 ἐπικρινούσης 与 συγκατατιθεμένης 构成独立属格结构,其语境上的逻辑主语是灵魂(或由前文 πᾶσα λογικὴ ἐνέργεια 引出的灵魂认识机能)。它们表达了确信的反思性结构,即对被认知之物的真实性先作评判、随后给予认同。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:89.13-90.27