← 辛普里丘

亚里士多德《论灵魂》注释

§87.36-89.12

完全现实态的双重含义与灵魂的三段论证明

辛普里丘梳理了亚里士多德证明灵魂是“潜在具有生命的身体的完全现实态”的三段论,并由完全现实态之如知识与如观照的双重区分出发,探讨有死动物灵魂的现实活动与其本质实体的分割。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10

" Ἡ δὲ οὐσία ἐντελέχεια· τοιούτου ἄρα σώματος ἐντελέχεια." Εἰπὼν καὶ θέμενος τὴν ψυχὴν οὐσίαν εἶναι ὡς εἶδος, προστίθησιν ὡς μείζονα πρότασιν τὴν οὐσίαν ἐντελέχειαν εἶναι,1 τὴν ὡς εἶδος δηλαδὴ οὐσίαν, ἐπειδὴ καὶ πολλάκις τὸ εἶδος οὐσίαν καλεῖ. ἐπεὶ οὖν εἰδητικὴ οὐσία ἡ ψυχή, ἐντελέχεια ἔσται τοῦ τοιούτου σώματος, τοῦ δυνάμει ζωὴν ἔχοντος. εἴρηται δὲ ὡς τοῦ ἤδη μὲν ζῶντος δυνάμει δὲ λεγομένου ζῆν, ὅτι μὴ καθ’ αὑτὸ μηδὲ ὡς σῶμα ἄφθαρτον ζῇ.

“而实体是完全现实态;因此[灵魂]是这样一种身体的完全现实态。” 在说明并确立了灵魂作为形式是实体之后,他补充了作为大前提的“实体是完全现实态”,显然指作为形式的实体,因为他也屡次将形式称为实体。因此,既然灵魂是形式的实体,它就将是这样一种身体的完全现实态,即潜在地具有生命的[身体的完全现实态]。并且前面已经说过,它是那已经在活着、却因不依自身活着亦非作为不朽身体活着而被说成潜在地活着的[身体的完全现实态]。

§2.11

"Αὕτη δὲ λέγεται διχῶς, ἡ μὲν ὡς ἐπιστήμη, ἡ δὲ ὡς τὸ θεωρεῖν." Τὸ κοινὸν πάσης τῆς τῶν θνητῶν ζῴων ἐκφαίνων ψυχῆς, οὐ τὸ χωριστὸν οὐδὲ τὸ τὴν ἐνέργειαν συναιροῦν εἰς τὴν οὐσίαν αὐτῇ ἀποδίδωσιν. ἴδιον γὰρ τοῦτο ψυχῆς τῆς νοερᾶς, καὶ ταύτης ὅταν χωρισθῇ, ἐπεὶ καὶ ἡ λογικὴ ἡμῶν κατὰ τὴν εἰς σῶμα ῥοπὴν μεριζομένην ἐκ τῆς οὐσίας ἔχει τὴν ἐνέργειαν, καὶ οὐδὲ ἀεὶ τελείαν οὐδὲ πᾶσαν ἀεὶ παροῦσαν. ἀπολείπει γοῦν ἐν τοῖς ὕπνοις ἡ αἰσθητικὴ ἐνέργεια, τυχὸν δὲ ἐν τοῖς κάροις καὶ ἡ φανταστική. μήποτε δὲ πᾶσα γνῶσις ἡ κατὰ τὴν ἑαυτῆς ἀφισταμένην τῆς ψυχῆς κατάστασιν καὶ τὴν ἔξω προϊοῦσαν ῥοπὴν παραποδίζεται2 ἐν ταῖς παρὰ φύσιν τῶν ὀργάνων σφοδραῖς διαθέσεσιν. ἀλλὰ τοῦτο μὲν καὶ ὕστερον ζητήσομεν. εἰ δὲ κατὰ συνέχειαν τῷ ἐμψύχῳ πάρεστιν ἡ ψυχὴ ζωτικῶς ἐνεργοῦσα εἰς αὐτό, τὴν μὲν ζωτικῶς ὁριστικὴν τοῦ ὑποκειμένου αὐτῇ σώματος κατὰ συνέχειαν ἐνεργεῖ· τὴν δὲ γνωστικὴν οὐκέτι. ἐν γοῦν τοῖς ὕπνοις ἀπολείπει τὴν αἰσθητικήν, κἀν τοῖς κάροις τὴν φανταστικήν. διὸ οὔτε τῇ οὐσίᾳ ἐνέργειά ἐστι γνωστικὴ ἡ ψυχὴ οὔτε πάντως ἑπομένην ἔχει τῇ οὐσίᾳ τὴν γνωστικὴν ἐνέργειαν, ὅτε πρὸς σῶμα κοινωνεῖ, εἴ γε καὶ παροῦσά ποτε οὐκ ἐνεργεῖ. ἀναλογεῖ οὖν τῇ μὲν ἐπιστημονικῇ ἕξει ἡ οὐσία, τῇ δὲ θεωρίᾳ ἡ ἐνέργεια ἡ γνωστική. καὶ γὰρ ἐν τοῖς ἐπιστήμην κτησαμένοις ἡ μὲν ἕξις κατὰ συνέχειαν πάρεστιν, ἕως ἂν ἐπίστωνται, ἡ δὲ κατ’ αὐτὴν θεωρία οὐκ ἀεί, ἀλλ’ ἔστι καὶ ἐπιστάμενον μὴ ἐνεργεῖν. εἴληφε δὲ ὁ Ἀριστοτέλης ἀντὶ μὲν τῆς γνωστικῆς ἐνεργείας τὴν ἐγρήγορσιν, ἀντὶ δὲ τῆς ἀργίας τὸν ὕπνον. ζωτικὴ μὲν γὰρ ἐνέργεια καὶ ὁ ὕπνος, ἀναστολὴ οὖσα τῶν αἰσθήσεων, οὐ κατὰ πάρεσιν ἤ τινα ἀσθένειαν ἀλλὰ κατὰ δύναμιν (ἐρρωμένης γὰρ φύσεως καὶ ταύτης ζωτικῆς τὸ ὑπνοῦν),3 ἀλλ’ οὐ γνωστική, αὐτὸ δὲ τοῦτο ἀνασταλτικὴ τῆς γνώσεως ἐνέργεια. οὐκοῦν εἰ καὶ μὴ γνωστικῶς ἀεί, ὅμως ἐνεργεῖ τι ἡ ψυχή. διὰ τί οὖν πρώτη ἐστὶν ἐντελέχεια, ἀλλ’ οὐχ ἡ κατὰ τὸ ἐνεργεῖν; θεωρητικὴ μὲν γὰρ οὐκ ἔσται, ἁπλῶς δὲ ἐνεργητικὴ κατὰ φύσιν, καὶ ἐνεργοῦσα, ἵνα μὴ μάτην ᾖ· μάτην γὰρ τὸ μηδὲν ἐνεργοῦν, οὐδὲν δὲ μάτην ἢ φύσεως ἢ ἔτι μᾶλλον θεοῦ οἷόν τε εἶναι ἔργον. ἢ τάχα μὲν οὐ κατὰ πᾶσαν ἐνέργειαν ἠξίωται εἶναι ἡ πρώτη ἐντελέχεια, ἀλλὰ κατὰ μόνην τὴν θεωρητικήν, ὡς ταύτην οὐκ ἀεί, ὅταν ᾖ, ἐνεργοῦσα. ἴσως δὲ ἄμεινον ἐκεῖνο φάναι, διὰ τούτων ἐνδείκνυσθαι τὴν τῶν θνητῶν ζῴων ψυχὴν μεμερισμένην ἔχουσαν τὴν ἐνέργειαν τῆς οὐσίας, ἵνα κατὰ τὴν προβλητικὴν τῆς ἐνεργείας οὐσίαν τε καὶ δύναμιν τὸ εἶναι ἔχουσα ἄλλην ἔχῃ τὴν τελειότητα, ὅταν καὶ ἐνεργῇ,4 ταύτῃ τοῦ νοῦ διαφέρουσα, ὃς τῇ οὐσίᾳ ἐστὶν ἐνέργεια, καὶ τῆς εἰς νοῦν ἀναδραμούσης εἰς ἓν ψυχῆς καὶ ταύτῃ ἄμφω συναπτούσης καὶ εἰς τὴν οὐσίαν ἀναγαγούσης τὴν ἐνέργειαν. ἡ γε μὴν τῶν θνητῶν ζῴων ψυχὴ πᾶσαν ἔοικεν ἐνέργειαν ἀπομερίζειν τῆς οὐσίας. κἂν γάρ τινα παροῦσαν ἔχῃ ἀεὶ ὡς τὴν ζωοποιόν, ἀλλὰ ὁποιασοῦν οἰκείας ἐνεργείας στερομένη ποτὲ οὐκ ἂν εἴη καθαρῶς ἀμέριστος. πρὸ γὰρ ἄλλου παντὸς μερισμοῦ τοῦ τε τοπικοῦ καὶ τοῦ χρονικοῦ καὶ τοῦ κατὰ τὴν τῶν διαφόρων ἰδιοτήτων ἐπικράτειαν, καθ’ ἣν τὰ πολλὰ ὑφίσταται ὁμοειδῆ ἄτομα, καὶ πρὸ τῆς εἰς τὰ συμβεβηκότα ἐκβάσεως ὁ τῆς ἐνεργείας ἀπὸ τῆς οὐσίας ἀναφαίνεται μερισμός. δῆλον δὲ ὡς μεμέρισται ἐπὶ τῆς τῶν θνητῶν ζῴων ψυχῆς, εἴ γε μὴ ἀεὶ καὶ ὁποιασοῦν ἀποδίδωσιν ἐνεργείας, ἃς ἐνεργεῖν πέφυκεν ἔχουσα ὡς ἔχει νῦν, ὅτε πρὸς σῶμα κοινωνεῖ.

“但这有双重含义:一者如知识,另一者如观照。” 在阐明有死动物一切灵魂所共有者时,他并没有赋予它可分离的、亦非赋予它将现实活动合拢于实体之中的属性。因为这是理智灵魂所特有的,而且是在它分离之时;因为甚至我们的理性[灵魂],由于向身体的倾斜,其现实活动也是从实体中分割出来的,既非始终完满,亦非全部始终现前。至少在睡眠中感觉活动脱落了,而在昏睡中或许表象[活动]也脱落了。或许凡依据脱离自身的灵魂状态以及向外延展的倾斜而来的认识,在器官严重的反自然状态中都会受阻。但这我们随后也将探究。另一方面,如果灵魂作为给予生命的活动者连续地现前于具有灵魂者,那么它就连续地施行对其下属身体的赋予生命的限定性[活动],但认识性[活动]则不再如此。至少在睡眠中它脱落了感觉[活动],在昏睡中脱落了表象[活动]。因此,灵魂既非在实体上即是认识性活动,在与身体结合时也并非必然让认识性活动随附于其实体,既然它即便现前时有时也不活动。因此,实体类比于知识的品格,而认识性活动类比于观照。因为在那些获得知识的人中,只要他们拥有知识,品格就是连续现前的,但依据品格的观照却非始终现前;反而可能存在着知晓却并不活动的情况。而亚里士多德用清醒代替了认识性活动,用睡眠代替了无活动。因为睡眠也是一种生命活动,是对感觉的抑制,并非由于瘫痪或某种虚弱,而是由于力量(因为睡眠属于健旺的本性,而且是生命性的本性),但它不是认识性的,而恰恰是抑制认识的活动。因此,灵魂即便并非始终以认识方式活动,却依然进行着某种活动。那么,为何它是第一完全现实态,而不是依据处于活动中的完全现实态呢?因为即便不是观照性的,它也依照自然本性单纯是活动性的,并且在活动着,以免落空;因为不作任何活动者乃是徒然的,而自然、更不必说上帝的作为,绝不可能徒然。或者也许,〔灵魂〕并非依据一切活动而被认为是第一完全现实态,而仅仅依据观照性活动,因为当它存在时,并不始终施行此活动。但或许更好的说法是:通过这些表明了有死动物的灵魂将其现实活动与实体分割开来,以便它依照产生现实活动的实体与潜能而具有存在,而在它活动时其成全则是另一种,在这一点上不同于在实体上即是活动的理智,也不同于那向上奔向理智而归于一、从而将二者结合并将活动回归于实体的灵魂。有死动物的灵魂似乎确实将一切现实活动从实体中分割出来。因为即便它始终拥有某种现前的活动(如赋予生命的活动),但如果有时被剥夺任何一种固有的活动,它就绝非纯粹不可分的。因为在一切其他的分割——空间的、时间的、以及依据使同种的多数个体得以成立的不同特性的主导性而来的分割——之前,且在走向偶性之前,活动与实体的分割就已经显现出来。而如果在与身体结合时,灵魂在处于如今所有的状态下并不始终施行它本性上适合施行的任何活动,那么在有死动物的灵魂上[活动]已被分割就是显而易见的。

语法注4 条
  1. 2.10προστίθησιν ὡς μείζονα πρότασιν τὴν οὐσίαν ἐντελέχειαν εἶναι

    带不定式的宾格结构 τὴν οὐσίαν ἐντελέχειαν εἶναι 作 προστίθησιν 的直接宾语,ὡς μείζονα πρότασιν 作表语性说明(“作为大前提”)。这表明了三段论推理的结构:此前确立的“灵魂是作为形式的实体”为小前提,“实体是完全现实态”为大前提,从而得出灵魂是完全现实态的结论。

  2. 2.11μήποτε δὲ πᾶσα γνῶσις ἡ κατὰ τὴν ἑαυτῆς ἀφισταμένην τῆς ψυχῆς κατάστασιν καὶ τὴν ἔξω προϊοῦσαν ῥοπὴν παραποδίζεται

    μήποτε 在句首用作表达审慎推测的副词(“或许……”)。主语 πᾶσα γνῶσις 受到由定冠词 ἡ 直至 ῥοπὴν 的介词短语的定语修饰(其中并列了 τὴν ἑαυτῆς ἀφισταμένην τῆς ψυχῆς κατάστασιν 与 τὴν ἔξω προϊοῦσαν ῥοπὴν),主动词为被动态的 παραποδίζεται(受阻)。

  3. 2.11ἐρρωμένης γὰρ φύσεως καὶ ταύτης ζωτικῆς τὸ ὑπνοῦν

    属格用作表语(所有/特征属格),带冠词不定式主语 τὸ ὑπνοῦν(睡眠)省略了系动词 ἐστί。意为“睡眠属于健旺的、且是生命性的本性[是其特征]”。

  4. 2.11ἵνα κατὰ τὴν προβλητικὴν τῆς ἐνεργείας οὐσίαν τε καὶ δύναμιν τὸ εἶναι ἔχουσα ἄλλην ἔχῃ τὴν τελειότητα, ὅταν καὶ ἐνεργῇ

    在 ἵνα 引导的目的从句中,ἄλλην 处于谓词位置(位于定冠词外),修饰 ἔχῃ 的宾语 τὴν τελειότητα,意为“使其完满性成为另一种”。分词短语 κατὰ τὴν... ἔχουσα 规定了主语(灵魂)的存在状态,而 ὅταν καὶ ἐνεργῇ 则提供了该完满性实现的时间从句条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg005.humanitext-grc1:87.36-89.12